Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαάκ

Ἐφραίμ ὁ Σύρος

Η πορεία προς το θυσιαστήριο και η θεία παρέμβαση

Η ανάβαση στο όρος, η προετοιμασία της σφαγής, ο έπαινος της κοινής υπακοής πατέρα και υιού και η αποτροπή της θυσίας από τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 6

Τὸ φυτὸν τὸ τοῦ σαβὲκ ἄφεσιν ἑρμηνεύει (ἀφῆκε γὰρ τῆς σφαγῆς τὸν παῖδα τοῦ γέροντος), τὸν σταυρὸν προσημαῖνον τὸν ἀφέντα τῷ κόσμῳ τὰς ἁμαρτίας αὐτοῦ καὶ ζωὴν παρασχόντα· ὁ κριὸς ἐν τῷ φυτῷ κρεμάμενος τοῦ σαβέκ, μυστικῶς τὸν Ἰσαὰκ μόνον ἐλυτρώσατο, ὁ δὲ ἀμνὸς τοῦ Θεοῦ κρεμασθεὶς ἐν τῷ σταυρῷ, ἐρρύσατο τὸν κόσμον ἐκ θανάτου καὶ ᾅδου. Ἀπεσπάσθη Ἰσαὰκ ἀπὸ τῶν παίδων αὐτοῦ, μέλλων ἐπὶ τὸ ὄρος ἔρχεσθαι εἰς θάνατον· ἀπεσπάσθη καὶ Χριστὸς ἐκ τῶν μαθητῶν αὐτοῦ, μέλλων ἐπὶ τὴν σφαγὴν ἔρχεσθαι ὑπὲρ ἡμῶν. Κατέλιπε τοὺς παῖδας ὁ δίκαιος Ἀβραάμ, ἵνα μή τις παρ᾽ αὐτῶν ᾖ ἐμποδισμὸς πρὸς τὴν ἱερουργίαν· καὶ λαβὼν τὸν Ἰσαάκ, μόνος μόνον ἀνάγει, πῦρ, μάχαιραν καὶ ξύλα συνεπιφερόμενος.

Ἀλλὰ τί ὁ Ἰσαάκ; Τῇ γλυκυτάτῃ φωνῇ προσκαλεῖται καὶ λέγει· εἰπέ, φησίν, ὦ πάτερ, ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα, ποῦ ἐστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν; Πάλιν φωνὴ τοῦ παιδὸς δριμύσσει σπλάγχνα πατρός· πάλιν ἄλλος πειρασμὸς ἔσχεν αὐτὸν φοβερός· πάλιν ἄλλη βάσανος συνέσχε τὸν δίκαιον οὐκ ἐλάττων τῆς πρώτης, οὐδὲ φιλανθρωποτέρα. Καὶ πῶς ἂν οὐ κατεπλάγη δάκρυσιν ὁ Ἀβραάμ, μηκέτι προσδοκήσας λοιπὸν πατὴρ ἀκοῦσαι! Οὐ λέγει τι γοερόν, οὐ θρηνῶδες φθέγγεται, ἀλλ᾽ ἀτρεμεῖ τῇ ψυχῇ καὶ ἀκλινεῖ λογισμῷ ἐδέξατο τὴν φωνὴν τοῦ παιδὸς τὴν ἡδίστην· καὶ ἀνταποκρίνεται, καὶ λόγους μεταδίδει· ὁ Θεὸς ὄψεται, τέκνον, πρόβατον εἰς θυσίαν.

Εἴτε παραθαρρύνων τὸν παῖδα τοῦτο ἔφη, εἴτε καὶ προφητεύων τὸ μέλλον ὁ Ἀβραάμ. Ἐν δὲ τῷ φθάσαι σπουδῇ τὸν προσταχθέντα τόπον, οἰκοδομεῖ τὸν βωμόν, τὸ θυσιαστήριον ἑτοιμάζει, μάχαιραν εὐτρεπίζει, καὶ τὸ πῦρ καὶ τὰ ξύλα ὁ πατὴρ παρατίθει τῷ παιδί. Ἅπτεται μετὰ τοῦτο τοῦ υἱοῦ ὁ πατήρ, καὶ οὐδὲν ἀντιπράττει ἡ φύσις πρὸς κώλυμα. Ἐξέδωκεν ἑαυτὸν ὁ Ἰσαὰκ τῷ πατρί, ἵνα χρήσηται αὐτῷ καθ᾽ ὃν τρόπον βούληται.

Τίνα πρῶτον θαυμάσω, ἢ τίνα καταπλαγῶ; Ποίῳ πρώτῳ στέφανον πλέξω τῶν ἐγκωμίων; Τὸν ἐπὶ τὸν φίλτατον χεῖρας ἐπιβαλόντα διὰ τὴν πρὸς τὸν Θεὸν ἀγάπην καὶ εὔνοιαν, ἢ τὸν μέχρι θανάτου πατρὶ ὑπακούσαντα, καὶ οὐράνιον σφαγὴν παρ᾽ αὐτοῦ δεχόμενον; Ὁ μὲν γὰρ τῆς φύσεως ὑπερῆρεν ἑαυτόν, τοῦ Θεοῦ τὴν ἐντολὴν τῆς φύσεως προτιμῶν· ὁ δὲ μέχρι θανάτου ὑπήκουσε τῷ πατρί, χεῖρον θανάτου εἰδὼς τὸ λυπῆσαι πατέρα.

Ἐντεῦθεν ὁ Ἀβραὰμ λαβὼν δέσμιον παῖδα, οὐ ναρκᾷ τὴν χεῖρα, οὐκ ἐξίσταται τὸν νοῦν. Ὁσάκις εἶδον τούτου τοῦ παιδὸς τὰς εἰκόνας, οὐδέποτε ἴσχυσα ἀδακρυτὶ παρελθεῖν, ἐναργῶς μοι τῆς τέχνης ὑπ᾽ ὄψιν ἀγαγούσης τῇ ἱστορίᾳ ταύτῃ σαφῆ κατανόησιν. Πλησίον προέκειτο τοῦ θυσιαστηρίου ὁ Ἰσαάκ, τῷ πατρὶ ἐπὶ γόνυ ὀκλάσας, περιηγμένας τε ἔχων εἰς τοὐπίσω τὰς χεῖρας. Κατόπιν τοῦ Ἀβραὰμ τὴν ἀγκύλην πατοῦντος· εἶτα τῇ μιᾷ χειρὶ τὴν κόμην πρὸς ἑαυτὸν τοῦ παιδὸς ἀνακλάσας, ἐπικύπτει πρὸς αὐτόν, καὶ βλέπει τὸ πρόσωπον τοῦ Ἰσαάκ, πρὸς αὐτὸν ἐλεεινῶς βλέποντος καὶ τὴν πληγὴν μένοντος. Καθωπλισμένην ἔχων τῷ ξίφει τὴν δεξιὰν κατευθύνει τὴν σφαγήν, ἅπτεται τοῦ σώματος. Ἤδη πρὸς τῷ φάρυγγι ἡ ἀκμὴ τοῦ ξίφους ἦν, ὠθῆσαι τὴν μάχαιραν κατὰ τῶν σπλάγχνων αὐτοῦ. Καὶ τότε δὴ θεόθεν ἡ φωνὴ ἐγένετο, τὴν ὁρμὴν ἐπέχουσα καὶ τὸ ἔργον κωλύουσα· Ἀβραὰμ γάρ, Ἀβραάμ, μὴ ἐπιβάλῃς, φησί, τὴν χεῖρα τῷ Ἰσαάκ, μηδέ τι κακὸν πράξῃς εἰς τὸν σὸν υἱόν· νῦν γὰρ ἔγνων ἀληθῶς, ὅτι φοβῇ τὸν Θεόν, καὶ οὐκ ἐφείσω δι᾽ ἐμὲ τοῦ σοῦ ἀγαπητοῦ.

Ἰδοὺ κριὸς δέδεται ἐν τῷ φυτῷ τοῦ σαβέκ. Λάβε καὶ ἀνένεγκε αὐτὸν ἀντὶ τοῦ Ἰσαάκ, φησίν, ὅπως πληροφορηθῇς ὅτι προσεδεξάμην ἐγὼ τὴν σὴν θυσίαν, τὴν θερμὴν προαίρεσιν. Ἐθαύμασαν Ἄγγελοι, ἀρχαὶ καὶ ἐξουσίαι, θρόνοι, κυριότητες, καὶ πᾶσαι αἱ στρατιαί· ἐξέστησαν οὐρανοί, ἥλιος καὶ σελήνη, καὶ ἀστέρων χοροὶ ἐπὶ τῷ παραδόξῳ θεάματι. Ὁ δὲ Θεὸς ἠρκέσθη μόνῃ τῇ προαιρέσει τοῦ πιστοτάτου ὄντος καὶ ὁσίου Ἀβραάμ· καὶ ἔφησε πρὸς αὐτόν· εὐλογῶν εὐλογήσω 〈σε〉, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου ἐπὶ τῆς γῆς, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, ἐπειδὴ ὑπήκουσας τῆς φωνῆς μου προθύμως, καὶ ἔσπευσας πληρῶσαι τὸ πρόσταγμα τὸ ἐμόν.