Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸ Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε καὶ περὶ τελειότητος ἀνθρώπου

Ἐφραίμ ὁ Σύρος

Η αποταγή της φιλαργυρίας, οι κοσμικές μέριμνες και η ασκητική πολιτεία

Έλεγχος των παθών, ιδίως της φιλαργυρίας και της κατάκρισης, και ανάδειξη της στενής οδού του ασκητικού βίου έναντι της προσκόλλησης στα υλικά αγαθά και τις κοσμικές ανέσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 7

Τεκμήριον οὖν, ὡς ἔφην, ἀπιστίας ἐστὶ τὸ δεσμεῖν ἡμᾶς ἐν αὐτοῖς τοῖς γηΐνοις πράγμασι. Καὶ εἴθε κἂν μέχρι τούτου ἡμῖν ἦν τὸ ἔγκλημα· νῦν δὲ καὶ δεινοτέροις κακοῖς ἑαυτοὺς περιβάλλομεν καὶ ἐργολαβίας μεταδιώκομεν καὶ μυρία κακὰ ἐπινοοῦμεν καὶ πονηρίας διαφόρους, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, ὑποκρίσει καὶ δόλῳ, κενοδοξίᾳ τε καὶ ὑπερηφανίᾳ. Καταλαλιὰν καὶ μῖσος καὶ τὰ τούτοις ὅμοια διαπράττομεν, δάκνοντες τὰ οἰκεῖα μέλη καὶ κατεσθίοντες· καὶ τὸ χαλεπώτερον, ὅτι ἐν τούτοις ὄντες τοῖς προειρημένοις κακοῖς, πολλάκις καὶ κριταὶ καθεζόμεθα τῶν λοιπῶν· καὶ τὰς ἰδίας ἀφέντες θρηνεῖν ἁμαρτίας, περιεργαζόμεθα τῶν ἑτέρων· καὶ τὰς ἑαυτῶν ἀφέντες δοκοὺς καὶ τυφλοὶ ὄντες ἐν τοῖς ἡμετέροις κακοῖς, τὰ μηδαμινὰ κάρφη τῶν ἀδελφῶν περιβλεπόμεθα, μὴ τιθέντες πρὸ ὀφθαλμῶν τὸν τοῦ Θεοῦ φόβον ἢ τὴν ἀπειλὴν τὴν ἠπειλημένην τοῖς κρίνουσι· τοῦ Κυρίου λέγοντος· μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε· ᾧ γάρ, φησί, κρίματι κρίνετε, κριθήσεσθε, καὶ ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.

Ἀνανήψωμεν, ἀγαπητοί, καὶ μὴ ἑαυτοὺς ὑπευθύνους ποιήσωμεν τῇ κρίσει καὶ τῇ καταδίκῃ τῇ ὑπὸ τοῦ Κυρίου κειμένῃ τοῖς κρίνουσιν ἀκαίρως καὶ ἀδίκως καταδικάζουσι. Καὶ πάλιν τοῦ Κυρίου παραγγέλλοντος· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, δέον ἡμᾶς πενθεῖν, ὅτι τοσοῦτον ἀπεσχήκαμεν τῶν ἐντολῶν τοῦ Θεοῦ καὶ ἐναβρυνόμεθα ὡς τὰ μέγιστα κατορθοῦντες· τοσοῦτον δὲ ἀπέχομεν τοῦ ἀγαπᾶν τοὺς ἐχθρούς, ὥστε καὶ τοὺς ἀγαπῶντας ἀποστρέφεσθαι καὶ μισεῖν.

Ὅταν γὰρ τοὺς οὐδὲν ἠδικηκότας λοιδοροῦμεν, καὶ κατασκώπτομεν αὐτούς, ὥστε καὶ τὴν δόξαν αὐτῶν καθελεῖν, τῶν πάνυ μισούντων καὶ ἐχθραινόντων ἐστὶν ἀπόδειξις. Ἐννόησον γὰρ πόσης θηριωδίας ἐστὶν ἀπόδειξις, τὸν οὐκ ἀδικοῦντα ἀλλὰ μᾶλλον καὶ εὐεργετοῦντά σε λοιδορεῖν.

