Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸ Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε καὶ περὶ τελειότητος ἀνθρώπου

Ἐφραίμ ὁ Σύρος

Οι θλίψεις, οι διωγμοί και η υπομονή των Προφητών

Εξιστόρηση των πειρασμών και της υπομονής του Δαβίδ, καθώς και των προφητών Σαμουήλ, Ηλία, Ιερεμία, Ησαΐα, Δανιήλ και των Τριών Παίδων εν καμίνω.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 7

Τὰς δὲ τοῦ Σαμουὴλ θλίψεις τε καὶ πειρασμούς, τίς ἱκανὸς διηγήσασθαι; Τὰς τοῦ λαοῦ ἀντιλογίας, ὅτε ἐπεγειρόμενοι κατ᾽ αὐτοῦ, μᾶλλον δὲ κατὰ τοῦ Θεοῦ, αἰτοῦντες βασιλέα; Πόσοι ὀδυρμοί, πόσαι θλίψεις τῷ δικαίῳ, ὅτε αὐτὸν ἐξουθένουν; Ὡς λέγειν τὸν Θεόν· οὐ σὲ ἐξουθένωσαν, ἀλλ᾽ ἐμέ. Τί δὲ ὅτε ὁ χρισθεὶς βασιλεὺς ὑπ᾽ αὐτοῦ παρέβη τὴν ἐντολὴν τοῦ Θεοῦ καὶ περιεποιήσατο τὸν τῶν ἀλλοφύλων βασιλέα, τοῦ Θεοῦ κελεύσαντος ἀναιρεθῆναι αὐτόν; Πόσα δάκρυα, πόσοι κλαυθμοί;

Τί δὲ ὁ βασιλεὺς καὶ προφήτης Δαυΐδ; Ποίαν εὑρίσκεις αὐτὸν ἀνάπαυσιν ἐσχηκότα ἐπὶ τῆς γῆς; Τίς τούτου ὀδυνηρότερον καὶ θλιβερώτερον ἔζησε βίον ἐπὶ τῆς γῆς; Τίς τούτου τοὺς κινδύνους καὶ θλίψεις καὶ ὀδυρμοὺς ἀριθμῆσαι δυνήσεται;

Μόνον οἱ καλῶς φιλοπονοῦντες ἐν ταῖς Γραφαῖς καὶ τὴν τῶν ψαλμῶν μετὰ καλῆς κατανοήσεως διεξερχόμενοι βίβλον, οὗτοι ἴσασιν ὅτι οὐδέποτε ἔλειπε τῷ δικαίῳ κλαυθμός, ἀλλὰ ποτὲ μὲν τὴν στρωμνὴν τοῖς δάκρυσιν ἔβρεχε, ποτὲ δὲ ἔλεγεν· ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτός· ποτὲ δὲ καὶ τὸ ἐσθίειν ἐπιλανθανόμενος· ἐπελαθόμην γάρ, φησί, τοῦ φαγεῖν τὸν ἄρτον μου, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων. Καὶ τί λέγειν θέλω τὰς ἐν τοῖς ψαλμοῖς αὐτοῦ ἀναγεγραμμένας θλίψεις; Εὐχόμενος γὰρ ἔλεγεν· αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν· ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με. Τότε δὲ ὅτε εὐεργετηθεὶς παρ᾽ αὐτοῦ καὶ τῆς χάριτος τοῦ Θεοῦ, καὶ τῶν ἀλλοφύλων ῥυσθείς· ὅτε οὐκ ἐπαύετο καταδιώκων αὐτὸν ὁ Σαοὺλ καὶ ζητῶν ἀνελεῖν αὐτόν, μηδὲν ἔχων παρ᾽ αὐτοῦ φαῦλον, ἀλλὰ φθόνῳ δεινῷ ληφθείς. Τί δὲ ὅτε Σεμεῒ κατηρᾶτο καὶ ἐξουθένει καὶ ἐλίθαζεν ἐν λίθοις; Τότε δὲ ὅτε 〈ὁ〉 ἐξεληλυθὼς ἐξ αὐτοῦ κατεδίωκεν αὐτὸν καὶ ἔσπευδεν ἀνελεῖν αὐτόν; Τί δὲ ὅτε τὴν ἀσεβεστάτην ἐκείνην ἐτόλμησε τόλμην καὶ τὴν μανίαν ἐκείνην ἐμάνη κατὰ τῶν γυναικῶν τοῦ πατρὸς αὐτοῦ, ἐξουθενῶν αὐτόν; Πόσαι θλίψεις καὶ ὀδύναι ταῦτα; Ἀλλὰ ταῦτα πάντα ὑπέμεινε διὰ τὴν αἰώνιον ζωήν· καὶ ἔλεγεν· ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Ὅθεν ὑπὲρ πάντας ἀνθρώπους ἐδοξάσθη, πατὴρ Χριστοῦ προσαγορευθεὶς 〈διὰ〉 τῆς ἐνσάρκου οἰκονομίας τῆς ἁγίας Παρθένου, γενομένης τῆς τοῦ Σωτῆρος ἐνανθρωπήσεως, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἐγένετο κληρονόμος, πάντα τὸν τῆς ζωῆς αὐτοῦ χρόνον διὰ θλίψεως παρελθών.

