Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸ Πρόσεχε σεαυτῷ

Ἐφραίμ ὁ Σύρος

Αποφυγή της υποκρισίας, φύλαξη των αισθήσεων και μνήμη θανάτου

Επισήμανση του κινδύνου της υποκρισίας, προειδοποιήσεις κατά της πορνείας, αναγκαιότητα διαφύλαξης των αισθήσεων και υπενθύμιση των θείων κρίσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 6 από 8

Κεφάλαιον θʹ Ἀγαπητέ, πρόσεχε σεαυτῷ, μήποτέ σε διδάξῃ ὁ Ὄφις ζηλοῦν τοὺς καταφρονοῦντας τῆς ἑαυτῶν σωτηρίας καὶ λέγειν· οὐκ εἶ κρείσσων τῶν περιπεσόντων τοῖς πάθεσι. Σὺ δὲ νόησον τὸ γεγραμμένον· ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ ξύλινα καὶ ὀστράκινα· καὶ ἃ μὲν εἰς τιμήν, ἃ δὲ εἰς ἀτιμίαν. Ἐὰν οὖν παρακούσῃς τοῦ Κυρίου, τὰ τῆς ἁμαρτίας ἔργα ἐπιτελῶν, ἔσῃ σκεῦος ἄτιμον· εἰ δὲ τὰ τοῦ Κυρίου ἔργα πράξεις, ἔσῃ σκεῦος ἐκλεκτόν, ἔντιμον, ἡγιασμένον, εὔχρηστον τῷ Δεσπότῃ, πρὸς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον.

Πρόσεχε σεαυτῷ, παρακαλῶ, ὅπως καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι εὕρῃς ἔλεος παρὰ Κυρίου· ἐὰν δὲ μὴ προσέχῃς σεαυτῷ, καὶ ὧδε συντριβήσῃ κἀκεῖ οὐκ ἀναπαύσῃ. Τὰ γὰρ ἔξω τῆς εὐθείας ὁδοῦ γινόμενα, οὐδὲν ἔχει πλὴν κατάγνωσιν καὶ μετάμελον. Μὴ οὖν ζηλοῦ τοὺς καταφρονοῦντας τῆς ἑαυτῶν σωτηρίας καὶ τὸ σχῆμα μόνον περιποιοῦντας ἑαυτοῖς, ὅπως μὴ ὁμοιωθῇς στρατιώτῃ συσχεθέντι ὑπὸ τῶν ἐναντίων, καὶ τὴν μὲν σφραγῖδα ἔχῃς τοῦ βασιλέως· ἀψευδὴς γὰρ ὁ εἰπών· ἀμὴν λέγω ὑμῖν· πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρίας· φύλλοις γὰρ ἔοικεν τὸ σχῆμα, καρποῖς δὲ τὸ ἔργον. Οἱ τοῦ ἐπιγείου βασιλέως στρατιῶται αἵματα ἐκχέουσιν, ἵνα τῷ βασιλεῖ ἑαυτῶν ἀρέσωσιν· σὲ δὲ οὐ χρεία ἐκχέειν αἷμα, ἀλλὰ τὸ μὴ νικηθῆναι ὑπὸ τῆς ἁμαρτίας, ὅπως μὴ καρποφορήσῃς τῷ θανάτῳ.

Νῆψον, ἀγαπητέ, νῆψον καὶ ὑπόμεινον ἐν τοῖς πόνοις. Οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ κόπου σου· ἀλλὰ καὶ ὑπὲρ τῆς σκοτίας, ἧς ἀνέχῃ ἐν τῷ κελλίῳ καθεζόμενος, ἐπιλάμψει σοι τὸ φῶς τῆς ἀληθείας· καθὼς γέγραπται· ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν. Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ὅπως νῖκος ἀράμενος κατὰ τοῦ Ἐχθροῦ προσκυνήσῃς τῷ Βασιλεῖ τῆς δόξης ἀνεπαισχύντως. Μὴ γὰρ μόνον τοὺς διὰ ξίφους θανόντας καὶ ἐπὶ τυράννων μαρτυρήσαντας στεφανοῖ ὁ Κύριος, ἀλλὰ καὶ τοὺς ἐν ἀσκήσει καὶ ἀγάπῃ εὐδοκιμήσαντας· ὥσπερ γὰρ ἐκεῖνοι διὰ τὸν Κύριον ὑπέμειναν τοὺς αἰκισμούς, οὕτω καὶ οὗτοι διὰ τὸν Κύριον ὑπέμειναν τὴν κακουχίαν καὶ τὴν ἄσκησιν.

