Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τὸ πάθος τοῦ Σωτῆρος
Η Σταύρωση, η αντίδραση της κτίσεως και ο έλεγχος της αγνωμοσύνης
Το γεγονός της Σταύρωσης, η φρίκη και η αλλοίωση του φυσικού κόσμου, καθώς και η αυστηρή στηλίτευση της αχαριστίας των Ιουδαίων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η Σταύρωση, η αντίδραση της κτίσεως και ο έλεγχος της αγνωμοσύνης
Το γεγονός της Σταύρωσης, η φρίκη και η αλλοίωση του φυσικού κόσμου, καθώς και η αυστηρή στηλίτευση της αχαριστίας των Ιουδαίων.
Θυμὸν δὲ καὶ ταραχὴν ἐν τῇ ὥρᾳ τῆς ὀργῆς τίς ἄρα ὑπενέγκῃ; Ὁ δὲ Κύριος ἡμῶν ταῦτα πάντα ὑπέστη τῇ αὑτοῦ χρηστότητι. Τίς ἄρα δυνήσεται τὴν σὴν μακροθυμίαν ἐξειπεῖν, ὦ Δέσποτα! Προσέλθετε, ποθεινοὶ ἠγαπημένοι Χριστοῦ, ἔχοντες κατάνυξιν καὶ πόθον τοῦ Σωτῆρος. Δεῦτε καταμάθωμεν, τί σήμερον γέγονεν ἐν Σιών, πόλει Δαυΐδ. Τὸ σπέρμα τοῦ Ἀβραὰμ ποθεινὸν καὶ ἐκλεκτὸν τί ἔπραξε σήμερον; Τὸν ἄχραντον Δεσπότην θανάτῳ παρέδωκεν ἐν τῇ ἡμέρᾳ ταύτῃ. Χριστὸς ὁ Σωτὴρ ἡμῶν διὰ χειρῶν ἀνόμων ἐπὶ ξύλου τοῦ σταυροῦ ἐκρεμάσθη ἀδίκως. Δεῦτε ἄπαντες ἡμεῖς λούσωμεν σῶμα ἡμῶν δάκρυσι καὶ στεναγμοῖς, ὅτι Κύριος ἡμῶν, ὁ Βασιλεὺς τῆς δόξης, δι᾽ ἡμᾶς τοὺς ἀσεβεῖς θανάτῳ παρεδόθη.
Εἴ τις ἄφνω ἀκούει ὑπὲρ τοῦ ἀγαπητοῦ τοῦ γνησίου θανόντος, ἢ πάλιν ἄφνω ὁρᾷ αὐτὸν τὸν ἀγαπητὸν νεκρὸν κατακείμενον ἔμπροσθεν τῶν ὀφθαλμῶν, ἀλλοιοῦται προσώπῳ, φαιδρότης δὲ ἀμαυροῦται τῆς αὑτοῦ ὁράσεως. Οὕτω θεασάμενος ὁ ἥλιος ὁ φαιδρὸς ἐν ὕψει τοῦ οὐρανοῦ τὴν ὕβριν τοῦ Δεσπότου ἐπὶ ξύλου τοῦ σταυροῦ, ἠλλοιώθη προσώπῳ, συνέστησεν ἀκτῖνας τῆς αὑτοῦ φαιδρότητος, μὴ φέρων κατανοεῖν τὴν ὕβριν τοῦ Δεσπότου, λύπην δὲ καὶ σκοτίαν ἑαυτὸν ἐνέδυσε. Πάλιν θεασάμενον τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ ὂν ἐν τῷ Πατρί, τὸν ἀγαπητὸν Υἱὸν ἐπὶ ξύλου τοῦ σταυροῦ, ῥῆξαν καταπέτασμα τὸ κόσμιον τοῦ ναοῦ, ἄνωθεν ἕως κάτω, ἐν εἴδει περιστερᾶς ἐξῆλθε παραχρῆμα. Πᾶσα κτίσις γέγονεν ἐν φόβῳ καὶ ἐν τρόμῳ, ὅταν ἔπαθεν ὁ Σωτήρ, ὁ οὐράνιος Βασιλεύς· ἡμεῖς δὲ ἁμαρτωλοὶ καταφρονοῦμεν ἀεί, δι᾽ οὓς καὶ παρεδόθη ὁ μόνος ἀθάνατος. Γελῶμεν καθ᾽ ἑκάστην, ἀκούοντες τὰ πάθη καὶ ὕβριν τοῦ Σωτῆρος· τρυφῶμεν καθ᾽ ἡμέραν, ἔχοντες πᾶσαν σπουδὴν ἐσθῆτα καλλωπίζειν. Ἥλιος ἐν οὐρανῷ δι᾽ ὕβριν τοῦ Δεσπότου τὴν αὑτοῦ λαμπρότητα εἰς σκότος μετέβαλεν, ἵνα ἡμεῖς ὁρῶντες μιμηταὶ γενώμεθα.
Δεσπότης ἐπὶ σταυροῦ διὰ σὲ ἐνυβρίσθη, αὐτὸς δέ, ὦ ἄθλιε, ἐσθῆτα ἱματίων καλλωπίζεις πάντοτε. Οὐ τρέμει σου ἡ καρδία, οὐ φρίττει σου ἔννοια, τοιαῦτα ἀκούουσα; Ὁ μόνος ἀναμάρτητος διὰ σὲ τὸν ἀσεβῆ θανάτῳ παρεδόθη ὕβρεσιν, ὀνειδισμοῖς, αὐτὸς δὲ μετεώρως ἀκούεις ταῦτα πάντα. Πρέπει δὲ καὶ τῇ ποίμνῃ ἁπάσῃ τῇ λογικῇ προορᾶν διηνεκῶς τὸν ποιμένα ἑαυτῆς, καὶ ποθεῖν αὐτὸν ἀεί, καὶ ἐντρέπεσθαι αὐτόν· δι᾽ αὐτὴν γὰρ ἔπαθεν 〈ὁ〉 ἀπαθὴς καὶ ἄχραντος· καὶ μὴ καλλωπίζεσθαι ἱματίοις τοῖς φθαρτοῖς, μηδὲ πάλιν ἐν τρυφῇ καὶ βρώμασι κοσμικοῖς, ἀλλὰ ἐν τῇ ἀσκήσει καὶ πάσῃ σεμνότητι ἀρέσαι τῷ Ποιητῇ.
Μὴ γενώμεθα ἡμεῖς μιμηταὶ Ἰουδαίων· λαὸς σκληρός, ἀπειθὴς καὶ ἀθετῶν πάντοτε τὰ ἀγαθὰ τοῦ Θεοῦ καὶ τὰς εὐεργεσίας. Ὁ Θεὸς ὁ ὕψιστος ἕνεκεν τοῦ Ἀβραὰμ καὶ διαθήκης αὐτοῦ βαστάζει ἀπ᾽ ἀρχῆς τοῦ λαοῦ τὴν δυσκολίαν. Μάννα ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν· αὐτοὶ δὲ ἀνάξιοι σκόροδα ἐπεθύμησαν, βρώματα δυσωδίας. Ὕδωρ πάλιν ἐκ πέτρας ἔδωκεν ἐν ἐρήμῳ· αὐτοὶ δὲ ἀντὶ τούτων ὄξος αὐτῷ ἔδωκαν κρεμάσαντες ἐν σταυρῷ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.