Περὶ δὲ τῆς τοῦ μακαρίου Ἠλία πολιτείας, τίς διηγήσασθαι δύναται; Οὗτος γὰρ οὕτως ἐπολιτεύσατο ἐπὶ τῆς γῆς, ὡς πρὸ τῆς μεταθέσεως ἡγεῖσθαι αὐτὸν ὅτι ἐν οὐρανοῖς διάγειν καὶ μετὰ τῶν ἀσωμάτων Ἀγγέλων πολιτεύεσθαι· 〈ὁ〉 μηδὲν ὅλως κτησάμενος ἐπὶ τῆς γῆς· ὁ μηλωτὴν μόνην περικείμενος καὶ τοῖς τὰ διαδήματα καὶ τὰς ἀλουργίδας περιβεβλημένοις φοβερὸς φαινόμενος, οὐκ ἰσχύϊ σώματος, ἀλλὰ τῆς ἀκτημοσύνης καὶ ἐγκρατείας τῇ δυνάμει, καὶ τῇ τοῦ παναγίου Πνεύματος χάριτι, ἥνπερ διὰ τῆς καλῆς πολιτείας ἐκτήσατο· ὁ μηδὲν ἔχων, καὶ πάντα κατέχων· ὁ πᾶσαν τοῦ αἰῶνος τούτου τὴν ἀνάπαυσιν ἀρνησάμενος· ὁ τὸν ποταμὸν προστάγματι διελών· ὁ τὸν οὐρανὸν κελεύων μὴ βρέχειν ὑετὸν ἐπὶ τὴν γῆν ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ· ὁ πᾶσαν τὴν ματαίαν δόξαν τοῦ αἰῶνος τούτου φυγών· ὁ τῇ δρόσῳ τῆς ἐγκρατείας κατασβέσας τὴν φλόγα τῆς ἁμαρτίας· ὁ μηδὲν σαρκικὸν φρονήσας ποτέ· ὁ τὴν βλάβην τῶν ψευδωνύμων ἐλέγξας καὶ τοὺς τοῦ Βάαλ ἱερεῖς κατασφάξας· ὁ τρίτον ἐξ οὐρανοῦ πῦρ κατελθεῖν κελεύσας, καὶ κατακαύσας τοὺς ἀπίστους, καὶ τὸν βασιλέα ἐλέγξας ἐπὶ διαστροφῇ· ὁ τὴν τηλικαύτην ἔχων παρρησίαν καὶ ἐλευθεροστομίαν· ὁ δήσας τὰς νεφέλας.