Πρόσεχε σεαυτῷ, μὴ γένηται ῥῆμα πονηρὸν ἐν τῇ καρδίᾳ σου. Μὴ συνθῇς τῷ πονηρῷ λογισμῷ· οὕτω γὰρ πέπονθέ τις τῶν ἀρχαίων, κρύψας ἐκ τοῦ ἀναθήματος ἐν τῇ σκηνῇ αὐτοῦ· ὁμοίως καὶ Γιεζὶ ὁ λειτουργὸς τοῦ προφήτου Ἐλισαιέ· καὶ οὐκ ἔλαθον τὸν Θεόν, ἀλλ᾽ οὐδὲ τοὺς ἀνθρώπους· κρυφᾶ γὰρ δράσαντες τὸ κακόν, ἐμφανῶς τὴν ἀντιμισθίαν ἀπέλαβον· τὸν μὲν πανοικὶ λιθασθέντα ὑπὸ παντὸς τοῦ λαοῦ, τὸν δὲ τὴν λέπραν κληρωσάμενον ἅμα τῷ σπέρματι αὑτοῦ ἕως αἰῶνος. Ἀψευδὴς γὰρ ὁ εἰπών· Θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ἐὰν σπείρῃ τις, τοῦτο καὶ θερίσει. Μάθε ὑπομονητικῶς, ἵνα διαφύγῃς τὰς συναντώσας βλάβας τοῖς μὴ ἡσυχάζουσιν. Ἄκουε τοῦ λέγοντος· τέκνον, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔσῃ καὶ τῷ πλησίον· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀντλήσῃς τὰ κακά.

Πόθεν ἡττᾷ ἡμᾶς ὁ ἐξεναντίας; Πόθεν καὶ πλεονάζει ἡμῶν τὰ πάθη; Οὐχὶ διὰ τὴν ἀπείθειαν ἡμῶν; Διδασκόμενοι γὰρ οὐ προσέχομεν, ἐλεγχόμενοι ἐπὶ διορθώσει πταισμάτων ἀρνούμεθα. Ἀνθρώπους κρύβομεν, Θεὸν δὲ καταφρονοῦμεν, οὐ πειθόμενοι τῷ λέγοντι· ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν οὗτοι σιγήσωσιν, οἱ λίθοι κεκράξονται. Σοφίαν ἡμῖν ὑποβάλλει ὁ δεινὸς Ὄφις νικῆσαι διὰ τῶν λόγων τοὺς ἡμᾶς διορθοῦν βουλομένους, καὶ οὕτω ἡ ἁμαρτία πλεονάζει ἐν ἡμῖν, μὴ ἔχουσα τὸν ἀνταίροντα.

Συλᾷ σε ὁ Ἐχθρός σου, καὶ οὐ γινώσκεις, ὦ ψυχή μου; Τὰς ἐπιθυμίας αὐτοῦ κατεργάζεται ἐν σοὶ καὶ ἀνέχῃ; Φεῦγε αὐτοῦ τὰ φαῦλα συμβουλεύματα, ὦ ἄνθρωπε. Μνήσθητι ὧν συνέθου Θεῷ, καὶ φύλαττε τὸν ἁγιασμόν, ὅπως εὕρῃς χάριν ἐνώπιον Κυρίου. Ἄκουε τοῦ λέγοντος· φεύγετε τὴν πορνείαν.

Καὶ θέλεις γνῶναι πῶς χαλεπὴ ἡ πορνεία; Οὓς γὰρ οὐκ ἴσχυσαν δήγματα ὄφεων θανατῶσαι ἐν τῇ ἐρήμῳ, τούτους ἡ πορνεία ἐν Μαδιὰν κατέστρωσε, καὶ διὰ τῆς πορνείας καὶ θυσίαν εἰδώλων ἐσθίειν ᾑρετίσαντο· ὅθεν ἔπεσαν ἐκ τοῦ λαοῦ ἐν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες. Εἰ δὲ προελήφθης, μὴ ἔμμενε ἐν τῷ πτώματι, μὴ καταφρόνει ἐπὶ τῇ τοῦ Θεοῦ μακροθυμίᾳ καὶ ἀνοχῇ. Μνήσθητι ὅτι ὁ θάνατος οὐ χρονιεῖ. Μνήσθητι ὅτι οὐ δυνατόν σε ἐκφυγεῖν τὰς χεῖρας τοῦ Θεοῦ. Μὴ οὖν ἀμέλει, ἀλλὰ μετανόει, δάκρυσον, στέναξον, ὅτι ἐνεπαίχθης. Ἐὰν γὰρ καὶ ἡμεῖς τῇ λήθῃ παραδώσωμεν τὸ πταῖσμα, ἀλλ᾽ ὁ πλάσας ἡμᾶς Θεὸς ἑκάστου τὸ ἔργον ἐπίσταται. Μὴ οὖν ἀμέλει, ἀλλὰ στῆθι γενναίως κατὰ τοῦ Ὑπεναντίου καὶ ἔμφραξον τὴν διορυγήν, δι᾽ ἧς συνήθως εἰσπορευόμενος ὁ Ἐχθρὸς ἐσύλησεν, ὅπως μὴ εὑρὼν ἐπιτηδείαν τὴν εἴσοδον ἀποστραφῇ ἄπρακτος· τὸ δὲ ἐμφράττειν τὴν διορυγήν ἐστι τὸ ἀπασφαλίζεσθαι τὰς αἰσθήσεις, δι᾽ ὧν εἰσπορεύεται ἐν τῇ ψυχῇ εἴτε ἀγαθὸν εἴτε πονηρόν, τὴν ὅρασιν, τὴν ἀκοήν, τὴν ὄσφρησιν, τὴν ἁφήν, τὴν γεῦσιν, καὶ τοὺς λογισμοὺς μὴ ῥέμβεσθαι ἔξω τοῦ πρέποντος.

