Κατανοήσατε γάρ, ἀγαπητοί, ὅτι οὐδεὶς δύναται θερίσαι τῷ θέρει, ἐὰν μὴ σπείρῃ τῷ χειμῶνι· οὔτε ἄμπελον τρυγῆσαι καὶ ἐκ τοῦ οἴνου αὐτῆς εὐφρανθῆναι, ἐὰν μὴ πρότερον πολλὰ κοπιάσας φυτεύσῃ τὴν ἄμπελον καὶ ἀναμείνῃ τὸν καρπὸν αὐτῆς ἐν τῷ καιρῷ τῷ ἰδίῳ. Οὕτω δὲ καὶ ἡμεῖς ἐν τῷ κόσμῳ τούτῳ, ἐὰν μὴ ἀποταξάμενοι τοῖς σαρκικοῖς παθήμασι καὶ φρονήμασι καὶ πᾶσι τοῖς γηΐνοις πράγμασι, καὶ ταπεινώσωμεν ἑαυτοὺς καὶ ὑπωπιάσωμεν καὶ δουλαγωγήσωμεν σὺν τῷ κόσμῳ, καὶ κατὰ τὴν τοῦ Ἀποστόλου διδασκαλίαν περιπατήσωμεν, καθὼς αὐτός φησιν, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν κόποις, ἐν μόχθοις, ἐν νηστείαις, ἐν ἀγρυπνίαις, ἐν λιμῷ, ἐν δίψει, ἐν ψύχει καὶ γυμνότητι· καὶ πάντα νῦν κατὰ μέρος ἀπαριθμοῦμαι. Εἰ γάρ τις θέλει τὰ τούτου παθήματα καὶ τὰς θλίψεις διηγεῖσθαι, ἐπιλείψει αὐτῷ ὁ χρόνος· τὰς διαποντίους ἀποδημίας καὶ τὰ ναυάγια, τὰς ἐπιπόνους καὶ ἐπικινδύνους ὁδοιπορίας, τὰς τῶν λῃστῶν ἐφόδους, τὰς τῶν συγγενῶν ἐπιβουλίας, τὰς τῶν ψευδαδέλφων ἐπαναστάσεις, τὸ καθ᾽ ἑκάστην 〈μετὰ〉 ἀσθενούντων ἀσθενεῖν καὶ τὸ καθ᾽ ἑκάστην θανατοῦσθαι.