Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαάκ

Ἐφραίμ ὁ Σύρος

Η τυπολογία του Σταυρού, το μαρτύριο και το μυστήριο της Ανάστασης

Ερμηνεία της σιωπής του Ισαάκ, του κριού και της σφαγής των νηπίων ως τύπων του σταυρικού μυστηρίου, καθώς και η ένωση ουρανού και γης μέσω του θυσιαστηρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 5

Ἀλλὰ λοιπὸν ἐπανελθόντες ἐπὶ τὸ προκείμενον, εἴπωμεν τίς ὁ λόγος τοῦ Ἰσαάκ, ἵνα μάθωμεν τὸ μυστήριον τοῦ Θεοῦ. Ἐσιώπα κρινόμενος, καὶ σφαγιαζόμενος συνείχετο, δηλῶν ἐκεῖνον τὸν συκοφαντούμενον καὶ σιγῶντα, τὸν σταυρούμενον καὶ ὑπὲρ τῶν θεομάχων τῷ Πατρὶ πρεσβεύοντα.

Ἀλλὰ τὸ πρόβατον οὐκ ἐκ σπορᾶς ἐγεννήθη, διὰ τὸν μέλλοντα ἐκ Παρθένου τίκτεσθαι. Ἐκρατεῖτο ἐκ τῶν κεράτων ὁ κριὸς ὁ ἐνιαύσιος, ἐπειδὴ καὶ ὁ μέλλων ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων σταυροῦσθαι, ἑκουσίοις δεσμοῖς προσήγετο. Οὐκ ἦν τις ὁ δήσας ἐκεῖνο τὸ πρόβατον, εἰ μὴ ὁ Θεός· καὶ τὸν Χριστὸν οὐκ ἐσταύρου ἄνθρωπος, εἰ μὴ ἦν τοῦ Πατρὸς τὸ θέλημα. Τοῖς ἐμπροσθίοις ποσὶ τὰ κέρατα περιεμπλέξαν τὸ πρόβατον ἵστατο, ἵνα δείξῃ τὸν σταυρόν, ὅτι προσεῖχε τύπον ὁλόκληρον· τὰ γὰρ κέρατα τοῦ προβάτου ἐστὶν ἡ χάρις, καὶ οἱ ἐμπρόσθιοι πόδες τῶν χειρῶν ἡ ἔκτασις· διὰ γὰρ Θεοῦ καὶ ἔργων ἐναρέτων ἐτελειώθη τοῦ Χριστοῦ τὸ μυστήριον.

Ὢ μυστηρίων μεγίστων, κρυπτομένων ἐν τύποις μικροῖς! Ὢ θεότητος, γνώμῃ ἀποπελαζούσης εἰς τὴν τῆς ἁμαρτίας ἀναίρεσιν! Ὢ μεγίστης δυνάμεως, γελώσης ἐπὶ τῇ προπετείᾳ τοῦ διαβόλου! Ὁ Ἰσαὰκ ἥγετο ἐπὶ τὸν βωμόν, καὶ τὸ πρόβατον ἐθύετο· τὸ παιδίον ἐφθέγγετο, καὶ ὁ κριὸς ἀόρατος ἦν· ὁ νέος ἠγωνίζετο, καὶ τὸ πρόβατον ἐστεφανοῦτο. Ἤθλει ὁ Ἰσαάκ, ἵνα τύχῃ τῆς τοσαύτης χάριτος· παρελθὼν δὲ ὁ κριὸς συνέχεε τὴν τοσαύτην ὑπόθεσιν. Ἐφάνη τὸ πρόβατον καὶ τὸ μυστήριον ἀπὸ τοῦ Ἰσαὰκ κρύπτεται· ἐτύθη ὁ ἀμνὸς καὶ ὁ νέος ἀνέζησεν. Ἐλύθη ὁ Ἰσαὰκ τοῦ προβάτου δεθέντος· ἐκρατεῖτο κριὸς καὶ ὁ παῖς ἀπελύετο.