Ἐν νῷ ἔχε, ἀγαπητέ, τοὺς γίγαντας, τοὺς καταφθείραντας τὴν γῆν ἐν τῇ δυναστείᾳ αὑτῶν, ὡς ἐξήλειψεν αὐτοὺς ὁ Κύριος ἐν μιᾷ ῥοπῇ διὰ τοῦ κατακλυσμοῦ ἀπὸ προσώπου τῆς γῆς, καὶ ἰσχὺς αὐτῶν οὐκ ὠφέλησεν αὐτούς.

Ἀναλόγισαι τὴν γῆν Σοδόμων καὶ Γομόρρας, πῶς κατεστράφη διὰ τὴν ἁμαρτίαν τῶν κατοικούντων ἐν αὐτῇ, καὶ ἡ σπατάλη καὶ ἡ ὑπερηφανία οὐκ ὠφέλησεν αὐτούς. Φροντίσωμεν οὖν τῆς ἑαυτῶν σωτηρίας, ἀγαπητοί, μήποτε καταλάβῃ ἄφνω καὶ ἡμῶν τὸ τέλος, καὶ πορευθῶμεν ὄντες ἐν πολλῇ καταγνώσει.

Τί δὲ ἡμῖν δοκεῖ περὶ τοῦ τελευτήσαντος, ὅτι μετὰ μίαν ἡμέραν ἀνακάμψει εἰς τὸν οἶκον αὑτοῦ; Ἀλλὰ μετὰ ἐνιαυτόν; Ἀλλὰ μετὰ ἑκατὸν ἢ χίλια ἔτη; Τί οὖν τῶν μὴ μενόντων ἀντιποιούμεθα, καὶ μὴ παρερχομένων καταφρονοῦμεν; Εἰπὸν τῷ ὑποβάλλοντί σοι ἐπιθυμίας ῥυπαρὰς καὶ ἀκαθάρτους· ὦ Ἐχθρὲ τῆς ἀληθείας, ἵνα σὺ τὴν ἐπιθυμίαν ποιήσῃς, ἐγὼ αἰσχυνθῶ;

Ὕπαγε πρὸς τοὺς ὁμοίους σου ἀσελγεῖς. Ἀγέλην χοίρων ἐξῃτήσω σεαυτῷ; Καταποντίσθητι σὺν αὐτοῖς. Οὐκέτι ἕξεις με δοῦλον ὑπήκοον πρὸς τὰ βουλήματά σου. Ἀρκετός μοι ὁ παρεληλυθὼς χρόνος· ἀπὸ τοῦ νῦν τῆς ἀληθείας φροντίσω καὶ τὸν Θεόν μου ἱκετεύσω, ὅπως ῥύσηταί με τελείως τῶν ἔργων σου. Πνεῦμα γὰρ Ἅγιον δέδωκέ μοι, κἀγὼ τοῦτο παρώργισα· ψυχὴν καὶ σῶμα καθαρὸν δέδωκέ μοι, ἐγὼ δὲ ταῦτα ἐσπίλωσα. Οὕτως λέγε, ἀγαπητέ, τῷ ὑποβάλλοντί σοι ὀλέθρια πάθη.

Ἔφη τις τῶν Ἁγίων· κυνὶ ἔοικεν ἡ πορνεία· ἐὰν κολακεύσῃς, προσμένει σοι ἐὰν διώξῃς, φεύξεται. Ἄκουε τοῦ λέγοντος· καταμόνας εἰμὶ ἐγώ, ἕως οὗ παρέλθω· τουτέστι τῷ ἑαυτῷ προσέχειν ἕκαστον, ἄχρις οὗ ἐξέλθωμεν τὸν ἐνεστῶτα βίον. Πρόσεχε σεαυτῷ, παρακαλῶ, καὶ μὴ καταφρόνει τῆς σεαυτοῦ πολιτείας. Μὴ ἕνεκα μικρᾶς ἡδονῆς ἀπολέσης τοὺς καρποὺς τῶν πόνων σου, μηδὲ ἀκαθαρσίας χάριν προδῷς τὸν μισθὸν τῆς σῆς ἐργασίας, τὸν μισθὸν τῆς ἡσυχίας, τὸν μισθὸν τῆς ἀγρυπνίας, τῆς ἐγκρατείας καὶ τῶν λοιπῶν ἀρετῶν, ἀκαθαρσίας χάριν ἀπολέσῃς καὶ ὁμοιωθῇς τῷ βάλλοντι τοὺς ἑαυτοῦ μισθοὺς ἐν βαλαντίῳ τετριμμένῳ. Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ· ἀλλὰ περίφραττε σεαυτὸν εἰς τὸν φόβον τοῦ Κυρίου.