Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν πόρνην
Ο εσωτερικός μονόλογος και η απόφαση της μετανοίας
Δραματική αναπαράσταση των λογισμών της γυναίκας και η οριστική απόφασή της να εγκαταλείψει τον αμαρτωλό βίο για να προσεγγίσει τον ιατρό των ψυχών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο εσωτερικός μονόλογος και η απόφαση της μετανοίας
Δραματική αναπαράσταση των λογισμών της γυναίκας και η οριστική απόφασή της να εγκαταλείψει τον αμαρτωλό βίο για να προσεγγίσει τον ιατρό των ψυχών.
Εἶδες ὑπερβάλλουσαν ψυχῆς ἑτοιμασίαν, πῶς περιετείχισεν ἑαυτὴν τῇ ἀναιδείᾳ! Οὐ θόρυβον οἰκετῶν ἡ γενναία ἔπτηξεν, οὔτε παρεστηκότων σκληρὰν ἐπιτίμησιν· τοῦτο λογιζομένη, ὅτι ἐὰν μὴ σχεδὸν τὸ πρόσωπον ποιήσω σιδηροῦν ἢ χαλκοῦν, σωθῆναι οὐ δύναμαι· ἢ πάλιν· ὥσπερ τοὺς ἔξω ὀφθαλμοὺς ἀτρέπτους ἔχουσα τὸ πρίν, οὐδὲν ᾐσχυνόμην περὶ τὴν τῶν πολλῶν ἁρπαγήν, οὕτω καὶ νῦν, ἐὰν μή μου τοὺς ἔσωθεν ὀφθαλμοὺς τῆς καρδίας εἰς πολλὴν αὐστηρίαν καὶ ἀναίδειαν μεταβαλοῦσα εἰσέλθω, οὐ δύναμαι τοῦ κρυπτοῦ πόθου ἐπιτυχεῖν, οὔτε μὴν καθαρθῆναι ἐκ τῆς αἰσχρᾶς πλημμύρας τῆς ἐμῆς ἀσελγείας. Νῦν τῆς προτέρας μου αἰσχύνης τῆς ἀναιδείας προκρῖναι ἀναγκαῖον· νῦν καιρὸς τὰ τῆς προλαβούσης αἰσχύνης εἰς εὐσχημοσύνην ἀμεῖψαι· νῦν καιρὸς ἀγῶνος πολλοῦ, λαθεῖν με τῶν προσκαίρων καὶ ῥυπαρῶν μυρισμῶν, δι᾽ ὧν ἐπαλαιώθην ἐν τῷ βάθει τῆς ἁμαρτίας· νῦν καιρὸς ἀναλογίσασθαι, ζητῆσαι μὲν τοῦ φωτὸς καὶ τῆς ζωῆς τὸν ἀρχηγόν, δι᾽ ὃν χάριτος ἀγγελικῆς ἐπιτυχεῖν δυνήσομαι, ἀπώσασθαι δὲ τῆς ζοφερᾶς νυκτὸς τὸ πικρὸν γαυρίαμα, δι᾽ ἧς ἔπραξα τὰ μὴ δέοντα. Δεῖ με νῦν ἀνταρσίαν κτήσασθαι κατὰ τοῦ μεγάλου καὶ δεινοῦ Ἐχθροῦ καὶ σπορέως, τοῦ ἐν ἐμοὶ σπείραντος σπόρον ἀκαθαρσίας καὶ ζιζανίων, ἵνα νικήσασα τοῦτον τὸν πόλεμον, ἁγνείας ἔνδυμα κομίσωμαι σὺν τῷ βραβείῳ τῆς νίκης παρὰ τοῦ Φιλανθρώπου.
Δεῖ με τῶν θανατικῶν μύρων ἐπιλαθέσθαι λοιπὸν τοῦ καιροῦ καλοῦντος εἰς τοῦτο, προσελθοῦσα δὲ τῷ ἀληθινῷ καὶ αἰωνίῳ μύρῳ, κομίσασθαι ζωὴν ἀναμάρτητον. Ἀνθρώποις ἤρεσα διὰ τῆς μισουμένης ἁμαρτίας ἐν ὡρισμένῳ χρόνῳ, δεῖ με 〈καὶ〉 Θεῷ ἁγίῳ ἐν καρδίᾳ καθαρᾷ καὶ ψυχῇ πεπιστωμένῃ ἀρέσαι, ἁγνισθεῖσαν δι᾽ αὐτοῦ. Γινώσκω γὰρ τὸν καιρὸν τοῦτον σῳζομένων εἶναι· ἐπειδὴ καὶ ὁ σῴζων πάρεστι. Καταφρονήσω ῥοπὴν ἐμπτυσμάτων καὶ αἰσχύνης, εἰς οὐδὲν δεχομένη τὰς ὕβρεις τῶν οἰκετῶν. Φθάσω τοῦ ποθουμένου τὴν κρυπτομένην σωτηρίαν, καὶ τῶν προσερχομένων ὕβρεων τῶν ὄχλων ἡ χάρις νικᾷ. Οὗτος ὁ καιρὸς ἐλάσσων ἐστὶ τῆς καλῆς ἀναιδείας ὑπὲρ καιρὸν ἐκεῖνον τὸν τῆς ἐμῆς ἀπρεποῦς ἀναισχυντίας. Ἐν ἀμφόδοις στήκουσα, πάντας προσεκαλούμην εἰς ἔργα ἀτοπίας· ἔν τε καλλωπίσμασιν αἰσχροῖς συναντῶσα πᾶσι, τὰς τρίχας ἐν ἀριθμῷ πλέκουσα καὶ στίλβουσα, 〈καὶ〉 ἐπάνω τῶν παρειῶν εἰς ἀπάτην τυποῦσα, ὅπως πάντα νεανίαν εὐσταλῆ καὶ ὡραῖον ἑλκύσω πρὸς ἐμαυτὴν ἐραστήν, πολλοὺς ἐβόθρισα διὰ τοῦ βορβόρου τῆς ἁμαρτίας, κἀγὼ διὰ τοὺς πολλοὺς Θεὸν σωτηρίας οὐκ ἐγνώρισα.
