Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαάκ
Ο Ισαάκ και η πίστη του Αβραάμ ως προτυπώσεις της θείας οικονομίας
Εισαγωγή στη σημασία του Ισαάκ και παραλληλισμός της προθυμίας του Αβραάμ με το πάθος του Χριστού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο Ισαάκ και η πίστη του Αβραάμ ως προτυπώσεις της θείας οικονομίας
Εισαγωγή στη σημασία του Ισαάκ και παραλληλισμός της προθυμίας του Αβραάμ με το πάθος του Χριστού.
Λόγος εἰς τὸν Ἀβραὰμ καὶ Ἰσαάκ Ὁ Ἰσαὰκ ἐξ ἐρήμου μήτρας φυτὸν ἐβλάστησε πολύκαρπον καὶ ἀπὸ στείρας γυναικὸς πηγὴ ἀνθρώπων ἀνέτειλεν· συνελήφθη γὰρ ἐξ ἐπαγγελίας, καὶ εἰς ἄλλους τὴν ἐπαγγελίαν ἐπλήθυνε. Καὶ ἐχαρίσθη μὲν τῷ Ἀβραάμ, αὐτὸς δὲ τοῖς ἔθνεσιν αὑτὸν διεφύλαξε· τὸν γὰρ Υἱὸν τοῦ Θεοῦ ἐν αὐτῷ ἐδεξάμεθα.
Ἀπὸ δικαίου δὲ φυτὸν γεννᾶται δίκαιον, ἵνα τὴν δικαιοσύνην Χριστὸν προκηρύξηται. Πρὸ τρισχιλίων ἐτῶν πρόδρομος ἐγένετο ὁ Ἰσαὰκ τοῦ Χριστοῦ, ἐπειδὴ πᾶσα γενεὰ πατέρα αὐτὸν ἐπίσταται. Ἐγέννησε τοίνυν ἡ φύσις, ἵνα γεννήσῃ καὶ ἡ προαίρεσις· ἡ φύσις ἔτεκε τὸν ἄνθρωπον καὶ ἡ προαίρεσις ἐγέννησε τὸν δίκαιον. Συνῆλθε τὸ συναμφότερον καὶ τέλειος ὁ Ἰσαὰκ ἐν ἁγιότητι γίνεται.
Τρεῖς τύπους εἶχε τὸ δίκαιον· τὴν φύσιν, τὴν πρᾶξιν, τὴν χάριν. Τὴν μὲν φύσιν, ὅτι ἐκ στείρας προῆλθεν, ὡς καὶ ὁ Χριστὸς ἐκ Παρθένου γεγέννηται· τὴν δὲ πρᾶξιν, ὅτι ἦν ἄκακος καὶ τοῖς ἐχθροῖς χρηστότατος, ὡς καὶ ὁ Χριστὸς σταυρούμενος τοῖς ἐχθροῖς ὑπερηύχετο· καὶ τὴν χάριν, ὅτι καὶ σφαγιαζόμενος οὐκ ἀπέθανεν, ὡς καὶ ὁ Χριστὸς θανὼν πάλιν ἀνέστη ἐκ νεκρῶν.
Τί τοίνυν ἐλογίσατο ὁ Ἀβραὰμ αἰτηθεὶς θυσίαν; Καὶ μὴ πληρώσας αὐτήν, τί ἐνόμισε; Τὴν τοῦ κελεύσαντος διάνοιαν ἔγνω, ὅτι μετενόησεν ἆρα, ἢ ὅτι ἐψεύσατο, ἢ ὅτι ἀναστῆσαι τὸν Ἰσαὰκ ἐκ νεκρῶν οὐκ ἠδύνατο; Οὐχί. Εἰ γὰρ μὴ οὕτως ἐπίστευσεν, οὐκ ἂν τῆς θυσίας ἐνήρχετο, καθὼς εἶπεν ὁ Ἀπόστολος.
Οὔτε οὖν ἠπίστησεν, οὔτε σκάνδαλον ὑπέμεινεν· ἀλλ᾽ εἶδε Χριστὸν ἐκτυπούμενον, καὶ συνῆκε τῆς οἰκονομίας τὴν ἔκβασιν. Εἶδεν ἐν τῷ ἰδίῳ υἱῷ τὸν τοῦ Θεοῦ Υἱόν, καὶ συνῆκε τοῦ μυστηρίου τὴν δύναμιν· τήν τε ἑαυτοῦ πεῖραν εἶδε πολλῶν λυσιτέλειαν· καὶ γὰρ ἄχρι τῆς σήμερον ἐν τῷ τοῦ Ἰσαὰκ τύπῳ τὰ ἔθνη πείθονται ἔτι μᾶλλον καὶ μᾶλλον περὶ Χριστοῦ.
Περὶ οὖν τῆς ἡμέρας ταύτης εἶπεν ἐν εὐαγγελίοις ὁ Κύριος, ὅτι ἰδὼν αὐτὴν ὁ Ἀβραὰμ ἐχάρη. Εἰ μὴ γὰρ εἶδε, τῶν προειρημένων σκανδάλων οὐκ ἂν ἀπηλλάττετο· διὰ τοῦτο δὲ μᾶλλον ἐχάρη, ὅτι ἄξιος εὑρέθη διπλῆς χάριτος· διότι εἶδε τὸν Θεόν, καὶ ὅτι Χριστοῦ τύπον προεχειρίσθη λειτουργῆσαι, ἔλυσέ τε τὸν κρυπτόμενον διὰ τοῦ φαινομένου. Ὅτι τὸν υἱὸν ἀπέλαβεν ἀσινῆ, καὶ τὸν σταυρὸν ἔδειξεν ἐν τῇ προσλήψει γενόμενον, οὐ γὰρ ἐν τῇ φύσει τῆς θεότητος, ἐπειδὴ τὸν ἐκφύσεως αὐτοῦ υἱὸν πάθους ἀθιγῆ ἀπέλαβε· συνέπαθε γὰρ οὐδαμῶς τῇ σαρκὶ ἡ θεότης· καὶ γὰρ ὁ Ἰσαὰκ ἐδέθη μηδὲν ὑποστάς· συνῆν καὶ ἡ θεότης τῷ Υἱῷ, μηδὲν παθοῦσα· ὅτι καὶ ὁ Ἰσαὰκ ἐπὶ τὸν βωμὸν τοῦ θυσιαστηρίου ἀνενήνεκτο. Ὁ μέντοι βωμὸς ἦν ὁ τύπος τοῦ Γολγοθᾶ, τὰ δὲ ξύλα ἡ εἰκών, ὁ σταυρὸς τοῦ Χριστοῦ· ὁ δὲ Ἀβραὰμ ἦν ἡ συγκατάθεσις τοῦ Πατρός· καὶ ἡ μάχαιρα ὁ ὅρος ὃν ἔκρινε παθεῖν τὸν Υἱὸν αὐτοῦ.
Λέγει ὁ Ἰσαάκ, ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα· ποῦ τὸ πρόβατον, πάτερ; Ἀλλὰ καὶ ὁ Ἰησοῦς εἶπε, Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο. Ἐσιώπησεν ὁ παῖς γνοὺς τὸ θέλημα τοῦ πατρός· ἡσύχασε καὶ ὁ Χριστὸς εἰπών, τὸ σὸν θέλημα γινέσθω, Πάτερ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.