Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸ πάθος τοῦ Σωτῆρος

Ἐφραίμ ὁ Σύρος

Προτροπή για συνεχή μνήμη των παθών και πνευματική εγρήγορση

Κλήση προς τους πιστούς για καθημερινή μελέτη των παθών του Χριστού με κατάνυξη, σταύρωση των προσωπικών παθών και προειδοποίηση για τη μέλλουσα κρίση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Σπουδάσωμεν, ἀδελφοί, ἵνα μὴ εὑρεθῶμεν Ἰουδαίων μέτοχοι σταυρωσάντων Δεσπότην, τὸν αὐτῶν δημιουργόν. Φοβηθῶμεν πάντοτε ἔχοντες πρὸ ὀφθαλμῶν τὰ πάθη τοῦ Σωτῆρος. Μελετῶμεν πάντοτε τὰ αὑτοῦ παθήματα· δι᾽ ἡμᾶς γὰρ ἔπαθεν ὁ ἀπαθὴς Δεσπότης· δι᾽ ἡμᾶς ἐσταυρώθη 〈ὁ〉 μόνος ἀναμάρτητος.

Τί ἡμεῖς ἀποδῶμεν περὶ τούτων, ἀδελφοί; Προσχῶμεν οὖν ἑαυτοῖς καὶ μὴ ἀθετήσωμεν τὰ αὑτοῦ παθήματα. Προσέλθετε ἅπαντες, τέκνα τῆς Ἐκκλησίας, ὠνηθέντες αἵματι τιμίῳ καὶ ἁγίῳ τοῦ ἀχράντου Δεσπότου. Δεῦτε μελετήσωμεν παθήματα δάκρυσι καὶ στεναγμοῖς, ἐννοοῦντες τὸν φόβον, μελετῶντες ἐν τρόμῳ, λέγοντες εἰς ἑαυτούς, Χριστὸς ὁ Σωτὴρ ἡμῶν δι᾽ ἡμᾶς τοὺς ἀσεβεῖς θανάτῳ παρεδόθη.

Κατάμαθε, ἀδελφέ, τί ἐστιν ὃ ἀκούεις· Θεὸς ἀναμάρτητος ὁ Υἱὸς τοῦ Ὑψίστου διὰ σὲ παρεδόθη. Ἄνοιξον καρδίαν σου, κατάμαθε ἀκριβῶς τὰ αὑτοῦ παθήματα, καὶ λέγε εἰς ἑαυτόν· Θεὸς ἀναμάρτητος σήμερον παρεδόθη, σήμερον ἐνεπαίχθη, σήμερον ἐνυβρίσθη, σήμερον ἐρραπίσθη, σήμερον ἐμαστίχθη, σήμερον ἐφόρεσε στέφανον ἐξ ἀκανθῶν, σήμερον ἐσταυρώθη ὁ οὐράνιος ἀμνός. Τρομήσει σου ἡ καρδία, φρίξει σου ἡ ψυχή. Δάκρυσον καθ᾽ ἑκάστην ἐν τῇ μελέτῃ ταύτῃ παθημάτων Δεσπότου.

Γλυκαίνεται τὰ δάκρυα, φωτίζεται ἡ ψυχὴ μελετῶσα πάντοτε Χριστοῦ τὰ παθήματα. Οὕτω μελετῶν ἀεί, δακρύων καθ᾽ ἑκάστην, εὐχαριστῶν Δεσπότῃ περὶ τῶν παθημάτων ὧν ἔπαθε διὰ σέ, ἵνα καὶ ἐν ἡμέρᾳ τῆς αὑτοῦ παρουσίας γένωνταί σου δάκρυα καύχημα καὶ ὕψωμα ἔμπροσθεν τοῦ βήματος.

Κακοπάθησον καὶ σὺ μελετῶν παθήματα τοῦ ἀγαθοῦ Δεσπότου· ὑπόμεινον πειρασμούς· εὐχαρίστει ἐκ ψυχῆς σου. Μακάριος ἄνθρωπος, ὁ ἔχων πρὸ ὀφθαλμῶν Δεσπότην οὐράνιον καὶ αὐτοῦ παθήματα, καὶ σταυρώσας ἑαυτὸν ἀπὸ πάντων τῶν παθῶν καὶ γηΐνων πραγμάτων, ὃς γέγονε μιμητὴς τοῦ ἰδίου Δεσπότου. Αὕτη ἐστὶν ἡ σύνεσις, αὕτη ἡ διάθεσις οἰκετῶν φιλοθέων, ὅταν μιμηταὶ ἀεὶ γίνωνται τοῦ Δεσπότου ἐν τοῖς ἀγαθοῖς ἔργοις.

Θεωρεῖς, ὦ ἄνθρωπε, τὸν ἄχραντον Δεσπότην κρεμάμενον ἐν σταυρῷ, καὶ τολμᾷς, ὦ ἀναιδές, ἐν τρυφῇ καὶ γέλωτι ἐπιτελῶν τὸν χρόνον, ὃν περιζῇς ἐπὶ τῆς γῆς; Ἢ οὐκ οἶδας, ὦ ἄθλιε, ὅτι λόγον ἀπαιτεῖ ὁ σταυρωθεὶς Κύριος περὶ τούτων ἁπάντων καταφρονημάτων σου, ὧν ἀκούων ἀμελεῖς, καὶ κατατρυφῶν γελᾷς καὶ τρυφᾷς ἀδιαφόρως; Ἥξει ἡ ἡμέρα ἐκείνη ἡ φοβερά, ἵνα κλαύσῃς ἀπαύστως καὶ βοήσῃς ἐν πυρὶ ἀπὸ τῶν ὀδυνῶν σου, καὶ οὐκ ἔσται παντελῶς ὁ ἀποκρινόμενος ἐλεῶν σου τὴν ψυχήν.