Τίς οὖν ἡμῖν ἀπολογίας λόγος ὑπάρξειεν, οὕτως ἐξεναντίας ἀνθισταμένοις ταῖς τοῦ Κυρίου ἐντολαῖς; Πανταχοῦ γὰρ τὴν ἀγάπην νομοθετεῖ ἡμῖν· λέγει γάρ· ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. Ἡμεῖς οὖν τοῦ μίσους ἐσμὲν πληρούμενοι. Ταῦτα δὲ ποιεῖ ἡμᾶς ἔχειν ἡ τοῦ κόσμου ἀπάτη· κατὰ κράτος γὰρ ἡμᾶς ἔχει τῶν παθῶν ἡ ῥίζα, τουτέστιν ἡ φιλαργυρία. Ἀμήχανον γὰρ χρήμασι συνυπάρξαι ἀγάπην· πῶς γὰρ δυνατόν; Ἀντιποιούμενος γὰρ τοιούτων μισεῖ τὸν ἀδελφόν, ζητῶν αὐτοῦ ἀφελέσθαι τι, ἢ τὸν ἀγρὸν αὐτοῦ ὀρεγόμενος, ἢ τὴν οἰκίαν ἀφελέσθαι σπουδάζων τοῦ πλησίον, ἢ τοὺς βόας αὐτοῦ, ἢ τὰ κτήνη αὐτοῦ, ἢ πάντα ὅσα ἐστὶν αὐτῷ, σὺν τούτοις δὲ πολλάκις καὶ αὐτὴν τὴν ζωὴν ἀφελέσθαι πειρᾶται.

Δεῦτε οὖν, ἀδελφοί, ἐκκόψωμεν τὴν φιλαργυρίαν ἀφ᾽ ἡμῶν, τὴν τῶν πάντων κακῶν ῥίζαν, καὶ φυτεύσωμεν ἐν ἑαυτοῖς τὴν ἀγάπην, τὴν πασῶν τῶν ἀρετῶν πρόξενον. Ἀπαριθμούμενος γὰρ ὁ Ἀπόστολος τοὺς καρποὺς τοῦ Πνεύματος, καὶ θέλων δεῖξαι τὸ μέγιστον δῶρον, τὴν ἀγάπην, ἔλεγεν· ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πρᾳότης, ἐγκράτεια· καὶ πάλιν λέγει· μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ πάντων ἡ ἀγάπη. Πάντα γὰρ καταργεῖσθαι ἔφησε, καὶ γλώσσας καὶ προφητείας, πίστιν δὲ καὶ ἐλπίδα καὶ ἀγάπην εἴρηκε μένειν εἰς τὸν αἰῶνα. Τὰ δὲ πάλιν σαρκικὰ φρονήματα ὑπὸ τῆς φιλαργυρίας φυόμενα ἐστί, φησί, ταῦτα· πορνεῖαι, ἀκαθαρσίαι, ἀσέλγειαι, εἰδωλολατρίαι, φαρμακεῖαι, ἔχθραι, ζῆλος, θυμοί, ἐρίθειαι, διχοστασίαι, καταλαλιαί, ἔρις, φθόνοι, μέθαι, κῶμοι καὶ τὰ ὅμοια τούτοις. Τοῖς δὲ ταῦτα ἐργαζομένοις τὴν ἔκπτωσιν τῆς τοῦ Θεοῦ βασιλείας ἠπείλησε.

Φύγωμεν οὖν, ἀγαπητοί, ταύτας τὰς πονηρὰς πράξεις τὰς ὑπὸ τῆς φιλαργυρίας συνισταμένας, ἵνα μὴ τῆς βασιλείας ἀποπέσωμεν. Ἀποθώμεθα οὖν τὸ βαρὺ φορτίον τῶν τοῦ κόσμου φροντίδων, καὶ τὸν χρηστὸν ζυγὸν τοῦ Κυρίου ὑποβῶμεν, καὶ τὸ ἐλαφρὸν αὐτοῦ φορτίον βαστάζωμεν, καὶ προσέλθωμεν αὐτῷ ἐν καθαρᾷ καρδίᾳ, ἵνα ἡμᾶς εἰς αἰῶνα αἰώνων ἀναπαύσῃ· αὐτὸς γὰρ εἴρηκε· δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.

Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς, καὶ μάθετε ἀπ᾽ ἐμοῦ ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Οὐδὲν γὰρ ἡμᾶς ὠφελήσει τοῦ αἰῶνος τούτου ἡ μέριμνα, ἀλλὰ μᾶλλον καὶ κατακρίνει, καὶ τὴν γέενναν προξενεῖ· οὐδεὶς γὰρ ἀγαπῶν χρυσίον δύναται σωθῆναι. Ἐκ ταύτης γὰρ τῆς πονηρᾶς ἐπιθυμίας ὁ Ἰούδας τὸν Κύριον παρέδωκε, καὶ ἀγχόνῃ ἐχρήσατο.

Ἐκ ταύτης καὶ Γιεζὶ ἐλεπρώθη παρακούσας τοῦ προφήτου Ἐλισσαίου· καὶ τῶν τοῦ Νεεμὰν ἐπιθυμήσας χρημάτων τὴν τούτου λέπραν ἐκληρονόμησεν· ὅτι ἐστὶν ὑπόδειγμα ἁμαρτιῶν. Ἐκ ταύτης τὸ τῶν Ἰουδαίων γένος ἐτράπη πρὸς ἀσέβειαν, καὶ μόσχον χωνευτὸν ἐθεολόγησεν. Ἐκ ταύτης Ἀνανίας καὶ Σαπφείρα τὸν αἰφνίδιον θάνατον ὑπέστησαν, νοσφισάμενοι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου.

Διὰ ταύτης τὸ ψεῦδος ὀχυροῦται καὶ ἡ ἀλήθεια ἐπιγράφεται. Διὰ ταύτης ὁ δόλος ἐπινενόηται. Ὑπὸ ταύτης ὁ φθόνος αὐξάνεται καὶ κακία πληθύνεται. Διὰ ταύτης οἱ πόλεμοι καὶ φόνοι ἄδικοι καὶ σφαγαὶ κατ᾽ ἀλλήλων ἐπινενόηνται.

Καὶ τί ἅπαντα τὰ τῆς πικρᾶς ῥίζης κακὰ διηγεῖσθαι, ὅπουγε καὶ αὐτὸν τὸν Δεσπότην καὶ Κύριον Ἰησοῦν Χριστὸν διὰ ταύτης πιπράσαι παρεσκεύασε; Μὴ οὖν ἐξακολουθήσωμεν αὐτῇ, ἵνα μὴ τοῖς προειρημένοις κακοῖς περιπέσωμεν· ἀποδέδεικται γὰρ ὅτι πάσης κακίας εὑρέτις ἡ φιλαργυρία ὑπάρχει· ἧς τινες ὀρεγόμενοι ἐπλανήθησαν εἰς ματαιοπονίαν καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς, καθὼς εἶπεν ὁ Ἀπόστολος. Καὶ ταῦτα μὲν πράττειν ἀνθρώπους δεθέντας τῇ τοῦ βίου φροντίδι ἀφόρητον, τοῖς ἔχουσιν ἀνάγκην πολλάκις ἢ διὰ γυναῖκας ἢ τέκνα ταύτης ἀντιποιεῖσθαι. Τούτοις οὖν ἔσθ᾽ ὅτε συγγνώμη τις κἂν ὑπὸ τῶν ἀνθρώπων γίνεται· ἡμεῖς δὲ οἱ σταυροῦν ἑαυτοὺς νομίζοντες καὶ τὸ ἀγγελικὸν σχῆμα ἀναλαμβάνοντες καὶ τὴν ἐκείνων μιμεῖσθαι πολιτείαν ὀφείλοντες καὶ τὰς ἐντολὰς εἰληφότες πάσης τῆς τοῦ κόσμου ματαιότητος καταφρονεῖν, τουτέστι βιωτικῶν, οὓς καὶ κοσμικοὺς καλοῦμεν· ἡμεῖς δῆθεν τὴν οὐράνιον πολιτείαν μετιόντες πλεῖον αὐτῶν ταῖς ὕλαις ἐδέθημεν, καὶ τὸν οὐρανὸν ἀφέντες τῇ γῇ προστεθείκαμεν καὶ ἑαυτοὺς δεσμεύομεν τοῖς κοσμικοῖς ἀθύρμασι.

