Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸ Πρόσεχε σεαυτῷ

Ἐφραίμ ὁ Σύρος

Νουθεσίες για το μοναχικό ήθος και την υπομονή των δικαίων

Καθοδήγηση για τη μοναχική πολιτεία, τον έλεγχο της γλώσσας, την απόκτηση της ταπεινοφροσύνης και την αιώνια ανταμοιβή των δικαίων έναντι της ματαιότητας του κόσμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 8

Κεφάλαιον ζʹ Μὴ θέλε κακῶς ἀναστρέφεσθαι καὶ ἔχειν φήμην οὐκ ἀγαθήν, μηδὲ ἐπάκουε τῇ ἁμαρτίᾳ, ἵνα μή σε ποιήσῃ βδέλυγμα· ἐπάκουε μᾶλλον τῇ δικαιοσύνῃ, ὅπως σε ποιήσῃ ἕνα τῶν ἐπιδόξων. Μὴ θέλε εἶναι σκάνδαλον ψυχῶν, πρόσεχε δὲ σεαυτῷ, ἵνα καὶ ἄλλους ὠφελήσῃς. Ναί, ἐκλεκτὲ τοῦ Θεοῦ, σεαυτῷ πρόσεχε, ἵνα καὶ ἑτέρους οἰκοδομήσῃς. Μὴ θέλε εἶναι κακός, ἵνα μὴ ὀδυνηθῇς ἐπ᾽ ἐσχάτων σου. Οὐκ ἀκούεις τί λέγει ἡ Γραφή, ὅτι ὑπώπια καὶ συντρίμματα συναντᾷ κακοῖς, καὶ οὔτε μισθὸν κομιοῦνται τῶν ἀλγηδόνων;

Σὺ δὲ φέρε γενναίως τοὺς πόνους τῶν ἀρετῶν διὰ τὸν Κύριον, ὅπως τὸν στέφανον κομίσῃ. Εἰς τοὺς γάμους κέκληκέ σε ὁ Κύριος, μὴ γενοῦ ἀγνώμων, ἀλλ᾽ ἔνδυσον ἔνδυμα γάμου, ἵνα εὐφρανθῇς ἐν τῷ νυμφῶνι αὐτοῦ, ἵνα μὴ ἀκούσῃς, ὡς καταφρονήσας· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; Καὶ τότε δὲ δεθήσῃ χεῖρας καὶ πόδας ἐμβαλλόμενος εἰς τὸ σκότος τὸ ἐξώτερον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Ἔνδυμα δὲ γάμου ἀκούων, ἀγαπητέ, μὴ περὶ ἱματίων νόμιζε, ἀλλὰ περὶ πράξεων ἀγαθῶν.

Καὶ σὺ οὖν, ἀγαπητέ, κατηξιώθης κληθῆναι εἰς τὸ τάγμα τῶν μοναχῶν· σπούδασον τὴν ἀρετὴν τοῦ ἐπαγγέλματος ἐπιδείξασθαι, ἵνα μὴ ἀπόβλητος γένῃ. Μὴ οὖν ἔσῃ σκληρός, μὴ φιλήδονος, μὴ θυμώδης, μὴ ὀργίλος, μὴ φιλόνεικος, μὴ ἀκρατής, μὴ ἀναίσχυντος, ἀλλὰ μᾶλλον πρᾷος, εὐλαβής, ταπεινός, ἐγκρατής, σώφρων, ἥσυχος, εἰρηνικός, συνετός, τηρῶν σου τὴν ἁγνείαν τοῦ σώματος, καθὼς συνετάξω τῷ Χριστῷ· ἵνα, ἐὰν εἴπῃ ἡμῖν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· διατί οὐκ ἐπεσκέψασθε χήρας καὶ ὀρφανοὺς ἐν τῇ θλίψει αὐτῶν; Δυνηθῶμεν ἀπολογήσασθαι αὐτῷ λέγοντες· Κύριε, διὰ τὸ ἐν ἡσυχίᾳ σοι ἀπερισπάστως δουλεύειν. Ἐὰν δὲ εἴπῃ ἡμῖν· ἱνατί ἀσπίλους οὐκ ἐτηρήσατε ἑαυτοὺς ἀπὸ τοῦ κόσμου; Τί ἐροῦμεν αὐτῷ, ἐάνπερ ἐν τούτῳ μιανθῶμεν;

Οὐκ ἔστι δὲ ἀρετὴ αὕτη, ἀπέχεσθαί τινας τοῦ μυσαροῦ ἔργου, ποιεῖν δὲ σχήματα κινοῦντα ἕτερον πρὸς τὸ πάθος. Διότι γέγραπται· ἀγαπήσεις Κύριον τὸν Θεόν σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Φεῦγε λόγους ἀνωφελεῖς, ἵνα μὴ ἐμπέσῃς εἰς λογισμοὺς αἰσχρούς. Ὥσπερ γὰρ λόγοι ἀγαθοὶ ὠφελοῦσι ψυχήν, οὕτως λόγοι οὐκ ἀγαθοὶ διαστρέφουσιν αὐτήν, κατὰ τὸν Ἀπόστολον· λέγει γάρ· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Ὅθεν λέγει πάλιν· πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλ᾽ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσι. Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.