Οὕτως ὁ τοσοῦτος καὶ τηλικοῦτος ἄνευ θλίψεων καὶ πειρασμῶν οὐκ ἐβίωσεν ἐπὶ τῆς γῆς, ἀλλὰ μετὰ τοσούτων θαυμάτων ἐπίδειξιν, διὰ τὸν τῆς γυναικὸς φόβον, φυγὰς καὶ μετανάστης ἐγένετο, καὶ τεσσαράκοντα ἡμερῶν ὁδὸν μετὰ νηστείας ἐξανύειν ἠναγκάζετο, καὶ οὐδὲ οὕτως ἀνέσεως ἔτυχεν, ἀλλὰ πάλιν πειρασμὸς ἕτερος αὐτὸν διαδέχεται, ὁ τοῦ παιδὸς τῆς χήρας θάνατος, ὅτι μετὰ τὴν ἀγαθότητα τῆς φιλοξενίας ἡ μακαρία ἐκείνη τὸν παῖδα ἐθεώρει τεθνεῶτα, καὶ μισθὸν εὐλογίας προσδοκῶσα ἀπολαβεῖν παρὰ τοῦ προφήτου, τὸ πάντων αὐτῇ ὀδυνηρότερον ἀπελάμβανεν· ὃ γὰρ προσεδόκα κεκτῆσθαι τοῦ βίου παραμύθιον, τοῦτον ἐπὶ τῇ τοῦ προφήτου παρουσίᾳ ἦν ἀποβαλοῦσα.

Πόση θλῖψις τότε τῷ προφήτῃ; Πόση ἀτονία; Ἀπῄτει γὰρ τὸν παῖδα ἑαυτῆς ἡ γυνή, καὶ ὁ δήσας νεφέλας παρὰ ταύτης συνείχετο ζητούμενος τὸν παῖδα. Ὅθεν διοχλούμενος ὑπ᾽ αὐτῆς περιεπτύξατο τὸν παῖδα στόμα πρὸς στόμα ἑπτάκις, καὶ τὸν Θεὸν ἐκτενῶς ἱκετεύσας ἀπέδωκε τῇ τεκούσῃ τὸν παῖδα, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν· εἶχε γὰρ συμπράττουσαν αὐτῷ τὴν νηστείαν καὶ τὴν ἀκτημοσύνην.

Εἴδετε, ἀδελφοί, τὴν ἰσχὺν τῆς ἀκτημοσύνης καὶ τῆς ἐγκρατείας· πῶς καὶ τὸν θάνατον ἔλυσε καὶ ζωὴν τῷ παιδὶ ἐχαρίσατο, καὶ πειρασμῶν καὶ κινδύνων ἐρρύσατο καὶ ἐν ἅρματι πυρίνῳ πρὸς τὸν Δεσπότην ἀνατρέχειν παρεσκεύασε, μηδὲν ὑπὸ τοῦ πυρὸς ἀδικούμενος. Καὶ ἐπειδὴ ὁ βίος αὐτοῦ ὑπὸ τῆς ἐγκρατείας καὶ τῆς ἁγνείας καὶ τῆς τοῦ Θεοῦ χάριτος ἐδροσίζετο, [καὶ] διὰ τούτων καὶ τῶν λοιπῶν ἀρετῶν, ἔτι ἐν σαρκὶ ὤν, μετὰ τῶν ἀσωμάτων Ἀγγέλων ἐπολιτεύετο.

Οὕτω καὶ ἡμεῖς σπουδάσωμεν κτήσασθαι τὸ κτῆμα πλούσιον, τὴν ἐγκράτειαν καὶ τὴν ἀκτημοσύνην, ἵνα καὶ ἡμᾶς μεταστήσῃ ἀπὸ τῆς φθαρτῆς εἰς τὴν ἄφθαρτον καὶ αἰώνιον ζωήν. Ἱερεμίας ὁ προφήτης ἀπὸ μήτρας ἡγιάσθη· λέγει γὰρ πρὸς αὐτὸν ὁ Θεός· πρὸ τοῦ με πλάσαι σε, ἐπίσταμαί σε· καὶ πρὸ τοῦ ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε. Τούτῳ καὶ ἐξουσίαν ἔδωκεν ἐκριζοῖν καὶ κακοῦν καὶ ἀπολλύειν, ὡσαύτως ἀνοικοδομεῖν καὶ καταφυτεύειν. Καὶ βλέπετε ὅτι οὐδὲ οὗτος ἄνευ θλίψεων παρῆλθε τὸν παρόντα βίον, καίτοιγε ὀδυνηρότερον καὶ θλιβερώτερον αὐτοῦ οὐδεὶς ἔζησε βίον, ὡς καὶ τοσούτους αὐτὸν ἀναγράψασθαι θρήνους. Ὥστε, εἰ δεήσει κατανύξει καταμαθεῖν εὐαρέστως τῷ Θεῷ πολιτεύεσθαι, τὸν ἐκείνου βίον ὀφείλομεν ἀναζωγραφεῖν καὶ μιμεῖσθαι· ὁ γὰρ μακάριος πολλὴν ἐκέκτητο ταπεινοφροσύνην καὶ ἀγάπην εἰς τὸν Θεὸν καὶ εἰς τὸν πλησίον.

Τίς δὲ ἱκανὸς πρὸς τοσοῦτον ὄγκον ἀναβῆναι ἀρετῶν καὶ ταῦτα ἐπαξίως διηγήσασθαι; Οὗτινος ἡ πίστις καὶ τὴν ἀνθρωπίνην φύσιν ἐνίκησε· τὴν γὰρ κοσμικὴν πᾶσαν ἠρνήσατο δόξαν, καὶ τὴν τοῦ Κυρίου ταπείνωσιν, ἣν δι᾽ ἡμᾶς τοὺς ἁμαρτωλοὺς ἐπέδειξεν, πλούσιος ὤν, δι᾽ ἡμᾶς πτωχεύσας, καὶ τῶν ἁπάντων Κύριος ὢν καὶ Θεός, τὴν τοῦ δούλου κατηξίωσε μορφὴν ἀναλαβεῖν, καὶ ὁ ἐπὶ τῶν Χερουβεὶμ καθήμενος καὶ ὑπὸ πάσης στρατιᾶς ἀγγελικῆς καὶ ἀρχαγγελικῆς ἀκαταπαύστως δοξολογούμενος τοῖς ἀνθρώποις συνανεστράφη, ταύτην ὁ Ἱερεμίας προφητικῶς ἡμῖν προεμήνυσεν, οὐ μόνον λόγοις, ἀλλὰ καὶ τοῖς ἔργοις δεικνύων. Τοῦ γὰρ Θεοῦ προχειριζομένου αὐτῷ τὸ τῆς προφητείας ἀξίωμα, ἔλεγε· Κύριε, οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερός εἰμι· ἀνάξιον ἑαυτὸν λογιζόμενος τοῦ τῆς προφητείας ἀξιώματος· οὐ γὰρ τὸν κόπον παραιτούμενος, ἀλλὰ ταπεινοφροσύνην προσκείμενος. Ὅθεν λέγοντος, ὅτι οὐ δύναμαι λαλεῖν, ὅτι νεώτερός εἰμι, ὁ Θεὸς τὴν μὲν ταπεινοφροσύνην ἀποδεχόμενος, τὴν δὲ προθυμίαν αὐτοῦ αὐξάνων, ἔλεγε· μὴ λέγε, ὅτι νεώτερός εἰμι ἐγώ· ὅτι πρὸς πάντας, οὓς ἐὰν ἐξαποστελῶ σε, πορεύσῃ.