Καὶ ποίαν ἕξομεν ἀπολογίαν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, δῆθεν ἀναχωρήσαντες τῶν τοῦ κόσμου φροντίδων, καὶ γονεῖς καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ οἶκον καὶ οἰκέτας καὶ τὴν λοιπὴν κτῆσιν καταλείψαντες, πάλιν διὰ ταύτης τῆς πονηρᾶς ῥίζης λεληθότες ἐπὶ τὰ αὐτὰ ἐπιστρέφομεν, καὶ πλέον, ὃ προείρηται, τῶν βιωτικῶν ταῦτα μεταδιώκομεν, καὶ λοιπὸν ἐκ τούτων καὶ εἰς τὰ προειρημένα πάθη τῆς κακίας περιπίπτομεν, καὶ συκοφαντίας ἐπινοοῦμεν, καὶ τὴν τρυφὴν καὶ τὴν ἀνάπαυσιν ἐπιζητοῦμεν, καὶ διὰ πολλῶν ὁδῶν εἰς τὴν κάμινον τῆς γεέννης κατασπεύδομεν εἰσελθεῖν καὶ τὸ αἰώνιον πῦρ ἑαυτοῖς πορίσασθαι; Τοῦ Κυρίου εἰπόντος ὅτι στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, ἡμεῖς δὲ ταύτην ἀφέντες τῷ τῆς ἀπωλείας πλάτει ἑαυτοὺς ἐκδίδομεν. Καὶ πάλιν εἰπόντος αὐτοῦ, ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε, τὴν ἀνάπαυσιν ἐπιζητοῦμεν.

Τί οὖν ἀπολογησόμεθα τῷ ταῦτα ἡμῖν νομοθετήσαντι; Τί αὐτῷ ἐροῦμεν ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ; Τὴν τῶν πραγμάτων φροντίδα προβαλλόμεθα; Ἀλλὰ προεῖπεν ὅτι οὐδὲν ὠφελεῖται ἄνθρωπος, ἐὰν κερδήσῃ ὅλον τὸν κόσμον καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ. Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;

Τί δὲ ἡμᾶς ὠφελήσει πρόσκαιρος ἀνάπαυσις; Οὐχὶ τὸ σκότος ἡμῖν προξενήσει καὶ τὸν σκώληκα τὸν ἀκοίμητον καὶ τὸν βρυγμὸν τῶν ὀδόντων, καὶ μετὰ τῶν πόρνων καὶ πάντων τῶν ἐν ἀσελγείᾳ ζησάντων κατατάξει ἡμᾶς; Λοιπὸν γὰρ ἀνάγκη ἐκ τῆς ἀτόπου ταύτης τρυφῆς καὶ τῆς ἀνέσεως καὶ εἰς τοὺς τῆς ἀκολασίας περιπίπτειν ἡμᾶς λογισμούς. Ὥσπερ γὰρ πῦρ ἄνευ ξύλων καὶ τῆς λοιπῆς ὕλης οὐ δύναται καίεσθαι, οὕτως καὶ ἡ ἀσθενὴς ἡμῶν καὶ ἐπίβουλος σάρξ, ἐὰν μὴ βαρῆται τῷ κόρῳ, οὐκ ἐξάπτεται εἰς ἐπιθυμίαν, ἀλλὰ μένει ἠρεμοῦσα καὶ τῷ τοῦ Κυρίου θελήματι πειθομένη. Διὰ τοῦτο οἱ Ἅγιοι πᾶσαν τὴν πρόσκαιρον ἀνάπαυσιν ἐμίσησαν, καὶ πρὸς οὐδὲν τῶν τοῦ κόσμου πραγμάτων ἠνέσχοντο, ἀλλ᾽ ἐν στενοχωρίαις καὶ νηστείαις καὶ ἀγρυπνίαις καὶ ταῖς λοιπαῖς σκληραγωγίαις τὸν πάντα χρόνον τῆς ζωῆς αὐτῶν ἐτέλεσαν. Διὰ τοῦτο καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἠξιώθησαν καὶ εἰς αἰῶνα αἰῶνος ἀναπαύονται.