Μὴ κληθῇς ἀνήκοος, σκληρός, πέρπερος, ψίθυρος, δίγλωσσος, κατάλαλος, ἄσπλαγχνος, μισάδελφος, μισάρετος· ἀλλὰ μᾶλλον ὑπήκοος, ἀληθινός, σώφρων, σιωπητικός, ἄοκνος, εὔσπλαγχνος, νηφάλιος, φιλάδελφος, φιλόξενος, φιλάρετος, παρακλητικός, εὐλαβής· ταῦτα καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις.

Μὴ οὖν ἐπαρθῶμεν, ἀλλὰ μᾶλλον ταπεινώσωεν ἑαυτούς. Τί δέ ἐστιν ἡ ἰσχὺς ἡμῶν, ἵνα ἐπαρθῶμεν; Οὐκ ἰδοὺ μικρὸς πόνος κατέκαμψεν ἡμᾶς ἕως ἐδάφους; Ἀγαπήσωμεν οὖν τὴν ταπείνωσιν, ἵνα ἡμᾶς ὑψώσῃ ὁ Κύριος. Πρόσεχε οὖν σεαυτῷ μὴ κατακυριευθῆναι ὑπὸ τῆς ὀξυχολίας, ὑπὸ θυμοῦ, ὑπὸ μνησικακίας, ἵνα μὴ ἐντάραχον καὶ ἀκατάστατον βίον διάξῃς· ἀλλὰ κτῆσαι σεαυτῷ τὴν μακροθυμίαν, τὴν πρᾳότητα, τὴν ἀκακίαν, καὶ ὅσα πρέπει χριστιανοῖς, ὅπως ἤρεμον καὶ ἡσύχιον βίον ἄξῃς. Ὑψηλὰ τὰ ὄρη Ἀραράτ, πλατέα δὲ τὰ πεδία τῆς ἐρήμου· ἰσχύει τὸ ψῦχος ἐπὶ γῆς βορρᾶ, ὁ δὲ καύσων τοῦ ἡλίου εἰς νότον· μεῖζον ἐν πετεινοῖς τοῦ οὐρανοῦ ἀετός, ἐν δὲ τοῖς θηρίοις τῆς γῆς λέων· ἐν δὲ τοῖς υἱοῖς τῶν ἀνθρώπων ὁ φοβούμενος τὸν Κύριον.

Μέγας Κύριος ὁ Θεὸς ἡμῶν καὶ αἰνετὸς σφόδρα, ὁ δημιουργήσας τὰ πάντα καὶ ὑψῶν τοὺς φοβουμένους αὐτόν. Αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Κεφάλαιον ηʹ Ἐάν, ἐργαζομένου σου τὸ τοῦ Κυρίου ἔργον ἐν ταπεινοφροσύνῃ καὶ εὐλαβείᾳ, ὁ ἐξεναντίας καθοπλίσῃ τινὰς τῶν ἀμελεστέρων κατὰ σοῦ, ἐκκόψαι σε τῆς ὀρθῆς πολιτείας βουλόμενος, μὴ φοβηθῇς, μηδὲ δειλιάσῃς, μηδὲ ἐκκλίνῃς τῆς εὐθείας ὁδοῦ, τοῦ Ἀποστόλου λέγοντος· ἐν παντὶ θλιβόμενοι ἀλλ᾽ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ᾽ οὐκ ἐξαπορούμενοι, διωκόμενοι ἀλλ᾽ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ᾽ οὐκ ἀπολλύμενοι· πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν.

Ὑπόμεινον οὖν τὸν Κύριον, ἐκλεκτὲ τοῦ Θεοῦ, ὅπως οἱ ἐκθλίβοντές σε νῦν ἐκστήσωνται ἐν τῇ παραδόξῳ σωτηρίᾳ σου· καθὼς γέγραπται· Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται· πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη· ἡρπάγη μὴ ἡ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ Κυρίῳ ἦν ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ. Κατακρινεῖ δὲ δίκαιος θανὼν τοὺς ζῶντας ἀσεβεῖς, καὶ νεότης τελεσθεῖσα πολυετὲς γῆρας ἀδίκου. Ὄψονται γὰρ τελευτὴν σοφοῦ καὶ οὐ νοήσουσι τί ἐβουλεύσατο περὶ αὐτοῦ καὶ εἰς τί ἠσφαλίσατο περὶ αὐτὸν ὁ Κύριος.

Ὄψονται καὶ ἐξουθενήσουσιν, αὐτοὺς δὲ ὁ Κύριος ἐκγελάσεται, καὶ ἔσονται μετὰ ταῦτα εἰς πτῶμα ἄτιμον καὶ εἰς ὕβριν ἐν νεκροῖς δι᾽ αἰῶνος, ὅτι ῥήξει αὐτοὺς ἀφώνους πρηνεῖς, καὶ σαλεύσει αὐτοὺς ἐκ θεμελίων, καὶ ἕως ἐσχάτου χερσωθήσονται καὶ ἔσονται ἐν ὀδύνῃ, καὶ ἡ μνήμη αὐτῶν ἀπολεῖται. Ἐλεύσονται ἐν συλλογισμῷ ἁμαρτημάτων αὐτῶν δειλοὶ καὶ ἐλέγξει αὐτοὺς ἐξεναντίας τὰ ἀνομήματα αὐτῶν. Τότε στήσεται ἐν παρρησίᾳ πολλῇ ὁ δίκαιος κατὰ πρόσωπον τῶν θλιψάντων αὐτὸν καὶ τῶν ἀθετούντων τοὺς πόνους αὐτοῦ. Ἰδόντες αὐτὸν ταραχθήσονται φόβῳ δεινῷ, καὶ ἐκστήσονται ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας καὶ ἐροῦσιν ἐν ἑαυτοῖς μετανοοῦντες, καὶ διὰ στενοχωρίαν πνεύματος στενάξουσιν· Οὗτος ἦν, ὃν ἔσχομέν ποτε εἰς γέλωτα καὶ εἰς παραβολὴν ὀνειδισμοῦ οἱ ἄφρονες· τὸν βίον αὐτοῦ ἐλογισάμεθα μανίαν καὶ τὴν τελευτὴν αὐτοῦ ἄτιμον.

Πῶς κατελογίσθη ἐν υἱοῖς Θεοῦ, καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτοῦ ἐστιν; Ἄρα ἐπλανήθημεν ἀπὸ ὁδοῦ ἀληθείας καὶ τὸ τῆς δικαιοσύνης φῶς οὐκ ἐπέλαμψεν ἡμῖν καὶ ὁ ἥλιος οὐκ ἀνέτειλεν ἡμῖν. Ἀνομίας ἐπλήσθημεν τρίβοις καὶ ἀπωλείας, καὶ διωδεύσαμεν ἐρήμους ἀβάτους, τὴν δὲ ὁδὸν Κυρίου οὐκ ἔγνωμεν.

Τί ὠφέλησεν ἡμᾶς ἡ ὑπερηφανία; Καὶ τί πλοῦτος μετὰ ἀλαζονείας συμβέβληται ἡμῖν; Παρῆλθεν ἐκεῖνα πάντα ὡς σκιά, καὶ ὡς ἀγγελία παρατρέχουσα· ὡς ναῦς διερχομένη κυμαινόμενον ὕδωρ, ἧς διαβάσης οὐκ ἔστιν ἴχνος εὑρεῖν, οὐδὲ ἀτραπὸν τρόπιος αὐτῆς ἐν κύμασιν· ἢ ὡς ὀρνέου διϊπτάντος ἀέρα, οὐθὲν εὑρίσκεται τεκμήριον πορείας, πληγῇ δὲ ταρσῶν μαστιζόμενον πνεῦμα κοῦφον καὶ σχιζόμενον βίᾳ ῥοίζου κινουμένων πτερῶν, διωδεύθη, καὶ μετὰ τοῦτο οὐχ εὑρέθη σημεῖον ἐπιβάσεως ἐν αὐτῷ· ἢ ὡς βέλους βληθέντος ἐπὶ σκοπόν, τμηθεὶς ὁ ἀὴρ εὐθέως εἰς ἑαυτὸν ἀνελύθη, ὡς ἀγνοῆσαι τὴν δίοδον αὐτοῦ. Οὕτως καὶ ἡμεῖς γεννηθέντες ἐξελίπομεν, καὶ ἀρετῆς μὲν σημεῖον οὐδὲν ἔχομεν δεῖξαι, ἐν δὲ τῇ κακίᾳ ἡμῶν κατεδαπανήθημεν.

Ὅτι ἐλπὶς ἀσεβοῦς, ὡς φερόμενος χοῦς ὑπὸ ἀνέμου, καὶ ὡς πάχνη ὑπὸ λαίλαπος διωχθεῖσα λεπτή, καὶ ὡς καπνὸς ὑπὸ ἀνέμου διεχύθη, καὶ ὡς μνεία καταλύτου μονοημέρου παρώδευσε. Δίκαιοι δὲ εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.