Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαάκ

Ἐφραίμ ὁ Σύρος

Τυπολογικός παραλληλισμός της Σάρρας με τη Θεοτόκο

Θεολογική σύγκριση των αγγελικών μηνυμάτων και της υπερφυούς σύλληψης του Ισαάκ με την ενανθρώπηση του Χριστού, καθώς και η ανατροφή του νέου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 6

Οὐ φύσεως ἦν ἔργον συλλαβεῖν μήτραν νεκράν, καὶ μαστοὺς ξηροὺς γάλα παρασχεῖν τῷ Ἰσαάκ. Οὐ φύσεως ἦν ἔργον ἄνευ ἀνδρὸς συλλαβεῖν τὴν παρθένον Μαρίαν, καὶ ἄνευ φθορᾶς τεκεῖν τὸν Σωτῆρα τῶν ὅλων. Τὴν Σάρραν ἐποίησε μητέρα ἐν τῷ γήρει, καὶ Μαρίαν ἀνέδειξε μετὰ τόκον παρθένον. Ἄγγελος ἐν τῇ σκηνῇ εἶπε τῷ πατριάρχῃ, κατὰ τὸν καιρὸν τοῦτον ἔσται τῇ Σάρρᾳ υἱός· Ἄγγελος ἐν Βηθλεὲμ ἔφη πρὸς τὴν Μαρίαν, ἰδοὺ τέξῃ υἱόν, ἡ Κεχαριτωμένη. Ἐγέλασεν ἡ Σάρρα τὴν στείρωσιν βλέπουσα, τὴν νέκρωσιν ὁρῶσα, τῷ λόγῳ ἀπιστοῦσα, πῶς, φησίν, ἔσται τοῦτο, ἐμοῦ καὶ τοῦ Ἀβραὰμ ἀνενεργήτων ὄντων πρὸς τὴν καρπογονίαν; Ἠπόρει καὶ Μαρία παρθενίαν ὁρῶσα καὶ ταύτης τὰς σφραγῖδας ἀλύτους κατέχουσα. Πῶς γάρ μοι ἔσται τοῦτο ἄνδρα μὴ γινωσκούσῃ; Ξένη γὰρ τῆς φύσεώς ἐστιν ἡ ὑπόσχεσις. Ἀλλ᾽ ὁ δοὺς παρ᾽ ἐλπίδα τῇ Σάρρᾳ τὸν Ἰσαάκ, αὐτὸς ἐκ τῆς Παρθένου ἐτέχθη κατὰ σάρκα.

Ἐμπεριχαρεῖς ἦσαν ἡ Σάρρα καὶ ὁ Ἀβραὰμ τεχθέντος τοῦ Ἰσαάκ, καθὼς εἶπεν ὁ Θεός. Ἐμπεριχαρεῖς ἦσαν Μαρία καὶ Ἰωσὴφ τεχθέντος τοῦ Ἰησοῦ, καθὼς εἶπε Γαβριήλ. Δαψιλῶς ἐπέρρεον ἀπὸ γάλακτος πηγαὶ ἐκ τῆς παρ᾽ ἡλικίαν ἐν στόματι Ἰσαάκ· δαψιλῶς τῆς Παρθένου οἱ μαστοὶ ἐπήγαζον γάλα τῷ τὰ πέρατα πάντα διατρέφοντι.

Τίς εἴποι τῷ Ἀβραάμ, ὅτι θηλάζει Σάρρα υἱὸν ἐν τῷ γήρει, ἐβόησεν ἡ στεῖρα. Τίς εἴποι τοῖς ἀνθρώποις, ὅτι παρθένος εἰμὶ καὶ τεκοῦσα θηλάζω, ἔλεγεν ἡ Μαρία. Οὐ διὰ τὸν Ἰσαὰκ ἐγέλασεν ἡ Σάρρα, ἀλλὰ διὰ τὸν ἐκ τῆς Μαρίας τικτόμενον.

Καὶ ὥσπερ Ἰωάννης διὰ τοῦ σκιρτήματος, 〈οὕτω〉 γελάσασα καὶ ἡ Σάρρα τὴν χαρὰν ἐμήνυσεν. Ἠνδρύνθη τὸ παιδίον, καὶ τὴν τῶν μειρακίων ἡλικίαν ἀνθῆσαν, φαιδρὸν ἦν καὶ ὡραῖον. Τὰς τῆς ψυχῆς ἀρετὰς τῷ κάλλει τοῦ σώματος συναύξων ἐφ᾽ ἑκάστης, ἡδὺς ἦν τοῖς γονεῦσιν. Ὅσοι παῖδας ἔχετε, τοῦτον ἐκμιμήσασθε· πῶς ἥδεται ὁ πατὴρ ὁρῶν παῖδα παίζοντα· πῶς δὲ χαίρει καθορῶν προκόπτοντα τὸν παῖδα, ἢ σπουδαίως ἔχοντα περὶ τὰ μαθήματα.