Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαάκ

Ἐφραίμ ὁ Σύρος

Η προτύπωση του μυστηρίου της θείας Οικονομίας και κατακλείδα

Η θεολογική ερμηνεία της προσφοράς του κριού ως τύπου της σταυρικής θυσίας του Χριστού και η τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 6 από 6

Καὶ ἔδωκεν ὁ Θεὸς πρόβατον ἐκ τῆς πέτρας ἀντὶ τοῦ παιδαρίου, τελέσαι τὴν θυσίαν· οὐ γὰρ ἥδεται Θεὸς ἐπὶ νεκρᾷ θυσίᾳ διὰ κνίσσης καὶ καπνοῦ προσαγομένῃ αὐτῷ, ἀλλὰ θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον, τὴν λογικὴν λατρείαν ἐπιζητεῖ παρ᾽ ἡμῶν, καθὼς ὁ Ἀπόστολος παραινεῖ πᾶσι, σαφῶς ἐπιστάμενος τοῦτο εὐάρεστον τῷ Θεῷ. Οὐ γὰρ θέλων ὁ Θεὸς παιδοκτόνον ποιῆσαι τὸν Ἀβραάμ, ἔλεγεν ἀνενεγκεῖν τὸν υἱόν, ἀλλ᾽ ἵνα δείξῃ πᾶσι τοῖς τὸν κόσμον οἰκοῦσιν, ὅτι σφόδρα ἠγάπα τὸν Θεὸν ὁ Ἀβραάμ, ὅτι οὐκ ἐφείσατο δι᾽ αὐτὸν τοῦ Ἰσαάκ, καίτοι μονογενὲς ἔχων τὸ παιδάριον.

Διὸ καὶ μυστήριον ὑπέδειξεν ὁ Θεός, ὡς φίλῳ τῷ Ἀβραάμ, μέγα καὶ παράδοξον· διὰ γὰρ τῆς θυσίας ἱερεὺς ἐγένετο, ἐν δὲ τῷ τύπῳ αὐτὸν προφήτην ἐποίησε· καὶ ἐγνώρισεν αὐτῷ ὁ Θεὸς ὁ ὕψιστος ὅτι μέλλει καὶ αὐτὸς τὸν μονογενῆ Υἱὸν διδόναι ὑπὲρ τοῦ κόσμου, ἵνα σώσῃ ἐκ τῆς πλάνης τὸ γένος τῶν ἀνθρώπων Θεὸς ἐνανθρωπήσας· τοῦτο γὰρ ἐσήμαινεν ἀντὶ Ἰσαὰκ δεδωκὼς πρόβατον ἐκ τοῦ σαβὲκ γενέσθαι εἰς θυσίαν.

Ἐπειδὴ γὰρ ἔμελλον οἱ δύσπιστοι ἄνθρωποι ἀπιστεῖν τῷ τοκετῷ τῆς ἁγίας Παρθένου, τὸ πῶς ἂν ἠδύνατο δίχα κοίτης ἀνδρικῆς κυοφορῆσαι υἱόν, ὡς ἀμήχανον ὄν, διὰ τοῦτο ἐκ πέτρας παρήγαγε τὸν κριόν, ἵνα τὸ παράδοξον ἐκ τούτου πιστώσηται, ὅτιπερ βουλήματι τῆς αὐτοῦ θεότητος πᾶν τὸ προσταττόμενον εὐθέως ὑφίσταται.

Ὡς οὖν ἐκεῖ ὁ λόγος πρόβατον ὑπέστησεν, οὕτω 〈καὶ〉 ἐν τῇ Παρθένῳ ὁ Λόγος σὰρξ ἐγένετο· καὶ ὥσπερ τὸ πρόβατον ἐν τῷ φυτῷ ἐδέθη, οὕτω 〈καὶ〉 ὁ Μονογενὴς ἐν σταυρῷ καθηλώθη. Διὰ τοῦτο ἐβόα ὁ Ἠσαΐας λέγων· ὡς πρόβατον ἤχθη ἐπὶ σφαγὴν ἄφωνος. Πάλιν δὲ ὁ Κύριος Ἰουδαίοις ἔλεγεν· Ἀβραὰμ ἐπεθύμει τὴν ἡμέραν μου ἰδεῖν, καὶ εἶδε καὶ ἐχάρη, τὴν τοῦ πάθους δηλαδὴ ἐν τῷ τύπῳ Ἰσαάκ, ἐν ὄρει τῷ ἁγίῳ.

Εὐλογητὸς ὁ Θεὸς 〈ὁ〉 προτυπώσας ἡμῖν πάντα πρὸς σωτηρίαν ἐν ταῖς ἁγίαις Γραφαῖς, καὶ ἐλθὼν ἐπλήρωσε τοὺς λόγους τῶν Προφητῶν, καὶ ἀνῆλθεν ἐν δόξῃ πρὸς τὸν αὐτοῦ Πατέρα, ἵνα ἐν παντὶ τόπῳ προσκυνῶμεν τῷ Πατρὶ σὺν Υἱῷ καὶ τῷ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.