Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸ Πρόσεχε σεαυτῷ

Ἐφραίμ ὁ Σύρος

Ησυχία, αμοιβαία διακονία και τελικές προτροπές

Παραινέσεις για εγκράτεια, συμβουλές προς τους ηγουμένους για πνευματική σοφία, καταπολέμηση της ακηδίας και τελική δοξολογική κατακλείδα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 8 από 8

Ἀγαπήσωμεν τὴν ἡσυχίαν, ὅπως ῥυσθῶμεν τῶν περισπασμῶν. Ἀγαπήσωμεν τὴν ἐγκράτειαν ἐν ἀγάπῃ Θεοῦ. Ἀγαπήσωμεν τὴν ἁγνείαν καὶ τὴν ταπεινοφροσύνην. Ἐσώμεθα ταπεινοί, εὐπροσήγοροι καὶ μικροῖς καὶ μεγάλοις, ὅπως ἐκφευξώμεθα τὴν κενοδοξίαν καὶ πάσας τὰς παγίδας τοῦ Διαβόλου.

Μισήσωμεν τὴν μέθην καὶ τὸν γέλωτα καὶ τοὺς ἀνωφελεῖς λόγους τῶν κακοφρόνων ἀνθρώπων. Πάντα γὰρ πράττουσι, πάντα ἐπινοοῦσι πρὸς τὸ μὴ ἀποτυχεῖν τῶν ἑαυτῶν ἡδονῶν. Σὺ δέ, ἀγαπητέ, ταῦτα φεῦγε, ὡς τῷ Θεῷ ἐπαγγειλάμενος ἀρέσαι· πάντα κατὰ Θεὸν πράττε. Θεὸς γὰρ οὐ μυκτηρίζεται, κατὰ τὸ λόγιον τοῦ Ἀποστόλου· ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· ὅτι ὁ σπείρων εἰς τὴν ἑαυτοῦ σάρκα ἐκ τῆς σαρκὸς θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. Μὴ συνομίλει τοῖς ῥυπαροῖς λογισμοῖς, μήποτε κατάγωσί σε εἰς τὴν αἰσχρὰν αὐτῶν πρᾶξιν· ἀλλὰ τούτους βδελύσσου καὶ ἄπωσον, ὅπως γαληνιάσῃ σου ἡ διάνοια. Δεήθητι τοῦ Κυρίου, ὅπως φωτίσῃ σου τοὺς ὀφθαλμοὺς τῆς καρδίας· τὰ γὰρ παρὰ ἀνθρώποις ἀδύνατα παρὰ τῷ Θεῷ δυνατά. Ἑστὼς εἰς προσευχὴν μὴ μετεωρίζου, ἵνα μὴ εὑρεθῇς ὡς καταφρονῶν. Πρόσεχε σεαυτῷ, ἀγαπητέ, μήποτε θεωρῶν τοὺς ἐν τῷ νῦν αἰῶνι πλουτοῦντας, σπαταλῶντας καὶ τὰς σάρκας αὑτῶν διατρέφοντας, ὡς ἐν ἡμέρᾳ σφραγῆς, μακαρίσῃς αὐτοὺς διὰ τὴν πρόσκαιρον εὐθηνίαν· διότι οὐ πλούσιον, οὐ τρυφητήν, οὐ δυνάστην ἐμακάρισε τὸ Πνεῦμα τὸ Ἅγιον, πλὴν τῶν φοβουμένων τὸν κύριον· καθὼς γέγραπται· μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· καί, μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.