Ταῦτα δὲ πάντα ἐγένετο διὰ τὴν ὑπόθεσιν τοῦ μέλλοντος τελειοῦν τοῦ σταυροῦ τὸ μαρτύριον. Εἰ γὰρ ἐπλησίασεν αὐτὸν προσάγεσθαι, τάχα ἂν καὶ ὁ Ἰσαὰκ ἔπασχεν εἰς μαρτύριον τῶν ἀπιστούντων· καὶ ὅτε δὲ ἦλθεν ὁ Χριστός, πολλοὶ ἀντὶ τοῦ ἑνὸς Ἰσαὰκ ἰσαάκιοι παῖδες ἀνῃρέθησαν, ἵνα τελειωθῇ τοῦ Ἰσαὰκ τὸ μυστήριον. Ὑπὲρ Χριστοῦ παθόντες τὸν ᾅδην κατέπτηξαν, ὅτι ἀθῶοι ὄντες, διὰ Χριστὸν καὶ ἄκοντες ἔπαθον.

Ἰδὼν δὲ καὶ ὁ θάνατος ἐθαύμασεν, ὅτι οὐ προαίρεσις ὑπὲρ εὐσεβείας, ἀλλὰ φύσις ἀπορρήτῳ λόγῳ ἐμαρτύρησε· συνῆκέ τε ὅτι ὁ Δημιουργὸς προεβάλλετο τὴν ἀδαῆ φύσιν ὑπὲρ αὐτοῦ ἀγωνίσασθαι, καὶ ἐνόμισεν ὁ Ἐχθρὸς ἔκ τινος συμπτώματος γεγενῆσθαι τὴν φύσιν· ᾔδει δὲ καὶ ὁ Κτίστης τὴν τῆς φύσεως ὁμολογίαν καὶ ἐδέξατο τὴν μαρτυρίαν.

Ὁ Θεὸς ὁ εἰπὼν ἀνενεχθῆναι εἰς θυσίαν τὸν ἀδαῆ Ἰσαὰκ καὶ ἐν τύπῳ τελειῶσαι αὐτοῦ τὸ ὁλοκαύτωμα, αὐτὸς καὶ ἐπὶ τῶν παιδίων τὸ μαρτύριον τοῦ Χριστοῦ ἀπεδέξατο· ἐπειδὴ οὐχ ὡς ὁ Θεὸς ἀκούει, οὕτω καὶ οἱ ἄνθρωποι. Ἰωάννης μήπω γεννηθεὶς προεφήτευσε, σκιρτήσας ἐν τῇ γαστρὶ χαρᾷ ἀνεκλαλήτῳ, κατὰ τὸν Ἀπόστολον, καὶ τὰ παιδία σιωπῶντα ἐμαρτύρησαν περὶ τοῦ Χριστοῦ. Ὁ Ἰακὼβ καὶ ὁ Ἠσαῦ ἐπάλαιον ὑπερφυῶς, τὴν οἰκείαν προαίρεσιν ἐξαγορεύοντες· πῶς δὲ οἱ Χριστοῦ μάρτυρες, κἂν νήπιοι ὑπῆρχον, οὐκ ἂν ὑπὲρ αὐτοῦ ἠγωνίσαντο; Ἐκεῖνοι περὶ ἑαυτῶν προεφήτευσαν, καὶ οὗτοι περὶ Χριστοῦ ἐμαρτύρησαν. Ὁ Ἰακὼβ τῆς πτέρνης ἐκράτει τὸν Ἠσαῦ, καὶ ὅπερ ἡ φύσις προεῖπε, τοῦτο καὶ ἡ προαίρεσις ἥρπασεν.

Τοῦτο δὴ καὶ ἐν τοῖς παιδίοις· ἡ φύσις ἔπαθε καὶ ἡ φύσις ἐμαρτύρησεν· ἐπηκολούθει δὲ καὶ ἡ προαίρεσις. Ὁ γὰρ ἄνθρωπος κατὰ φύσιν ἔχει τὴν προαίρεσιν· οὐχ ἡ προαίρεσις τῷ ἀνθρώπῳ τὴν φύσιν δίδωσιν. Ὢ φύσεως, σιωπῇ λαλούσης καὶ ἐμπεριεχούσης προφητείαν τοῦ μέλλοντος!

