Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαάκ

Ἐφραίμ ὁ Σύρος

Η απόκρυψη του γεγονότος από τη Σάρρα και ο υποθετικός θρήνος της

Η απόλυτη υπακοή του Αβραάμ, η σκοπιμότητα της σιωπής του προς τη σύζυγό του και η δραματική αναπαράσταση των ικεσιών που εκείνη θα απηύθυνε.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 6

Ἆρα παστὸν πήξομαι; Ἆρα χοροστασίας ἐπὶ τούτοις στήσομαι; Ἆρα πατὴρ ἔσομαι, ὥσπερ εἶπας, τῶν ἐθνῶν, ὁ μὴ ἀξιούμενος μηδὲ τοῦ ἑνὸς παιδός; Ἀλλ᾽ οὐδὲν τῶν τοιούτων ἀντεῖπεν ὁ δίκαιος· ὑπήκοος δὲ γεγονώς, σφοδρότερον τοῦ πυρὸς ἀνῆψε τὴν ἀγάπην, ὀξύτερον τοῦ ξίφους ἐποίησε τὸν πόθον· ἐν αὐτῷ γὰρ ἔτεμε τοὺς δεσμοὺς τῆς φύσεως. Καθάπερ τι γεῶδες, τὸ ἄχθος τῆς συμπαθοῦς διαθέσεως λιπὼν καὶ ἀποδυσάμενος, ὅλον ἑαυτὸν προθύμως ἐκδέδωκε, καὶ τοῦ προστάγματος ἦν κατασφάξαι τὸν υἱόν. Ἀλλ᾽ οὐδὲ τῇ γαμετῇ περὶ τούτου τι εἶπεν, οὐδ᾽ ἀνεκοινώσατο, σφόδρα χρησίμως ποιῶν· ἀναξιόπιστον γὰρ καὶ ἀσύμφορον αὐτῷ εἰς συμβουλὴν τὸ θῆλυ διαλογισάμενος· οὐδὲν γὰρ συνήνεγκεν, ἀλλὰ καὶ κατέβλαψε τὸν Ἀδὰμ δεξάμενον τὴν συμβουλὴν τῆς Εὔας. Ἵν᾽ οὖν μή τι πάθῃ γυναικῶδες ἡ Σάρρα, μήτε, οἷον μητέρα εἰκός, ὀδυρομένη, τὸ σφοδρὸν καὶ ἀκραιφνὲς τῆς πρὸς Θεὸν ἀγάπης ἐπικλάσῃ ἐν αὐτῷ, ἔσπευσε λαθεῖν αὐτήν. Ποίᾳ γὰρ θρηνῳδίᾳ οὐκ ἐχρήσατο Σάρρα, ἢ πρὸς αὐτὸν τὸν παῖδα, ἢ τὸν τούτου πατέρα; Τί δὲ οὐκ εἶχε δρᾶσαι, τὸν ἑαυτῆς υἱὸν βλέπουσα πρὸς τὴν σφαγὴν βιαίως ἑλκόμενον;

Πῶς 〈οὖν〉 οὐ περιχυθεῖσα, ταῖς ἑαυτῆς ἀγκάλαις σφοδρῶς περιπλακεῖσα, ἀνθεῖλκε πρὸς ἑαυτήν; Οἵοις δ᾽ ἂν ἐχρήσατο λόγοις πρὸς τὸν Ἀβραάμ, καὶ ὀλοφυρομένη γοερὸν ἀνέκραζε; Φεῖσαι, φεῖσαι τῆς φύσεως· φεῖσαι παιδός, ὧ Ἀβραάμ.

Φεῖσαι, μὴ γένῃ τῷ βίῳ πονηρὸν διήγημα. Μονογενής μοι ὁ τόκος. Οὗτός μοι πρῶτος ὑπάρχει· αὐτὸς 〈καὶ〉 πρῶτος καὶ ὕστερος ἐν ὠδῖσιν, ὁ Ἰσαάκ. Μὴ τέμῃς τὸν ἕνα βότρυν, ὃν ἐκαρποφορήσαμεν, ὅτε λοιπὸν ἐκ τοῦ γήρους ἐξάμπελοι γεγόναμεν. Μὴ θερίσῃς 〈τὸν〉 ἕνα στάχυν, ὃν ἐκαρποφορήσαμεν, ἀποτομίας δρεπάνῃ, τὸν ἐξ ἡμῶν βλαστήσαντα, ἀπὸ τῆς ἡμῶν νεκρώσεως. Μὴ συντρίψῃς βακτηρίαν, ἐφ᾽ ἧς στηριζόμεθα.