Καὶ οὕτως ὁ εὐλογημένος ὑπήκοος Θεοῦ ἄνευ πειρασμῶν καὶ κινδύνων μίαν ὥραν οὐκ ἐποίησεν ἐπὶ τῆς γῆς, ἀλλὰ διὰ παντὸς ἦν θλιβόμενος, βλέπων τοὺς οὕτως ἀγαπωμένους ὑπ᾽ αὐτοῦ παρανομοῦντας καὶ ἐκκλίναντας ἀπὸ τοῦ Θεοῦ ποιήσαντος αὐτούς, λέγοντας πρὸς αὐτόν· οὐ μὴ προφητεύσεις ἐπὶ τῷ ὀνόματι Κυρίου. Καὶ μυρίας θλίψεις ὑπ᾽ αὐτῶν ὑπομένων, ἀμνησικάκως εἶχε τὰ πρὸς αὐτοὺς καὶ οὐκ ἐπαύετο προσευχόμενος καὶ ἀξιῶν τὸν Θεὸν περὶ σωτηρίας αὐτῶν, ὡς λέγειν αὐτῷ τὸν Θεόν· καὶ σύ, φησί, μὴ προσεύχου περὶ αὐτῶν, μηδὲ ἀξίου τοῦ ἐλεηθῆναι αὐτούς.

Τοῦτον τὸν μακάριον οὕτω προσευχόμενον ἔσυραν εἰς τὸ κατακρημνῆσαι καὶ ἐκβαλεῖν τὸν ἐγκέφαλον αὐτοῦ· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ εἰς λάκκον βορβόρου ἔβαλον αὐτὸν ἐν τῷ καταρράκτῃ εἰς τὸ ἐκτρῖψαι τὴν ζωὴν αὐτοῦ. Καὶ πάντα ὑπέμεινε διὰ τὴν εἰς Θεὸν ἐλπίδα, μηδέποτε ἀνάπαυσιν δοὺς τῇ σαρκί, μηδὲν κτησάμενος ἐπὶ τῆς γῆς· περίζωμα γὰρ λινοῦν κτήσασθαι ἐπετράπη παρὰ τοῦ Θεοῦ, καὶ τοῦτο πάλιν ἐπὶ τὸν Εὐφράτην ἐπὶ τῇ τρυμαλιᾷ κατακρύπτειν ἠναγκάζετο, καὶ πάλιν λαμβάνειν αὐτὸ ἐκεῖθεν διεφθαρμένον, τὴν τῶν ἰσχυρῶν Ἰσραηλιτῶν διαφθορὰν δηλῶν. Ὁμοίως καὶ τοὺς κλοιοὺς ξυλίνους περιετίθετο, καὶ πᾶσαν θλῖψιν ὑπομένειν ἠναγκάζετο διὰ τὴν τῶν αἰωνίων ἀγαθῶν προσδοκίαν.

Καὶ ἵνα μὴ πολλοὺς λόγους γράφωμεν, μηδὲν ἄξιον εἰπεῖν τῶν Ἁγίων δυνάμενοι, τὰ λοιπὰ παρίημι· πάντες γὰρ οἱ Ἅγιοι ἐν τούτοις ἐπειράσθησαν τοῖς ἀγῶσι διὰ πειρασμῶν ζήσαντες τὸν ἅπαντα χρόνον. Ἠσαΐας μὲν γυμνὸς καὶ ἀνυπόδετος τριετῆ χρόνον ἐποίησεν· ὁ μέγας τῆς τοῦ Σωτῆρος οἰκονομίας μηνυτής· ὁ τὸν Δεσπότην ἐπὶ τῶν Χερουβεὶμ θεάσασθαι καταξιωθείς· ὁ τῶν ἁμαρτιῶν ἡμῶν ἄφεσιν διὰ τοῦ ἀθανάτου σώματος τοῦ Δεσπότου Χριστοῦ εὐαγγελισάμενος ἡμῖν, μετὰ πάσης ταπεινοφροσύνης λέγων· ὢ τάλας ἐγώ, ὅτι κατανένυγμαι· καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ τοῦ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ καὶ τὸν Βασιλέα Κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου.

Ὅθεν θεασάμενος αὐτοῦ ὁ Θεὸς τὴν ταπεινοφροσύνην, ὑπέδειξεν αὐτῷ τὴν τῶν φρικτῶν μυστηρίων δύναμιν· ἀπεστάλη γάρ, φησίν, ἓν τῶν Σεραφεὶμ πρός με ἔχων ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπέ μοι· τοῦτο νῦν ἥψατο τῶν χειλέων σου, καὶ περιελεῖ ἀπὸ σοῦ τὰς ἁμαρτίας σου.

