Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸ Πρόσεχε σεαυτῷ

Ἐφραίμ ὁ Σύρος

Ο αμείλικτος πόλεμος των δαιμόνων και η μίμηση των αγίων

Σύγκριση του μοναχικού με τον κοσμικό βίο, προβολή του ασκητικού παραδείγματος του αγίου Αντωνίου και οδηγίες για την αποφυγή επιβλαβών συναναστροφών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 7 από 8

Ἄκουε ἅ φημι, ἀγαπητέ· ἐν κοσμικῷ βίῳ ὁ εὔλαλος μέγας ἀκούειν δοκεῖ, ἐν δὲ τῷ μοναδικῷ βίῳ ὁ ἀγαπῶν τὴν ἡσυχίαν μέγας ἐστὶ πρὸς τὸν Κύριον. Πάλιν, ἐν τῷ κοσμικῷ βίῳ ὁ φιλοκαλῶν τὸ σῶμα αὑτοῦ καὶ ἐξαλλάσσων ἱματίοις, δόξαν ἔχει ἀνθρωπίνην· ἐν δὲ τῷ ἐπαγγέλματι τούτῳ ὁ τούτων καταφρονῶν, προσέχων δὲ μόνον τῇ ἀναγκαίᾳ χρείᾳ τοῦ σώματος, δόξαν περιποιεῖται ἑαυτῷ ἐν τοῖς οὐρανοῖς, κατὰ τὸν λέγοντα· ἔχοντες διατροφὰς καὶ σκεπάσματα τούτοις ἀρκεσθησώμεθα. Πάλιν, ἐν τῷ κοσμικῷ βίῳ ὁ μεγαλαυχῶν ἐπὶ τῇ τοῦ σώματος δυνάμει καὶ πλούτῳ μέγας δοκεῖ ἀκούειν παρὰ ἀνθρώποις, ἐν δὲ τῷ ἐπαγγέλματι τούτῳ ὁ ἀγαπῶν τὴν ταπείνωσιν ἐν ἀληθείᾳ ὑψοῦται παρὰ Κυρίῳ· καθὼς γέγραπται· τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεός, ἵνα καταισχύνῃ τοὺς σοφούς· καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεός, ἵνα καταισχύνῃ τὰ ἰσχυρά· καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεός, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ· ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ.

Ἀγαπήσωμεν οὖν τὰ ἀρεστὰ Κυρίῳ, ὡς δοῦλοι εὔχρηστοι καὶ εὐγνώμονες· ἐὰν καὶ ἐπιβουλὰς κακούργων ὑποστῶμεν, ἐὰν καὶ ὑπὸ βαρβάρων συσχεθέντας ἀποδιδῶνται εἰς δουλείαν, μὴ ἀπελπίσωμεν τῆς ἑαυτῶν σωτηρίας· γέγραπται γάρ· ἐν θλίψει ἐπεκαλεσάμην τὸν Κύριον καὶ ἐπήκουσέ μου εἰς πλατυσμόν· ἀναλογιζόμενοι ἅμα ὅτι καὶ Προφῆται ἤχθησαν ἐν αἰχμαλωσίᾳ, καὶ ἐν ἀλλοτρίᾳ χώρᾳ δουλείας καὶ κακουχίας ὑπέμειναν, ἡ δὲ διάνοια αὐτῶν οὐκ ᾐχμαλωτεύθη ποτὲ ἀπὸ Θεοῦ· τὸ γὰρ πραθῆναι ἢ μὴ πραθῆναι τὸν ἔξω ἡμῶν ἄνθρωπον οὐ τῶν ἐφ᾽ ἡμῖν ἐστι· τὸ δὲ συγκοινωνῆσαι τῇ ἀσεβείᾳ ἢ μὴ συγκοινωνῆσαι τὸν ἔσω ἡμῶν ἄνθρωπον τῶν ἐφ᾽ ἡμῖν ἐστιν. Ὅθεν οἱ Ἅγιοι τυράννους ἤλεγξαν καὶ θανάτου ἀπειλὰς κατεφρόνησαν, τῆς ἀρετῆς ἀντιποιούμενοι.