Διό, παρακαλῶ, τούτων καὶ ἡμεῖς μιμηταὶ γενώμεθα, ζηλοῦντες αὐτῶν τὰς ἀρετάς, τουτέστι τὴν εἰς τὸν Θεὸν καὶ τὸν πλησίον ἀγάπην, τὴν ταπεινοφροσύνην, τὴν πρᾳότητα, τὴν ἐγκράτειαν, τὴν ὑπομονήν, τὴν εὐχήν, τὴν ἀκτημοσύνην, τὴν ἀκακίαν, τὸ ἀόργητον, τὸ ἀμνησίκακον, τὸ ἀτάραχον, τὸ ἄδολον, τὸ ἀκενόδοξον, τὸ ἀπερίσπαστον ἦθος, τὸ ἀμέριμνον, τὸ ἄοκνον ἐν ταῖς προσευχαῖς καὶ εἰς πᾶν ἔργον ἀγαθόν, τὸ ἑτοίμους εἶναι πρὸς πάντα κίνδυνον καὶ πειρασμόν, τὸ ἐπιεικὲς αὐτῶν, τὸ συμπαθές, τὸ εὔσπλαγχνον· ἵνα διὰ τούτων πάντων τῶν καλῶν ἔργων σὺν αὐτοῖς καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσωμεν.

Ναί, ἀγαπητοί· ναί, πατέρες καὶ ἀδελφοί, μὴ ἀμελήσωμεν· σπουδάσωμεν ἐκλυτρῶσαι ἑαυτοὺς ἀπὸ τῶν τοῦ κόσμου δεσμῶν καὶ μετὰ τῶν καλῶς ἀγωνισαμένων Ἁγίων καὶ τῶν νῦν ἀγωνιζομένων στεφανωθῆναι παρὰ τοῦ Σωτῆρος.

Ἀποταξώμεθα οὖν πάσαις ταῖς τῆς σαρκὸς φρονήσεσι, διότι ἐχθροὺς ἡμᾶς καθιστᾷ τοῦ Θεοῦ· τὸ γὰρ φρόνημα, φησί, τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται. Μισήσωμεν τὴν τοῦ κόσμου φιλίαν, διότι καὶ αὕτη ἐχθροὺς ἡμᾶς ποιεῖ τοῦ Θεοῦ. Ὃς ἄν, φησί, βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται. Ἀπορρίψωμεν τὸ τοῦ κόσμου βάρος καὶ βαστάζωμεν τὸν σταυρὸν ἡμῶν καὶ ἀκολουθήσωμεν τὸν σταυρὸν τοῦ Κυρίου.

Μὴ ἐκκλίνωμεν ταύτης τῆς καλῆς ὁδοῦ, δεξιὰς ἢ ἀριστεράς. Αὐτὸς γάρ ἐστιν ἡ ὁδὸς Ἰησοῦς Χριστός, ὁ λέγων· ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Ταύτην οὖν βαδίσωμεν τὴν ὁδὸν τὴν στενὴν καὶ τεθλιμμένην, ἵνα τὴν αἰώνιον ζωὴν ἀπολαύωμεν, ἥτις ἐστὶν ὁ Χριστός. Πάντες γὰρ οἱ δίκαιοι διὰ ταύτης παρῆλθον. Διὸ καὶ ὁ Προφήτης λέγει· πολλαὶ αἱ θλίψεις τῶν δικαίων.