Οὗτος οὖν ὁ ἔνδοξος, ὁ τῆς ἀνεξιχνιάστου θέας καταξιωθείς, ἴδωμεν εἰ ἐν κόσμῳ τούτῳ ἀνάπαυσιν εἶδε, καὶ οὐ μᾶλλον διὰ κινδύνων καὶ πειρασμῶν τὸν ἅπαντα χρόνον τῆς ζωῆς αὐτοῦ διετέλεσεν. Ὁ γὰρ γυμνὸς καὶ ἀνυπόδετος πορευόμενος, καὶ μετὰ ξυλίνῳ πρίονι πρισθείς, ποίαν ἀνάπαυσιν εἶδεν ἐν τῷ παρόντι;

Ταῦτα δὲ ὑπέμεινεν, ἵνα φθάσῃ τὴν ἄλυπον καὶ ἀνώδυνον ζωήν, ἣν αὐτὸς ἐμήνυσε περὶ τῆς μελλούσης ζωῆς, ὅπου ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός· καὶ ἐνταῦθα τὰ λυπηρὰ καὶ ἐπώδυνα προθύμως ὑπομείνας ἔφθασεν εἰς τὸν ἀνώδυνον καὶ ἄλυπον βίον.

Τί δέ τις εἴποι τοὺς μετ᾽ αὐτόν; Δανιὴλ οὐ νηστείαις καὶ προσευχαῖς σχολάζων, καὶ ὑπὲρ τούτων τῶν ἀρετῶν καὶ ὑπὲρ τῶν ἑρμηνειῶν ἐκείνων τῶν φρικτῶν εἰς λάκκον λεόντων ἐνεβλήθη, καὶ μυρία κακὰ ὑπέστη διὰ τὴν ἐν οὐρανοῖς ἀποκειμένην μακαριότητα; Ὅθεν καὶ μέλλουσαν ἔσεσθαι κρίσιν ἐθεάσατο· ἐθεώρουν γάρ, φησίν, ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθισε. Τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών· ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός· οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς εἶλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες παρεστήκεσαν αὐτῷ· κριτήριον ἐκάθισε, καὶ βίβλοι ἀνεῴχθησαν. Εἶτα λέγει· ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη [αὐτῷ], καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ ἐξουσία, καὶ πάντες λαοί, φυλαὶ καὶ γλῶσσαι δουλεύσουσιν αὐτῷ· καὶ ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται.

Ἔφριξε τὸ πνεῦμά μου, ἐγὼ Δανιήλ, ἐν τῇ ἕξει μου, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάρασσόν με. Οὗτος οὖν ὁ οὕτως καθαρὸς ἄνευ πειρασμῶν καὶ θλίψεων οὐκ ἐγένετο ἐπὶ τῆς γῆς· καὶ ἡμεῖς ἄνευ κόπου καὶ τῆς λοιπῆς σκληραγωγίας τὴν βασιλείαν καὶ τὰ ἐν αὐτῇ ἀποκείμενα ἀγαθὰ προσδοκῶμεν;

Καὶ τίς ἡμᾶς ἐπαινέσει τοιαῦτα φρονοῦντας; Εἰ γὰρ ἦν ἐκτὸς θλίψεως καὶ πειρασμῶν καὶ τῆς τῶν λοιπῶν ἀρετῶν ὑπομονῆς, ταύτην ἀπολαμβάνειν, τίνος συνεχώρει ὁ Θεὸς τοσούτους κινδύνους καὶ πειρασμοὺς καὶ στενοχωρίας ὑπομένειν τοὺς Ἁγίους, καὶ μὴ ἐν ἀδείᾳ καὶ τρυφῇ διάγειν πάντας; Εἰ ταῦτα λογιζόμεθα, καί τινες τῶν ἀπίστων θεωροῦσιν ἡμᾶς οὕτω διακειμένους, ἐροῦσιν· οὐκοῦν ἐμίσησε τοὺς Ἁγίους ὁ Θεὸς ὑμῶν [φησί]. Εἰ γὰρ ἦν ἐκτὸς θλίψεων καὶ πειρασμῶν βασιλεύειν ἐν οὐρανῷ, τίνος ἕνεκεν εἴασεν αὐτοὺς ἐν ταλαιπωρίαις καὶ στενοχωρίαις καὶ τοῖς κινδύνοις καὶ τοῖς ποικίλοις πειρασμοῖς;

