Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Ἀβραάμ

Ἐφραίμ ὁ Σύρος

Υποθετικοί λογισμοί και ανθρώπινες αντιρρήσεις

Παρουσίαση των παραπόνων και των λογικών επιχειρημάτων που θα πρόβαλλε η ανθρώπινη αδυναμία απέναντι στην προσταγή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 6

Πῶς οὐκ εἶπε παρενεχθεὶς τὴν διάνοιαν· τοῦτό μοι, Δέσποτα, τῆς πρὸς σὲ δουλείας τὸ ἆθλον; Οὗτος ὁ μέγας τῆς εὐσεβείας καρπός; Τοῦτό μοι τῆς διὰ σοῦ μετοικίας τὸ δῶρον; Πρὸς ποίαν διὰ σὲ καρτερίας οὐκ ἐπύκτευσα πεῖραν; Πατρίδος ἐστερήθην διὰ σὲ καὶ κτημάτων καὶ γένους. Σύ μοι δέδωκας υἱὸν οὐκ ἐλπίσαντι· σύ μοι πολλὰ ὑπ᾽ αὐτῷ παρέχειν ἀγαθὰ καθυπέσχου.

Τοῦτό μοι οὖν τῶν ἐπαγγελθέντων τὸ πέρας; Ἔτι σου τῆς ὑποσχέσεως κατέχω τὰ γράμματα· ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. Ἐὰν οὗτος ἀποθάνῃ, πῶς ἔχει μοι τῆς ἐπαγγελίας ἡ ἀλήθεια ζῆσαι; Ἐὰν τὴν ἀρχὴν ἀνέλῃς, πῶς ἔχει τὸ γένος δραμεῖν; Εἰ λαβεῖν ἐβούλου, τί καὶ τὴν ἀρχὴν ἐχαρίζου; Εἴθε μοι στεῖρα διέμεινεν ἡ γυνή· εἴθε τῆς Σάρρας τῆς ἀπαιδίας οὐκ ἐλύθη τὸ πάθος. Ἐπέτυχον ἄν, εἰ μὴ τῆς χάριτος ἔτυχον τότε. Πολλὴν εἶχε τὸ πρᾶγμα παραψυχήν, καὶ τὸ μετ᾽ ἄλλων ἐστερῆσθαί με λογιζόμενος ἐκαρτέρουν.

Νῦν δὲ τὸν Ἀβραάμ τις ὀνομάζων καὶ τὸν παιδοφόνον προστίθησιν. Μὴ μόνος τοιαῦτα καινοτομήσω τὸν βίον. Μὴ γένωμαι μῦθος τοῖς ἀνθρώποις ἀνόσιος. Αἰτήσαντί σοι δίδωμι τὰ σά· παρέχειν ὁμολογῶ· μόνον ἑτέρῳ τὸ σφάττειν ἐπίταξον.

Μὴ τὸν πατέρα τῆς τοῦ τέκνου θυσίας ἱερέα προβάλλου. Μὴ γένωμαι φονεύς, οὗπερ ἐγενόμην σπορεύς. Τίς γὰρ ἐλεήσει τὸν ὑφ᾽ ἑαυτοῦ τοξευθέντα; Τίς χειραγωγήσει τρέμουσαν δεξιὰν μὴ φεισαμένην υἱῷ; Τίς ὁρίσεται φίλον τὸν τοῖς οἰκείοις πολεμήσαντα σπλάγχνοις;

Ἀπελεύσομαι κἀγὼ τῷ παιδὶ συνθαπτόμενος. Λείψανον λειψάνῳ περιπλοκὴ γένηταί μοι, περιχυθὲν αἷμα τοῦ παιδὸς εἰς ἕνα τάφον. Ὁμοