Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸ πάθος τοῦ Σωτῆρος

Ἐφραίμ ὁ Σύρος

Η σύλληψη, η δίκη και ο εμπαιγμός του Σωτήρος

Η παράδοση του αναμάρτητου Κυρίου, η δίκη ενώπιον του Καϊάφα, τα ραπίσματα και η ανέκφραστη πραότητα του Χριστού απέναντι στους υβριστές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Λόγος περὶ τοῦ πάθους τοῦ Σωτῆρος Φοβοῦμαι τὸ λαλῆσαι καὶ τῇ γλώσσῃ ἅψασθαι εἰς τὴν φοβερὰν ταύτην διήγησιν τοῦ Σωτῆρος· φόβος γὰρ ὄντως ἐστὶ περὶ ταύτης διηγήσασθαι. Ὁ Κύριος ἡμῶν σήμερον παρεδόθη εἰς χεῖρας ἁμαρτωλῶν! Ἕνεκεν τίνος ἄρα παρεδόθη ἅγιος Δεσπότης καὶ ἀναμάρτητος ὤν; Οὐδὲν γὰρ ἁμαρτήσας παρεδόθη σήμερον.

Δεῦτε καταμάθωμεν διατί παρεδόθη Χριστὸς ὁ Σωτὴρ ἡμῶν· δι᾽ ἡμᾶς τοὺς ἀσεβεῖς παρεδόθη Δεσπότης. Τίς ἄρα μὴ θαυμάσῃ; Τίς ἄρα μὴ δοξάσῃ; Δούλων ἁμαρτησάντων, Δεσπότης παρεδόθη, ἵνα ἐλευθερώσῃ θανάτῳ τῷ ἰδίῳ παῖδας ἁμαρτήσαντας. Οἱ υἱοὶ τῆς ἀπωλείας καὶ τὰ τέκνα τοῦ σκότους ἐξῆλθον ἐν σκοτίᾳ κατέχειν τὸν ἥλιον τὸν δυνάμενον φλέξαι ἅπαντας μιᾷ ῥοπῇ.

Εἰδὼς δὲ ὁ Δεσπότης τὴν ἑαυτῶν τολμηρίαν καὶ τῆς ὀργῆς κίνησιν, μετὰ [τῆς] πρᾳότητος ἰδίᾳ ἐξουσίᾳ ἑαυτὸν παρέδωκεν εἰς χεῖρας τῶν ἀσεβῶν. Καὶ δήσαντες ἄνομοι τὸν ἄχραντον Δεσπότην ἐνέπαιξαν αὐτὸν τὸν δήσαντα 〈τὸν〉 ἰσχυρὸν ἐν ἀλύτοις δεσμοῖς, καὶ ἡμᾶς δὲ λύσαντα τῶν δεσμῶν ἁμαρτιῶν. Ἔπλεξαν δὲ στέφανον τῶν ἰδίων ἀκανθῶν, ὧν ἐκαρποφόρησεν ἄμπελος Ἰουδαίων. Ἐμπαίζοντες εἰς αὐτόν, βασιλέα ἐκάλουν. Ἐνέπτυσαν ἄνομοι εἰς πρόσωπον ἀχράντου, οὗ ἀπὸ τοῦ βλέμματος πτοοῦνται ἅμα πᾶσαι δυνάμεις τῶν οὐρανῶν καὶ Ἀγγέλων αἱ τάξεις.

Ἰδού, πάλιν συνέχει τὴν καρδίαν τὴν ἐμὴν λύπη τε καὶ δάκρυα, κατανοῶν Δεσπότην οὕτως ἀνεχόμενον ὕβριν καὶ ὀνειδισμούς, μάστιγας, ἐμπτύσματα ἐκ δούλων, ῥαπίσματα. Δεῦτε καταμάθετε οἰκτιρμῶν ὑπερβολήν, ἀνοχὴν καὶ ἔλεος τοῦ γλυκέος Δεσπότου. Δοῦλον ἔσχεν εὔχρηστον ἐν παραδείσῳ τρυφῆς, καὶ ἁμαρτήσας οὗτος ἐδόθη βασανισταῖς. Ἰδὼν δὲ ὁ ἀγαθὸς μικροψυχοῦντα αὐτόν, εὐσπλαγχνίσθη τῷ δούλῳ, καὶ ἐλέησεν αὐτόν, καὶ ἑαυτὸν ἐξέτεινε μαστιχθῆναι ὑπὲρ αὐτοῦ.