Ὢ πολλῆς ἀφοβίας! Ὢ πολλῆς καταφρονήσεως! Ὢ πολλῆς βλακείας καὶ πωρώσεως! Δέον γὰρ ἡμᾶς πενθεῖν ἐπὶ τῇ πωρώσει τῶν καρδιῶν ἡμῶν, καὶ ὅτι τοσοῦτον ἀφεστήκαμεν τῆς τῶν Ἁγίων ἐλπίδος καὶ ὑπομονῆς, ἀλλὰ μᾶλλον καὶ τῶν ὀρθῶς βιούντων, καὶ καταγινώσκομεν πολλάκις διὰ τὴν πολλὴν αὐτῶν ἐπιείκειαν καὶ ταπεινοφροσύνην, ἀκτημοσύνην τε καὶ τὰς λοιπὰς ἀρετάς, καὶ πολλάκις τὴν τοιαύτην τῆς ὑπομονῆς ἀνδρείαν, νωθείαν καὶ ἀνανδρείαν ἀποκαλοῦμεν, καὶ ὀκνηρίας αὐτὴν ἔγκλημα περιβάλλομεν. Τί οὖν ποιήσομεν τοσούτοις κακοῖς ἑαυτοὺς περιπείροντες καί, κατὰ τὸν Σολομῶντα, σημεῖον ἀρετῆς οὐκ ἔχοντες ἑαυτῶν δεικνύειν, ἐν 〈δὲ〉 τῇ κακίᾳ καταδαπανᾶται ὁ βίος ἡμῶν; Καὶ οἱ μὲν Ἅγιοι διὰ τὸν Θεὸν καὶ τὴν τῶν αἰωνίων ἀγαθῶν ἀπόλαυσιν τοσούτους πειρασμοὺς καὶ κινδύνους ὑπέμειναν, ἡμεῖς δὲ καθ᾽ ἑκάστην ὑπὸ τοῦ Κυρίου εὐεργετούμενοι, ῥᾳθυμοῦμεν. Ταῦτα δὲ ἡμῖν συμβαίνει διὰ τὸ μὴ προσδοκᾶν τὴν μέλλουσαν ἔσεσθαι κρίσιν τὴν φοβερὰν ἐκείνην καὶ ἀφόρητον, ἣν μόνην ἐκείνην δείξει ὁ ἴδιος καιρός, μηδὲ ἐπιποθεῖν τὴν τῶν αἰωνίων ἀγαθῶν ἀπόλαυσιν, ἀλλὰ προστεθηκέναι τοῖς γηΐνοις καὶ ματαίοις τοῦ βίου πράγμασι τοῖς οὐκ ὠφελοῦσιν ἡμᾶς, ἀλλὰ μᾶλλον καὶ τὴν ἐσχάτην βλάβην βλάπτουσιν.