Τοιγαροῦν καὶ ἡμεῖς τέκνα ὄντες, ἀγαπητοί, τῶν Προφητῶ καὶ κατ᾽ ἴχνος αὐτῶν βαίνοντες, τὴν τελείαν αὐτῶν πίστιν κτησώμεθα· διότι γέγραπται· ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν, ὅπως συνεισέλθωμεν ἅμ᾽ αὐτοῖς ἐν τοῖς ἐπουρανίοις, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός, ἐν τῇ λαμπρότητι τῶν Ἁγίων. Νήψωμεν δὲ προσευχόμενοι τοῦ μὴ εἰσελθεῖν εἰς πειρασμόν. Μελετήσωμεν τὰ λόγια τοῦ Ἁγίου Πνεύματος, ὅπως ἐγκύψωμεν ταῖς Γραφαῖς, καὶ βιβλίον ἐν χερσὶ μὴ κατέχοντες, ἐν νῷ ἔχωμεν τὰ λόγια τοῦ Θεοῦ.

Ἐάν τις ἐξείπῃ σοι τοὺς ἑαυτοῦ λογισμούς, ἢ τὰ ἑαυτοῦ ἐλαττώματα ἀνακαλύψῃ, μὴ ἐξουθένει τοῦτον τῇ διανοίᾳ, ὡς τὰ τοιαῦτα διαπραξάμενον· ἀλλὰ μᾶλλον θαύμαζε ἐπὶ τῇ τοῦ ἀδελφοῦ μεταβολῇ. τὸ γὰρ ἐκφαίνειν ἑκουσίως τινὰ τὰ ἑαυτοῦ πταίσματα ἀνδράσι πνευματικοῖς, σημαντικὸν βίου ἐπανορθώσεως· τὸ δὲ κρύπτειν, δηλωτικὸν ἐμπαθοῦς ψυχῆς. Οὐδεὶς γὰρ συντρέχων κλέπταις καὶ τὸ μέρος αὑτοῦ μετὰ μοιχῶν τιθέμενος ἐξάγει τούτους ποτέ, διότι φιλοστόργως διάκειται πρὸς τὸ πάθος. Χρὴ οὖν παρακαλεῖν τὸν ἀνατιθέντα μετὰ πάσης ταπεινοφροσύνης, καθὼς γέγραπται· σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. Λέγει γὰρ Κύριος διὰ τοῦ προφήτου Ἰεζεκιήλ· καὶ σύ, υἱὲ ἀνθρώπου, εἰπὸν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου· δικαιοσύνη δικαίου οὐ μὴ ἐξελεῖται αὐτόν, ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ· καὶ ἀνομία ἀνόμου οὐ μὴ κακώσῃ αὐτόν, ἐν ᾗ ἂν ἡμέρᾳ ἀποστρέφῃ ἀπὸ τῆς ἀνομίας αὑτοῦ.

Δῴη δὲ ἡμῖν ὁ Κύριος τὴν ἀπλανῆ ὁδὸν κατέχειν ἕως τέλους, τὴν στενὴν καὶ τεθλιμμένην· ὅπως ἐμφραγῇ τὸ στόμα τοῦ ἀντιδίκου ἡμῶν τοῦ Διαβόλου, μὴ ἔχον λέγειν τι περὶ ἡμῶν φαῦλον. Ὅτι τῷ Θεῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Κεφάλαιον ιʹ Πρόσχωμεν ἑαυτοῖς, ἀγαπητοί, ὅτι πικροὺς ἔχομεν ἐχθροὺς καὶ ἀνελεεῖς, χαίροντας ἐπὶ πτώσει ἀνθρώπων, καὶ ταύτην μόνην ἔχοντας εὐφροσύνην. Ὅθεν οἱ ἅγιοι Πατέρες ἐπιστάμενοι τὰς καθ᾽ ἡμῶν αὐτῶν κακουργίας οὐκ ἠμέλουν, οὐκ ἐμετεωρίζοντο, ἀλλὰ προσεῖχον ἑαυτοῖς, καὶ ἑαυτοῖς προσέχοντες καὶ Θεῷ εὐηρέστουν καὶ ἀνθρώπους ᾠκοδόμουν εἰς τὸ ἀγαθόν.