Ἡγούμενόν σε κατέστησαν; Τῆς εἰρήνης γενοῦ, ὅπως ἀνοιγήσονταί σοι αἱ πύλαι τῆς βασιλείας τῶν οὐρανῶν, καὶ συνεισελεύσῃ ἅμα τοῖς ποιοῦσι τὴν εἰρήνην. Λέγει γὰρ τὸ Πνεῦμα τὸ Ἅγιον· ἀνοίξατε πύλας, εἰσελθέτω λαός. Καὶ ποῖος λαός; Φυλάσσων δικαιοσύνην καὶ φυλάσσων ἀλήθειαν· ἀντιλαμβανόμενος ἀληθείας καὶ φυλάσσων εἰρήνην. Ὅθεν ἔλεγέ τις τῶν Ἁγίων γενέσθω εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου. Ἄκουε δὲ καὶ τοῦ ἁγίου Ἰακὼβ λέγοντος· τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; Δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὑτοῦ ἐν πρᾳότητι σοφίας. Εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐρίθειαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας· οὐκ ἔστιν ἡ σοφία αὕτη ἄνωθεν κατερχομένη, ἀλλ᾽ ἐπίγειος, ψυχική, δαιμονιώδης. Ὅπου γὰρ ζῆλος καὶ ἐρίθεια, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα. Ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος, ἀνυπόκριτος. Καρπὸς δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην. Δῴη δὲ ὑμῖν ὁ Κύριος τὴν ὁμόνοιαν κατὰ τὸ αὑτοῦ θέλημα. Εὔξασθε δὲ καὶ περὶ ἐμοῦ τοῦ οἰκτροῦ, παρακαλῶ, ὅπως φωτίσῃ ὁ Κύριος τὸν ἐν ἐμοὶ ἐσκοτισμένον ὀφθαλμόν. Ὅτι αὐτοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κεφάλαιον ιαʹ Μὴ ὀλιγωρῶμεν, ἀδελφοί, δουλεύοντες ἀλλήλοις διὰ τὸν Κύριον. Πολλοὶ γὰρ παιδίσκης ἐρασθέντες ᾑρήσαντο δουλεύειν διὰ τὴν ποθουμένην. Τί γὰρ οὖν ἡμεῖς μέγα ποιοῦμεν, ἐάνπερ δουλεύωμεν ἀλλήλοις διὰ τὸν Κύριον;

Μὴ ἀκηδέωμεν καθεζόμενοι ἐν τῷ κελλίῳ, ἀγαπητοί, μνημονεύοντες ὅτι οἱ ἅγιοι Μάρτυρες κατάκλειστοι ὑπῆρχον ἐν δεσμοῖς σιδηροῖς μετὰ πολλῶν βασάνων· μὴ οὖν ἀποφύγωμεν τὴν στενοχωρίαν τοῦ κελλίου· μὴ ἐκκακῶμεν ἐργαζόμενοι, μνημονεύοντες ὅτι πολλοὶ τῶν Ἁγίων ἐν τοῖς μετάλλοις παρεπέμποντο διὰ τὸν Κύριον. Ἆρα οὖν, εἰ εἴημεν ἡμεῖς ἐν τοῖς χρόνοις ἐκείνοις, προδιδοίημεν τὴν ἑαυτῶν ζωὴν διὰ τὰς στρεβλώσεις; Ἆρα ἠρνούμεθα τὴν ἑαυτῶν πίστιν διὰ τὰς ἀνάγκας; Μνησθῶμεν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, τῶν εὐεργεσιῶν Κυρίου τοῦ Θεοῦ ἡμῶν, τοῦ πλάσαντος ἡμᾶς καὶ αὐξήσαντος ἡμᾶς, τοῦ τρέφοντος ἡμᾶς καὶ σκέποντος κατὰ πάντα, τοῦ ἐξάγοντος ἀνέμους ἐκ θησαυρῶν αὑτοῦ πρὸς διακονίαν ἡμῶν, τοῦ ἀνάγοντος νεφέλας ἐξ ἐσχάτου τῆς γῆς πρὸς ὑπηρεσίαν ἡμῶν, τοῦ πληθύναντος πτηνά, κτήνη καὶ ἔνυδρα πρὸς ὑπηρεσίαν τοῦ γένους ἡμῶν, τοῦ ποιήσαντος τὸν ἥλιον εἰς φῶς ἡμέρας καὶ τὴν σελήνην καὶ τὰ ἄστρα εἰς φῶς τῆς νυκτὸς διὰ 〈τὴν ὑπηρεσίαν〉 τοῦ γένους ἡμῶν, καὶ σώσαντος ἡμᾶς διὰ τοῦ μυστηρίου τοῦ τιμίου αὑτοῦ σταυροῦ. Δουλεύσωμεν αὐτῷ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ καὶ ἐλπίδι ἀγαθῇ, ὅτι πάροικοι καὶ παρεπίδημοί ἐσμεν ἐν τῷ βίῳ τούτῳ, κατὰ τὸν λέγοντα· πάροικος καὶ παρεπίδημός εἰμι ἐν τῇ γῇ, καθὼς πάντες οἱ πατέρες μου.

Παρακαλῶ ὑμᾶς ἐγὼ ὁ ἐλάχιστος, ὁ εὐτελής, ὁ τῶν μυρίων ταλάντων ὀφειλέτης, ὁ παντὸς ἁμαρτωλοῦ ἁμαρτωλότερος, ἀνέξασθε ταύτης τῆς καλλίστης συμβουλίας. Τηρήσατε ἑαυτοὺς ἀκαταγνώστους ἐν παντί, ὅπως ἦτε ἀνεπαίσχυντοι. Εἰ δὲ καὶ κατέγνω τις ἑαυτοῦ ἔν τινι πράγματι, τοῦ λοιποῦ τηρείτω ἑαυτὸν ἀκατάγνωστον ὅπως μὴ σχῇ ὁ ἐξεναντίας λέγειν τι περὶ ἡμῶν φαῦλον, ὁ μισάνθρωπος, ὁ φθορεύς, ὁ ἀλλότριος, ὁ ἐχθρὸς τῆς δικαιοσύνης, ὁ ἐπιχαίρων τοῖς κακοῖς ἡμῶν, ὁ ἀσθενὴς πρὸς τοὺς δουλεύοντας τῷ Κυρίῳ ἐν ἀληθείᾳ, ὁ ἐξουθενημένος ὑπὸ τῶν ἀγαπώντων τὸν Κύριον ἐν ἀληθείᾳ, ὁ καταπατούμενος ὑπὸ τῶν ποιούντων τὸ θέλημα τοῦ Κυρίου ἐν καθαρᾷ καρδίᾳ. Ὅτι τῷ Θεῷ ἡμῶν ἡ δόξα καὶ ἡ μεγαλωσύνη εἰς πάντας τοὺς αἰῶνας. Ἀμήν.

Κεφάλαιον ιβʹ Ἔμμενε οὖν, ἀγαπητέ, ἐν τῇ κλήσει ᾗ ἐκλήθης. Δὸς δόξαν τῷ Θεῷ, ὅτι κατηξίωσέ σε συγκαταριθμηθῆναι ἐν τοῖς προβάτοις τῆς ποίμνης αὑτοῦ, ἵνα διατραφῇς τῇ νομῇ τῶν προβάτων αὑτοῦ. Ὑπόμεινον οὖν ἄχρι τέλους, ὅπως σωθῇ σου ἡ ψυχή· γέγραπται γάρ· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσεσθε τὰς ψυχὰς ὑμῶν. Ἴσθι παιδευόμενος ἐν πάσῃ ἀναστροφῇ σου. Ἄκουε τοῦ λέγοντος· τέκνον, ἐὰν σοφὸς ἔσῃ, εὐφρανεῖς καὶ τὴν ἐμὴν καρδίαν. Μὴ γίνου τραχὺς ἐν γλώσσῃ σου, μηδὲ σκληρῶς ἀποκρίνου τῷ ἀδελφῷ σου, ἀλλὰ μετὰ πάσης ταπεινοφροσύνης καὶ φόβου Θεοῦ ἔστω σου ἡ φθογγή. Μὴ γὰρ ἀργυρίου ὠνοῦμεν τὸν καλὸν λόγον; Οὐδενὸς ἀγοράζομεν, εἰ μὴ ἐν τῷ θέλειν ἡμᾶς, ὅτι τῶν ἀμφοτέρων ὁδῶν τὴν ἐξουσίαν δέδωκεν ἡμῖν ὁ Κύριος, ἵνα ἐπιγνωσθῇ ἑκάστου ἡ διάθεσις. Οὕτως οὖν ἔστω ἡμῶν ἡ ἀπόκρισις πρὸς ἀλλήλους, ἐλεκτοὶ Θεοῦ, ὥσπερ δοῦλος πιστὸς προσομιλῶν τῷ ἑαυτοῦ δεσπότῃ.

Ἀψευδὴς γὰρ ὁ εἰπών· πᾶς ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Οἱ δὲ λόγοι ἡμῶν οἱ πρὸς ἀλλήλους μὴ ἔστωσαν περὶ ἐξωτικῶν πραγμάτων, ἀλλὰ περὶ ὠφελείας ψυχῆς, περὶ οἰκοδομῆς τῆς εἰς ἀλλήλους, περὶ κατορθωμάτων, περὶ παντὸς ἔργου ἀγαθοῦ· καθὼς γέγραπται· ὅπως ἂν δῷ χάριν τοῖς ἀκούουσι· καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ Ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. Ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.