Εἰ οὖν οἱ Ἅγιοι διὰ πολλῶν θλίψεων τὴν τῶν οὐρανῶν βασιλείαν κληρονομοῦσιν, ἡμεῖς ἐν ἀνομίαις καὶ ἐν ἀναπαύσεσι καὶ τρυφῇ καὶ κοσμικῶν πραγμάτων φορτίῳ βαρούμενοι, ταύτην προσδοκῶμεν ἀπολήψεσθαι; Καὶ πῶς δυνατόν;

Ὥσπερ γὰρ διὰ στενῆς πάνυ ὁδοῦ καὶ κρημνώδους φορτίον βαστάζων τις οὐ δύναται διαβῆναι, κωλύεται γὰρ ὑπὸ τῆς στενότητος, οὕτω δὴ καὶ ὁ φορτισθεὶς τοῖς τοῦ κόσμου πράγμασι δυσχεραίνει αὐτὴν φθάσαι εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

Τὸ δυσχερὲς γὰρ τῆς σωτηρίας τῶν πολυκτημόνων ὁ Κύριος δηλῶν, καὶ τὴν τελείαν ἡμῖν ὑποδεικνὺς μεγαλοψυχίαν, ἔλεγε· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν! Ὅτε γὰρ προῆλθεν ὁ νεανίσκος ἐκεῖνος τῷ Κυρίῳ ἐρωτῶν περὶ τῆς αἰωνίου ζωῆς, λέγων· διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσω, ἵνα ἔχω ζωὴν αἰώνιον; Ἔφη αὐτῷ ὁ Κύριος· τὰς ἐντολὰς οἶδας· τὸ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐκ ἐπιορκήσεις, οὐ ψευδομαρτυρήσεις, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. Εἰπόντος δὲ ἐκείνου· ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ; Καὶ θέλων ὁ Κύριος δεῖξαι ὅτι οὔτε ἐκεῖνα, ἃ ἔδειξεν, ἐφύλαξεν, ἔφη αὐτῷ· εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι. Ὁ δὲ τῷ βάρει τῶν κτημάτων ἀγχόμενος, τῇ ἐπιθυμίᾳ δεθεὶς καὶ διὰ ταῦτα ὑπὸ λύπης κεντούμενος, οὐκ ἠβουλήθη ἀκόλουθος τοῦ Κυρίου γενέσθαι, οὐδὲ τὸν θησαυρὸν ἠθέλησε τὸν οὐράνιον κτήσασθαι, ἀλλ᾽ ἀπῆλθε λυπούμενος· καὶ τὴν αἰτίαν δὲ τιθεὶς ὁ Εὐαγγελιστὴς λέγει· ἦν γὰρ ἔχων κτήματα πολλά.

Ὁρᾶτε, ἀγαπητοί, πόσων κατορθωμάτων ἐμπόδιον ἡ πολυκτημοσύνη γεγένηται, καὶ οὐκ εἴασεν αὐτὸν ἀκόλουθον γενέσθαι τοῦ Κυρίου, ἀλλὰ καὶ ἃ ἐδόκει κατορθοῦν, ἡ πολλὴ κτῆσις ἠχρείωσε. Διὰ τοῦτο πάλιν ὁ Κύριος ἔλεγεν· εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τί οὖν τοῦτο τὸ κώλυμα οὐ περιαιροῦμεν ἀφ᾽ ἑαυτῶν, καὶ λαμβάνομεν τὸν σταυρὸν ἡμῶν, καὶ ἀκολουθοῦμεν τῷ Σωτῆρι, μὴ βλέποντες εἰς τὰ ὀπίσω, ὥσπερ ἡ γυνὴ τοῦ Λώτ, ἥτις ἕστηκεν ὑπόδειγμα ἀπιστίας στήλη ἁλὸς ἕως τῆς σήμερον; Καὶ ὁ Κύριός φησι· οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ᾽ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τὸ δὲ βλέπειν εἰς τὰ ὀπίσω οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ στραφῆναι εἰς τὰ τοῦ κόσμου πράγματα, καὶ ἃ ἐδόξαμεν καταλύειν, διὰ τὴν πρόσκαιρον ἀνάπαυσιν οἰκοδομοῦμεν, πανταχόθεν ἑαυτοὺς παραβάτας συνιστῶντες, ὥς φησιν ἀπόστολος Παῦλος· εἰ γάρ, ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. Τί οὖν δοκοῦμεν, ὅτι παραβαίνοντες αὐτοῦ τὰς ἐντολὰς τῆς βασιλείας ἀξιωθῆναι ἔχομεν, καὶ οὐχὶ μᾶλλον κατακρινόμεθα εἰς τὴν γέενναν τοῦ πυρός;