Οἷος γέγονεν ὁ ἅγιος Ἀντώνιος, καθὼς καὶ ὁ ἅγιος Ἀθανάσιος, ὁ ἀρχιεπίσκοπος, ἐμνημόνευσεν εἰς τὸν περὶ αὐτοῦ βίον γράψας· καὶ γὰρ ἀσκήσει πολλῇ καὶ συντονωτέρᾳ ἐκέχρητο· ἐνήστευε γὰρ ἀεί, τὸ δὲ ἔνδυμα εἶχεν ἔνδον μὲν τρίχινον, ἐπάνω δὲ δερμάτινον, ἃ καὶ ἕως τελευτῆς τετήρηκε, μήτε τὸ σῶμα διὰ ῥύπον ὕδατι λούσας, μηδόλως τοὺς πόδας νίψασθαι ἢ κἂν ἁπλῶς ἐν ὕδατι αὐτοὺς χωρὶς ἀνάγκης ἐμβαλεῖν· ἀλλ᾽ οὐδὲ γυμνωθέντα τις αὐτὸν ἑώρακεν, οὐδ᾽ ὅλως τὸ σωμάτιον Ἀντωνίου ἑώρακέ τις γυμνόν, εἰ μὴ ὅτε τελευτήσας ἐθάπτετο. Καὶ πάλιν εἶπεν· εἰ καὶ μικρὰ ταῦτα πρὸς τὴν ἀρετὴν ἐκείνου, ἀλλ᾽ ἄγε ἀπὸ τούτων λογίζεσθαι, ὁποῖος ἦν ὁ τοῦ Θεοῦ ἄνθρωπος Ἀντώνιος, ὁ ἐκ νεωτέρου μέχρι τῆς τοσαύτης ἡλικίας ἴσην τηρήσας τὴν προθυμίαν τῆς ἀσκήσεως· καὶ μήτε διὰ τὸ γῆρας ἡττηθεὶς πολυτελείᾳ τροφῆς βρωμάτων, μήτε δι᾽ ἀτονίαν τοῦ ἑαυτοῦ σώματος ἀλλάξας τὸ σχῆμα τοῦ ἐνδύματος, ἢ κἂν τοὺς πόδας νίψας ὕδατι, καὶ ὅμως ἐν πᾶσι διέμεινεν ἀβλαβής· καὶ γὰρ καὶ τοὺς ὀφθαλμοὺς ἀσινεῖς καὶ ὁλοκλήρους εἶχε, βλέποντας καλῶς. Καὶ ἵνα μὴ καθ᾽ ἓν λέγωμεν, πάντων τῶν ἐν ποικίλῃ τροφῇ καὶ λουτροῖς καὶ διαφόροις ἐνδύμασι χρωμένων, καὶ φαιδρότερος μᾶλλον αὐτὸς ἐφαίνετο καὶ πρὸς ἰσχὺν προθυμότερος.

Ἡμεῖς δὲ τὰ χαυνοῦντα τὸ σῶμα ἐπινοοῦντες ἐν ἑαυτοῖς μετεωριζόμεθα, μὴ ἐννοοῦντες οἵους πικροὺς ἀντιδίκους ἔχομεν· ὅθεν καὶ αὐτοὶ οἱ ἀντίπαλοι ὁρῶντες ἡμῶν τὴν τοσαύτην ἀπροσεξίαν προθυμότεροι καθίστανται καθ᾽ ἡμῶν, κατατοξεύοντες ἡμᾶς ἀεὶ τοῖς τῆς ἀσελγείας βέλεσι.

Πρόσχωμεν οὖν ἑαυτοῖς, ὅπως ὁ Κύριος καταργήσῃ αὐτῶν τὰς καθ᾽ ἡμῶν ἐπιβουλάς. Ταῦτα δέ φημι, ἀδελφοί, οὐχ ὡς βίον καθαρὸν κεκτημένος· ἐὰν γὰρ ἀποκαλύψῃ Κύριος τὰς ἐμὰς ἁμαρτίας πρὸ τοῦ παραπεμφθῆναί με εἰς κόλασιν, ἡ αἰσχύνη τῶν ἔργων μου μέρος κολάσεώς μοι γενήσεται.