Εἰ γὰρ καὶ ἠνδρώθησαν οἱ παῖδες, ἐμαρτύρησαν ἄν, ἐπειδὴ καὶ τὸν Ἰακὼβ ἔδειξε ποιοῦντα κατὰ προαίρεσιν, ὅπερ ἡ φύσις ἐποίησε. Διὰ τριῶν ἡμερῶν ἦλθεν Ἀβραὰμ ἐπὶ τὸν τόπον τὸν ἅγιον, σημαίνων τὴν ἀνάστασιν ἣν οἶδεν ὁ Ἰσαάκ· κατὰ γὰρ τὴν ἐκείνου γνώμην, θανὼν ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ. Φθάσας δὲ ἐπὶ τὸν τόπον τῆς ἱερᾶς ἐκείνης θυσίας, εἶδε καὶ μυστήριον ἀπόκρυφον ἐν χώρῳ ἑνί, τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν, ὃν τρόπον γέγονε καὶ ἐπὶ τοῦ Χριστοῦ. Ἀντὶ τοῦ τάφου γέγονε τοῦ Ἰσαὰκ τὸ θυσιαστήριον· ἐκεῖ γὰρ εἰς τὸ θανεῖν ἐπιτεθείς, ζῶν καταβέβηκε, καὶ ἐπὶ τοῦ δένδρου τὸν σταυρὸν ἐθεάσατο, ὅτι ὁ ἀμνὸς ἐν αὐτῷ ἀνεστύλωτο· καὶ ὁ σταυρὸς λειτουργὸς τοῦ μέλλοντος σῴζειν τὸ γένος ἡμῶν γέγονεν, ὅτι τὸν Ἰσαὰκ ἐλυτρώσατο. Τότε ἴσως ὁ Χριστὸς τὸν Ἰσαὰκ ἔσωσεν ἐκ τοῦ τάφου, ἐπειδὴ ὁμοίως τοὺς ἁγίους ἐκ τοῦ ᾅδου ἐρρύσατο· πολλὰ γὰρ ἔχει μυστήρια τὰ κατὰ τὸν Ἰσαὰκ γενόμενα.

Ὢ τοῦ καινοῦ θαύματος! Ἐκεῖ τὸ θυσιαστήριον καὶ τάφος γέγονε· καὶ ἐπὶ Χριστοῦ ὁ τάφος καὶ θυσιαστήριον πέπηγεν. Ἐν τῇ ἀναστάσει ὁ τάφος ἐκεῖ καὶ τὸ θυσιαστήριον, ἵνα πληρωθῇ τὸ Ἠσαΐου ῥητόν, ὅτι ἔσται ἡ ταφὴ αὐτοῦ τιμή.

Τοιοῦτον οὖν τί αἰνίττεται; Ὅτι τὸν τάφον αὐτοῦ δεῖ γενέσθαι θυσιαστήριον, καὶ τὸ θυσιαστήριον τάφον· οὐδὲν ἄλλο σημαίνων ἢ τὴν γῆν οὐρανὸν καὶ τὸν οὐρανὸν γῆν γενέσθαι. Αὐτὸς γὰρ ὁ Κύριος κατήλλαξε τοῖς ἐπιγείοις τὰ ἐπουράνια· καὶ διὰ τοῦτο οἱ ἐξ οὐρανοῦ ἄγγελοι ἐπὶ γῆς κατέβησαν. Πότε δὲ τοῦτο γέγονεν; Ὅτε ὀφθὲν πλῆθος ἀγγέλων οὐρανόθεν ἐβόησε, δόξα λέγον ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη· ἀπὸ γῆς δὲ οὐρανόν, ὅτε θανὼν ὁ Χριστὸς τὰς ψυχὰς τῶν ἁγίων εἰς οὐρανοὺς ἀνήγαγεν· ὅταν γὰρ ὑψωθῶ, φησί, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Εἶδες πῶς ἐν ἑτέρῳ ἑκάτερον γέγονεν; Ἐν οὐρανοῖς ἡ γῆ καὶ ἐπὶ γῆς εἰρήνη, οἱ οὐρανοί;