Δεῦτε οὖν, ἀγαπητοί, ὡς ἔτι καιρὸς ὑπάρχει σωτηρίας, σπουδάσωμεν ἀποθέσθαι πᾶσαν ῥυπαρίαν καὶ πᾶσαν κακίαν, καὶ ἀγωνισώμεθα τὸν καλὸν ἀγῶνα, ἵνα τῆς αἰωνίου ζωῆς ἐπιλαβώμεθα, εἰς ἣν καὶ ἐκλήθημεν, καὶ ὡμολογήσαμεν τὴν καλὴν ὁμολογίαν, εἰληφότες τὸ τῆς ἁγιωσύνης σχῆμα. Ἀξίως οὖν περιπατήσωμεν τῆς κλήσεως ταύτης, καὶ μετὰ πάσης ταπεινοφροσύνης καὶ μακροθυμίας ἀνεχώμεθα ἀλλήλων ἐν τῇ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀγάπῃ, καὶ σπουδάσωμεν τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν 〈τῷ〉 συνδέσμῳ τῆς εἰρήνης. Μηδὲν κατὰ ἐρίθειαν ἢ κενοδοξίαν ποιήσωμεν. Μὴ φύῃ ἐν ἡμῖν ῥίζα πικρίας, μηδὲ δουλώσωμεν ἑαυτοὺς τοῖς πονηροῖς πάθεσι, τουτέστι τῇ γαστριμαργίᾳ, ἥτις ἐστὶ μήτηρ ἀκολασίας. Μηδεὶς ἡμῶν τὸν Ἠσαῦ μιμείσθω, ὅστις κόπρον ἐντέρων ἀγαπήσας τὰ πρωτοτόκια αὐτοῦ ἀπέδοτο, θεὸν τὴν κοιλίαν αὐτοῦ λογισάμενος. Τὰ γὰρ τῷ Θεῷ ἀφιερωθέντα, ταῦτα τῇ γαστριμαργίᾳ προέδωκε, βεβηλωθεὶς ἐν τούτοις καὶ τοῦ Θεοῦ ἀλλότριος γενόμενος. Μὴ οὖν ὁμοιωθῶμεν αὐτῷ, ὅστις πόρνος καὶ βέβηλος ὑπὸ τοῦ Ἀποστόλου ὠνομάσθη. Φησὶ γάρ, οὐδεὶς πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ἀλλὰ τὸν ἁπλοῦν καὶ ἄκακον τοῦ Ἰακὼβ ζηλώσωμεν βίον, ἵνα σὺν αὐτῷ τὴν εὐλογίαν κληρονομήσωμεν· ἦν γάρ, φησί, Ἰακὼβ ὡς ἄπλαστος, οἰκῶν ἐν οἰκίᾳ.

Ναὶ οὖν, ἀγαπητοί, μὴ ἀμελήσωμεν τῶν ψυχῶν ἡμῶν, ὅτι οὐδέν ἐστιν ἀντάλλαγμα ψυχῆς. Προθύμως ὑπομείνωμεν τοὺς πειρασμοὺς καὶ πᾶσαν θλῖψιν καὶ στενοχωρίαν. Καταδαμάσωμεν τὸ σῶμα δουλαγωγοῦντες αὐτὸ ἐν νηστείαις ἀκροτάταις καὶ ὁλονύκτοις ἀγρυπνίαις· ἐν χαμοκοιτίαις καὶ κόποις καὶ τῇ λοιπῇ σκληραγωγίᾳ, ἵνα ἡ ψυχὴ ἡμῶν ἀνανεοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Λέγει γὰρ Παῦλος ὁ ἀπόστολος· ὅσον ἡμῶν ὁ ἔξω ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσω ἀνακαινοῦται ἡμέραν ἐξ ἡμέρας. Καὶ πάλιν λέγει· τὸ γὰρ παραυτίκα τῶν θλίψεων ἐλαφρὸν αἰώνιον δόξαν κατεργάζεται, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.