Ἀλλὰ ταῦτα εἴρηνται ὑπ᾽ ἐμοῦ διὰ τῆς τοῦ Κυρίου χάριτος, ὅπως ὑμῶν ὠφελουμένων διὰ τῆς ἀγαθῆς συμβουλίας αὐτὸς ὁ εὐτελὴς μισθὸν τύχω τῆς ἐμῆς ἀγαθῆς συμβουλίας· καθάπερ γὰρ ὁ προτρεπόμενος ἐπὶ καταστροφῇ ψυχῶν, ἀπωλείας καὶ ὀλέθρου μερίδα εὑρήσει, οὕτω καὶ ἐπὶ διορθώσει συμβουλεύων μερίδα ἀγαθὴν εὕρῃ παρὰ Κυρίῳ, ἐὰν ἀπόσχῃ καὶ αὐτὸς τοῦ λοιποῦ ἀπὸ τῶν ἀνωφελῶν.

Ἐὰν σχῇς φιλίαν μετὰ ἀδελφοῦ, καὶ τὸ συνειδός σου καταγνῷ σου, ὡς βλάβος ψυχῆς ὑπομένον διὰ τῆς συναφείας, ἔκκοψον σεαυτὸν ἀπ᾽ αὐτοῦ. Εἴρηκε γάρ τις τῶν Ἁγίων· μετὰ πάντω ἀγάπην, ἀπὸ πάντων ἀπέχου. Ταῦτα δέ φημι, ἀγαπητέ, οὐχ ἵνα ἀνθρώπους μισήσῃς, ἀλλὰ τὴν ἁμαρτίαν. Γέγραπται γάρ· ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν, ἵνα ὃ ἐὰν αἰτούμεθα λαμβάνωμεν παρ᾽ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν· ἐὰν δὲ ἡ καρδία ἡμῶν καταγινώσκῃ ἡμῶν, μείζων ἐστὶν ὁ Θεὸς τῆς καρδίας ἡμῶν, καὶ γινώσκει πάντα.

Ἀδελφὸς ἀδελφὸν παρῄνει εἰς τὰ κατὰ Θεόν, παριόντος δὲ ἑτέρου, ἔφη ὁ παρακαλῶν πρὸς αὐτόν· ἰδοὺ παρακαλῶ τὸν ἀδελφὸν καὶ οὐ βούλεταί μου ἀκούειν· ὁ δὲ ἀπεκρίθη· ὀφείλει σου ἀκοῦσαι, συγχώρησον· παρὰ σοῦ γὰρ καὶ ἀκοῦσαι καλὸν καὶ ποιῆσαι χαρά ἐστι. Ὁ δὲ ἔφη· οὐχ οὕτως· ἐὰν δοκιμάσῃ ὅτι οὐκ ἔστι κατὰ Θεόν, μή μου ἀκούσῃ· οὐ μόνον δὲ ἐμοῦ, ἀλλὰ μηδὲ προφήτου, ἐὰν παρὰ τὸ θέλημα τοῦ Θεοῦ συμβουλεύῃ· λέγει γὰρ ὁ Ἀπόστολος· ἐὰν καὶ ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ἡμῖν παρ᾽ ὃ ἐλάβετε, ἀνάθεμα ἔστω. Τίνες γὰρ ὑπῆρχον οἱ ἐπαναστάντες κατὰ Σωσάννης ἐν Βαβυλῶνι; Οὐχὶ πρεσβύτεροι; Καὶ οὐχ ἁπλῶς πρεσβύτεροι, ἀλλὰ κριταὶ καὶ ἡγούμενοι τοῦ λαοῦ. Καὶ διὰ τὸ μὴ προσέχειν ἑαυτοῖς, οἵῳ τέλει ὑπέπεσον; Καὶ ἡ ἀξία αὐτῶν οὐκ ὠφέλησεν αὐτούς.

Φροντίσωμεν οὖν, ἀδελφοί, τῆς ἀληθείας, ὅπως ἡ ἀλήθεια περικυκλώσῃ ἡμᾶς. Ὧδε γὰρ ἐάν τις φαύλως διαπραξάμενος διαβληθῇ τῷ ἄρχοντι, ἀποδρὰς εἰς ἑτέρους τόπους ἴσως σῴζεται· ἀπὸ δὲ τοῦ προσώπου τοῦ Θεοῦ ποῦ φύγωμεν; Κατὰ τὸν λέγοντα· ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ᾽ ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με καὶ καθέξει με ἡ δεξιά σου.