Μὴ κλάσῃς ἡμῶν τὴν ῥάβδον, ἐφ᾽ ἧς ἀναπαυόμεθα. Μὴ τυφλώσῃς τὸν ὀφθαλμόν, ὃν οἱ δύο κεκτήμεθα. Μὴ ἄρῃς τὸ μνημόσυνον ἡμῶν ἐκ τῆς ὑπ᾽ οὐρανόν. Μὴ τὸν ἄρνα, ὃν ἔχομεν, κατασφάξῃς ὡς πρόβατον. Μὴ ἄρῃς τὴν χαρὰν ἡμῶν, καὶ πληρώσῃς ἡμᾶς θρήνου. Τίνα ἐπὶ τῆς τραπέζης μετὰ τοῦτον ὀψόμεθα; Τίς ὀνομάσει μητέρα; Τίς θεραπεύσει τὸ γῆρας; Τίς περιστελεῖ θανόντας; Τίς τάφῳ χώσει τὸ σῶμα; Τίς σώσει τὸ μνημόσυνον τῶν ἀτέκνων λοιπόν; Ὁρᾷς τὸ κάλλος τοῦ νέου, τὸ ἄνθος τῆς νεότητος, ὅπερ καὶ ἐν ἐχθρῷ βλέπων, πάντως ἂν κατηλέησας; Οὗτός μου τῆς μακρᾶς εὐχῆς ὁ καρπὸς ἀποδέδοται· οὗτος τῆς διαδοχῆς ὁ κλάδος ὑπολέλειπται· οὗτος τοῦ γένους λείψανον· οὗτος γήρως βακτηρία· οὗτος μόνος ἐλπίς ἐστι τῆς ἀνελπιστίας ἡμῶν. Εἰ μέλλεις ὠθεῖν τὸ ξίφος εἰς τὸν λαιμὸν τοῦ φιλτάτου, ἐμὲ πρῶτον ἀπόκτεινον· μεγίστην μοι χάριν δίδως. Κοινὸν γενέσθω τὸ χῶμα, καὶ τὸ μνημεῖον ἅμα κοινόν· κοινὴ κόνις καλυψάτω τῶν ἀμφοτέρων τὸ σῶμα· κοινὸς θάνατος γενέσθω τῆς στείρας καὶ τοῦ ἐξ αὐτῆς· κοινὴ στήλη διηγείσθω τὰ πάθη τῶν ἀμφοτέρων.

Μὴ ἴδῃ Σάρρας ὀφθαλμὸς τὸν Ἀβραὰμ παιδοκτόνον, μηδὲ παιδοκτονούμενον χερσὶ πατρὸς τὸν Ἰσαάκ. Ταῦτα καὶ τὰ τοιαῦτα ἐποίησεν ἂν ἡ Σάρρα, εἰ ἔγνω τὸν φίλτατον μέλλοντα σφαγιάζεσθαι. Διὰ τοῦτο ὁ Ἀβραὰμ οὐδὲν τούτων εἶπεν αὐτῇ, ἵνα μηδὲν ἐμποδίσῃ 〈τοῦ ἔργου〉 τοῦ ἐν χερσίν. Ἐπέθηκε τῷ παιδὶ τὰς σχίδακας τῶν ξύλων, ἐπειδὴ καὶ ὁ Σωτὴρ τὸν σταυρὸν ἐβάστασε. Μέλλοντος τοῦ Ἰσαὰκ ἔρχεσθαι πρὸς τὴν σφαγήν, ἠκολούθει ἡ ὄνος καὶ οἱ παῖδες οἱ τούτου· καὶ μέλλοντος τοῦ Χριστοῦ πρὸς τὸ πάθος ἔρχεσθαι, ἐπέβη ἐπὶ πῶλον δηλῶν τῶν ἐθνῶν τὴν κλῆσιν· ἠκολούθουν δὲ αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ τὰ βραβεῖα κρατοῦντες, καὶ ὠσαννὰ κράζοντες. Βαστάζων ὁ Ἰσαὰκ τὰ ξύλα, ἀνήρχετο εἰς τὸ ὄρος τυθῆναι ὡς ἀρνίον ἄκακον· βαστάζων καὶ ὁ Σωτὴρ τὸν σταυρὸν ἐξήρχετο ἐν Κρανίῳ τυθῆναι, ὡς ἀμνός, ὑπὲρ ἡμῶν. Τὴν μάχαιραν θεωρῶν ἐννόει μοι τὴν λόγχην· τὸν βωμὸν κατανοῶν σκόπει μοι τὸ Κρανίον· καὶ τὰς σχίδακας βλέπων κατανόει τὸν σταυρόν· καὶ τὸ πῦρ θεωρήσας, λογίζου μοι τὸν πόθον. Βλέπε καὶ τὸ πρόβατον ἐκ τῶν δύο κεράτων κρατούμενον ἐν φυτῷ τῷ λεγομένῳ σαβέκ· βλέπε μοι καὶ τὸν Χριστόν, τὸν ἀμνὸν τοῦ Θεοῦ, ἀπὸ τῶν δύο χειρῶν κρατούμενον ἐν σταυρῷ.