Ἀνανήψωμεν οὖν, ἀγαπητοί, καὶ ἀγωνισώμεθα, ὡς ἔχομεν καιρόν. Οὕτως ἀνέθαλλον καὶ οἱ τρεῖς Παῖδες, καὶ ὑμνοῦντες τὸν Θεὸν οὐκ ἐπαύοντο, ἀλλ᾽ ἐν τῷ πυρὶ ὄντες, ὡς εἰς εὐκτήριον οἶκον ὑπάρχοντες οὕτως διέκειντο, τὸ τῆς ὑπομονῆς ἆθλον δεικνύοντες, καὶ ὑπὲρ οὗ ἐν τῷ πυρὶ ἐνεβλήθησαν εὐχαριστοῦντες, ἀνέμελπον ὕμνους. Ἴδετε εὐγνωμοσύνην τῶν Ἁγίων! Ἴδετε ἔρωτα περὶ Θεόν, καὶ ὑπομονὴν ἀδαμαντίνην! Ἀλλὰ τί ὁ Δεσπότης ἐποίησε; Τοὺς τῷ πυρὶ ἐκείνῳ παραδοθέντας, τῷ καὶ λίθους καὶ σίδηρα καὶ πᾶσαν ἀναλίσκοντι ὕλην, καθάπερ νυμφίους ἐκ παστοῦ, οὕτως ἐποίησε προελθεῖν τοὺς Ἁγίους· οὐ γὰρ ἦν αὐτοῖς ὀσμὴ πυρός, ἀλλ᾽ ὕδωρ ἔρρει ἀνὰ τρίχας τῆς κεφαλῆς αὐτῶν.

Ταῦτα δὲ αὐτοῖς πάντα παρεῖχεν ἡ ἐγκράτεια καὶ ἡ ἀκτημοσύνη· διὰ γὰρ τῆς ἐγκρατείας τῆς φυσικῆς καμίνου πρὸ τῆς βαβυλωνίας περιεγένοντο, καὶ τὴν φλόγα τῆς ἁμαρτίας ὑπὸ τῶν σαρκικῶν ἐπιθυμιῶν ἀναπτομένην κατέσβεσαν, καὶ τὴν ἀκτημοσύνην κτησάμενοι ἐκτήσαντο τὴν οὐράνιον βασιλείαν, καὶ ἐνταῦθα ὑπὸ βασιλέως προσεκυνήθησαν, καὶ τῆς αἰωνίου ζωῆς ἀπολαύουσι. Δεῦτε οὖν καὶ ἡμεῖς, ἀγαπητοί, τούτων τὰς ἀρετὰς ζηλώσωμεν καὶ τὴν αὐτῶν βαδίζωμεν ὁδόν, ἵνα εἰς τὴν αὐτῶν καταντήσωμεν ἀνάπαυσιν.

Τί δὲ θέλω λέγειν περὶ τῶν ἐν Παλαιᾷ Διαθήκῃ Ἁγίων ἀγωνισαμένων, οἷς ὁ Ἀπόστολος ἐμαρτύρησε λέγων, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος; Οὐχ ὅτι ἐκτήσαντο κτήσεις μεγάλας καὶ ἐτρύφησαν καὶ ἀνέπαυσαν ἐν τῷ παρόντι, ἀλλ᾽ ὅτι περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασι, καὶ ἐστερήθησαν, καὶ ἐθλίβησαν, καὶ ἐπλανήθησαν. Διὰ ταῦτα γὰρ κατηγωνίσαντο βασιλείας καὶ ἐπέτυχον τῶν τοῦ Θεοῦ ἐπαγγελιῶν.

Ὁρᾶτε, ἀδελφοί, ὅτι οὐδεὶς τῶν Ἁγίων ἄνευ θλίψεων καὶ πειρασμῶν παρῆλθε τὴν ἐνταῦθα ζωήν. Πῶς οὖν ἡμεῖς μηδὲν τοιοῦτον ὑπομένοντες, ἀλλ᾽ ἐν ἀνέσει καὶ τρυφῇ τοῦ αἰῶνος τούτου ὑπάρχοντες, τῆς ἐκείνων μερίδος ἐπιτευξόμεθα;

Οὐ γὰρ ἐνταῦθα ἡμῖν ἐπηγγείλατο ἀνάπαυσιν καὶ τὴν βασιλείαν αὐτοῦ παρέχειν· τὸν γὰρ αἰῶνα τοῦτον γυμνάσιον καὶ πειρατήριον καὶ ἄθλησιν ἡμῖν ᾠκονόμησεν ὁ Θεός, ὡς λέγει ὁ γενναῖος Ἰώβ, ὅτι πειρατήριον ἐστὶν ὁ βίος τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς.