Παρρησία καὶ γέλως, μέθη καὶ ἀπώλεια ψυχῆς ἡ συνάφεια αὐτῶν. Ὁ δεινὸς Ὄφις λαλεῖ δι᾽ αὐτῶν. Σὺ δέ, ὦ ἄνθρωπε τοῦ Θεοῦ, ταῦτα φεῦγε· δίωκε δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πραϋπάθειαν. Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως· ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν. Ὅρα, ἀγαπητὲ δοῦλε τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μὴ δελεασθῇς ἐν τῇ προσκαίρῳ ἀπάτῃ, ἵνα μὴ στερηθῇς τῆς αἰωνίου ζωῆς. Νῆφε καλῶς. Ἔμπορος ἐκλήθης, μὴ ἀπολέσῃς τὸν μαργαρίτην, μὴ ἀποσυλήσῃ ὁ Ἐχθρὸς τὸν θησαυρόν σου, μὴ βυθίσῃ τὸ πλοῖον σὺν τῷ γόμῳ καὶ ἐπιστρέψῃς κενὸς εἰς τὰ ἴδια. Ὁ Ἐχθρὸς ἐπιστάμενος οἵαν δόξαν κομιεῖται παρὰ τῷ Θεῷ ὁ ἑαυτὸν ἄσπιλον διατηρῶν ἐκ τῶν μολυσμάτων τῆς σαρκός, σφοδρῶς πολεμεῖ διὰ τῶν λογισμῶν κυλίσαι τὸν ἄνθρωπον ἐν αὐτοῖς βουλόμενος, ὅπως μὴ ἐπιτύχῃ τῆς μελλούσης δόξης· καὶ ἐὰν εὕρῃ ψυχὴν ἀποθεμένην τοὺς ἀνωφελεῖς λογισμούς, οὐ πυκνάζει αὐτήν, ἀλλ᾽ οὐδὲ ἀφίσταται εἰς τέλος· πορεύεται δὲ μᾶλλον ἔνθα, κρούσαντος αὐτοῦ εὐθὺς ἀνοίξουσι, καὶ καταμολύνας τὸ σῶμα σὺν τῇ ψυχῇ ἐν ῥυπαρωτάταις ἐπιθυμίαις, τῷ οὐκ ἀνθισταμένῳ αὐτῷ, ἔσχατον ὡς ἀγαθὸς σύμβουλος αὐτῷ δῆθεν ὑποβάλλει· κρεῖσσόν σοι εἰς τὸν κόσμον πορευθέντα σύμβιον λαβεῖν, ἢ οὕτως καταφθείρειν σου τὸ σαρκίον. Ἀπὸ δὲ τοῦ νήφοντος ταῦτα πάντα ἀποστήσονται.