Ἐβουλήθην σιγῆσαι διὰ τὴν ὑπερβολὴν ἐκστάσεως τοῦ νοός· καὶ πάλιν ἐφοβήθην, ἵνα μὴ ἀθετήσω διὰ ἐμῆς σιωπῆς τὴν χάριν τοῦ Σωτῆρος. Ὅμως μετὰ φόβου, λέγω ὑμῖν· τρέμει γὰρ τὰ ὀστᾶ μου, ὅταν κατανοήσω. Ὁ Πλάστης τῶν ἁπάντων, αὐτὸς Κύριος ἡμῶν ἔμπροσθεν τοῦ Καϊάφα παρεστάθη σήμερον ὡς εἷς τῶν καταδίκων, καὶ εἷς τῶν ὑπηρετῶν ῥάπισμα αὐτῷ δέδωκε. Τρέμει μου ἡ καρδία ταῦτα πάντα νοοῦντος· δοῦλος ἐκαθέζετο, Δεσπότης παρέστηκε, καὶ πλήρης ἀνομιῶν ἀπόφασιν ἐδίδου κατὰ ἀναμαρτήτου. Οὐρανοὶ ἐτρόμασαν, ἔφριξαν θεμέλια· Ἄγγελοι, Ἀρχάγγελοι, πάντες ἐπτοήθησαν· Γαβριὴλ σὺν Μιχαὴλ τὰ πρόσωπα ἑαυτῶν ἐκάλυψαν πτέρυξι· Χερουβεὶμ ἐν τῷ θρόνῳ ὑπὸ τροχῶν ἐκρύβη· Σεραφεὶμ τὰς πτέρυγας ἀλλήλοις συνέκρουον ἐν τῇ ὥρᾳ ἐκείνῃ τῷ δοῦναι ὑπηρέτην ῥάπισμα τῷ Δεσπότῃ. Πῶς ἄρα ἐβάστασαν τὰ θεμέλια τῆς γῆς τὸν σεισμὸν καὶ τὸν τρόμον, ἐν τῇ ὥρᾳ ἐκείνῃ, ὑβρισθέντος Δεσπότου; Κατανοῶ καὶ τρέμω, 〈καὶ〉 πάλιν κατανύσσομαι ὁρῶν μακροθυμίαν τοῦ ἀγαθοῦ Δεσπότου. Ἰδοὺ γὰρ οἱ νεφροί μου τρέμουσι λαλοῦντός μου, ὅτι ὁ δημιουργός, ὁ πλάσας ἐν χάριτι ἄνθρωπον ἀπὸ χοός, ἐρραπίσθη [ὁ Πλάστης].

Φοβηθῶμεν, ἀδελφοί, μὴ ἁπλῶς ἀκούσωμεν. Ταῦτα πάντα ὁ Σωτὴρ δι᾽ ἡμᾶς ὑπέμεινεν. Ὑπηρέτα ἄθλιε, εἰπὲ ἕνεκεν τίνος ἐρράπισας Δεσπότην; Πάντες μὲν οἱ οἰκέται, ὅταν ἐλευθεροῦνται, ῥάπισμα λαμβάνουσιν, ἵνα ἐπιτύχουσιν ἐλευθερίας φθαρτῆς· αὐτὸς δέ, ὦ ἄθλιε, ἐλευθερωτὴν πάντων ἀδίκως ἐρράπισας. Τί ἄρα προσεδόκας ὑπὸ Καϊάφα λαβεῖν μισθὸν τοῦ ῥαπίσματος; Κἂν ἄρα οὐκ ἤκουσας, ἢ ἄρα οὐκ ἔμαθες, ὅτι Ἰησοῦς ἐστιν ὁ οὐράνιος Δεσπότης; Ῥάπισμα μὲν ἔδωκας Δεσπότῃ τῶν ἁπάντων, γέγονας 〈δὲ〉 δοῦλος δούλων εἰς αἰῶνα αἰῶνος, ὄνειδος καὶ βδέλυγμα καὶ κατάδικος ἀεὶ ἐν πυρὶ τῷ ἀσβέστῳ.

Μέγα θαῦμα, ἀδελφοί, ἰδεῖν τὴν πρᾳότητα τοῦ Χριστοῦ τοῦ Βασιλέως! Ῥαπισθεὶς παρὰ δούλου νουνεχῶς ἀπεκρίθη μετὰ τῆς πρᾳότητος καὶ πάσης εὐσεβείας. Οἰκέτης ἀγανακτεῖ, Δεσπότης ἀνέχεται· οἰκέτης ὀργίζεται, Δεσπότης χρηστεύεται.