Ἀλλὰ νῦν καιρὸς ἀγαθός, καὶ τῆς προσδοκωμένης ὑπ᾽ ἐμοῦ σωτηρίας ἡ ἑτοιμασία πάρεστι· νῦν ἡ χαρὰ τῶν λυπουμένων ἐπεδήμησε· νῦν ἡ τῶν ἀσθενούντων ποικίλη ἀρρωστία ἀληθινοῦ ἰατροῦ ἐπέφθασε. Παγὶς διαβολικὴ ἐγενόμην, τελείως ἀγρεύουσα τὰς ψυχὰς εἰς κρίσιν αἰώνιον. Νῦν σπουδάσαι ὀφείλω ταχὺ πορευθῆναι καὶ καλὰ πρᾶξαι ἀντὶ τῶν κακῶν ἐκείνων, ὧν ἔπραξα· ἄδηλα γὰρ εἰσὶ καὶ ἀφιλανθρώπευτα.
Νῦν πορευθεῖσα προσπέσω τῷ μεγάλῳ Ἰατρῷ, τῷ δεχομένῳ πάντας καὶ μὴ ἐξουθενοῦντι, τῷ δωρεὰν ἰωμένῳ καὶ μετὰ πολλῆς χαρᾶς ἀπολύοντι. Πάντα οἶδεν, ἓν μόνον ἀγνοεῖ· μισθοὺς τῆς ἰατρείας οὐκ οἶδε λαμβάνειν ἐκ 〈τῶν ἰαθέντων〉, πίστιν δὲ μόνον ἀπαιτεῖ, τὴν ἀποπλύνουσαν τὴν ἁμαρτίαν· αὐτὴν μόνον εἰς καθάρσιον ψυχῆς εἰσπράττεσθαι ἐπίσταται. 〈Εἴπω〉 αὐτῷ πάντα ὅσα ἐγὼ ἔπραξα ἐν τῷ ἐμῷ σώματι, ἅπερ οὐκ ἦν μοι θέμις, καὶ τοὺς καλούς μου πλοκάμους 〈τοὺς〉 στιλβωθέντας εἰς τέρψιν καὶ εἰς σκάνδαλον πολλῶν, ποιήσω λέντιον ἤτοι προμάξιον, καὶ τὰ ἐμὰ βλέφαρα τὰ αἰσχρῶς διανεύσαντα σὺν ταῖς κόραις τῶν ὀφθαλμῶν εἰς ῥεῖθρα δακρύων· καὶ λοιπὸν τοῖς ἴχνεσι τοῦ ἁγίου Ἰατροῦ ἀκολουθήσω, ἵνα αὐτῷ προσπέσω καὶ σωθῶ· ἀκούω γὰρ αὐτὸν μὴ μόνον εὐεργετεῖν δωρεάν, ἀλλὰ καὶ γνώστην εἶναι ἐνθυμήσεων ἑκάστου.
Τί οὖν ποιήσασα ἢ τί διασκεψαμένη, μᾶλλον δὲ προφασισαμένη, εἰσέλθω πρὸς τὸν εὐεργέτην; Τίνα συνεργὸν τῆς τοιαύτης ἀγαθῆς μου προθέσεως λήψομαι πρὸς τελείαν παρρησίαν, ἵνα τύχω τοῦ καλοῦ σκοποῦ; Τίνα τοῦ ποθουμένου θησαυροῦ ὑπ᾽ ἐμοῦ προδότην ἀγαθὸν εὑρεῖν δυνήσομαι; Ἄνθρωπον, ἐν σπουδῇ καὶ θορύβῳ ὑπάρχουσα πολλῷ, οὐκ ἐπιφθάνω πρὸς τὸ λήψασθαι, ἵνα μου ὁδηγὸς τῆς φροντίδος γένηται πρὸς σωτηρίαν. Τὴν οἰκείαν συνείδησιν μᾶλλον ἱκανωτέραν λογίσομαι, ἥτις οὔτε βασκανίαν ἐργάζεται κατ᾽ ἐμοῦ. Εἰς τοῦτο ἀγωνίσομαι, θαρροῦσά μου τῷ σκοπῷ. Ἐγὼ νομίζω, μικρόν τι λαβοῦσα ἐν ταῖς χερσίν, οὕτω πορευθῆναι πρὸς αὐτόν· οὗτινος καὶ εὐπορεῖν οἴομαι· οἶμαι γὰρ μὴ ἀπαρέσκειν αὐτῷ τὸ δῶρον ἐκεῖνο· οὔτε γὰρ φορτικὸν εἶναι δοκεῖ, ἤγουν πρὸς βρῶσιν ἢ πόσιν. Οὕτω ποιήσω, συντάξομαί μου τῇ διανοίᾳ μόνῃ, καὶ οὕτως εἰσέλθω πρὸς αὐτόν. Ἐὰν γάρ με ἀποστραφῇ προσφέρουσαν τὸ δῶρον ἐκεῖνο, τότε γνώσομαι ὅτι οὐκ εἰμὶ ἀξία λυθῆναι τῶν δεσμῶν τῆς ἁμαρτίας.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.