Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαάκ

Ἐφραίμ ὁ Σύρος

Η εντολή της θυσίας και η δοκιμασία της φυσικής στοργής

Η αναγγελία της θείας προσταγής για τη θυσία του μονογενούς υιού και η ρητορική περιγραφή των φυσικών λογισμών του πατριάρχη απέναντι στη δοκιμασία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 6

Ἀλλ᾽ ὅτε ταῦτα βλέπων ἔχαιρεν ὁ Ἀβραάμ, πειρασμὸς καὶ βάσανος αὐτῷ βαρὺς προσήχθη, ἵνα δῆλος γένηται, τίνι τὸ πλεῖον νέμῃ, τῇ τῆς φύσεως ῥοπῇ, ἢ τῷ πρὸς Θεὸν πόθῳ. Τὸ ἀπότομον ταύτης τῆς πείρας, ἀγαπητοί, ἐγὼ διηγούμενος φρίττω καὶ ἐκπλήττομαι. Χρηματίζει γὰρ πάλιν ὁ Θεὸς τῷ Ἀβραάμ, καὶ προσκαλεῖται αὐτὸν ἐξ ὀνόματος, λέγων· λάβε τὸν μονογενῆ υἱόν σου Ἰσαάκ, ὅνπερ σὺ ἠγάπησας, καὶ ἀνένεγκε αὐτὸν θυσίαν διὰ σαυτοῦ ἐφ᾽ ἓν τῶν ὀρέων, ὧν ἄν σοι ἐγὼ εἴπω.

Ὅτε δὲ εἶπεν αὐτῷ τό, Ἀβραάμ, Ἀβραάμ, προθύμως ὑπήκουσε, χρηστοτέραν προσδοκῶν προσθήκην τῆς χάριτος, πάντως ἐκδεχόμενος ἢ γάμον συναρμόσαι, ἢ πῆξαι θάλαμον, ἵνα εἰς πέρας ἔλθῃ ἡ ἐπὶ τοῦ σπέρματος εὐλογία καὶ πληθύς, καθὼς ἐπηγγείλατο.

Ἀλλὰ καταμάθωμεν τὴν προσθήκην τοῦ λόγου, λάβε τὸν μονογενῆ, τὸν ἀγαπητὸν [τὸν] υἱὸν σόν. Ὁρᾷς κέντρα τοῦ λόγου; Πῶς κεντᾷ τὸν πατέρα καὶ πῶς ἀναρριπίζει τῆς φύσεως τὴν φλόγα; Πῶς ἐγείρει τὸ φίλτρον τοῦ πατρὸς πρὸς τὸν παῖδα, μονογενῆ προσειπὼν ἅμα καὶ ἀγαπητόν, ἵνα διὰ τοιούτων ὀνομάτων τὸ φίλτρον πρὸς αὐτὸν ἀναζέσας δοκιμάσῃ τὴν γνώμην; Καὶ ἀνένεγκε αὐτὸν εἰς ὁλοκαύτωσίν μοι ἐφ᾽ ἓν τῶν ὀρέων, ὧν ἄν σοι ἐγὼ δείξω.

Ἄρα τί πεπόνθατε ταῦτα ἀκηκοότες; Πῶς οὐκ ἰλιγγιάσατε ἐν τῷ διηγήματι, ὅσοι πατέρες ἐστέ, καὶ τὴν ἐκ τῆς φύσεως στοργὴν πρὸς τοὺς υἱοὺς σαφῶς ἐδιδάχθητε; Οἴδατε γάρ, οἴδατε τὸ πῶς πατρὸς ἀκοὴ ὑποδέδεκται σφαγὴν μονογενοῦς υἱοῦ. Τίς οὐκ ἂν ἐξεπλάγη πρὸς τὴν τοιαύτην φωνήν; Τίς δὲ οὐκ ἂν ἀπέστρεψεν εὐθέως τὸ πρόσωπον; Τίς οὐκ ἂν εἵλατο εὐθὺς τῷ προστάγματι μᾶλλον ἀποθανεῖν ἢ τὸν λόγον δέξασθαι; Ἢ τίς πρὸς αὐτὸν οὐκ ἂν ἐδικαιολογήθη, τὴν φύσιν συνήγορον οὕτω προσκτησάμενος; Τί ταῦτα προσέταξας γενέσθαι, ὦ Δέσποτα; Τί δὲ τὴν ἀλλόκοτον ταύτην ἀφῆκας φωνήν; Διὰ τοῦτο πατέρα ἠθέλησας ποιῆσαι, ἵνα παιδοκτόνον ἀθρόον ἀπεργάσῃ; Διὰ τοῦτο ἔγευσας τῆς γλυκείας δωρεᾶς, ἵνα μύθον με παντὶ τῷ κόσμῳ ἀναδείξῃς; Ταῖς χερσὶ ταῖς ἐμαυτοῦ κατασφάξω τὸν παῖδα, καὶ συγγενείᾳ αἵματος μολύνας τὴν δεξιάν, παιδοκτόνος γένωμαι; Οὕτω ταῦτα κελεύεις, καὶ οὕτως ἐπιτέρπῃ ταῖς τοιαύταις θυσίαις; Προστάττεις ἀποκτεῖναι τὸν φίλτατον υἱόν, ὑφ᾽ οὗ προσεδόκησα σὺν Σάρρᾳ ταφήσεσθαι; Τοιοῦτον αὐτῷ πήξω τὸν θάλαμον, εἰπέ μοι; Τοιαύτην εὐφροσύνην γάμῳ παρασκευάσω; Ἀνάψω τε ἐπ᾽ αὐτῷ οὐ λαμπάδα νυμφῶνος, οὐ φῶτα χαρμοσύνης, ἀλλὰ πῦρ ἐντάφιον; Ἆρα στεφανώσομαι;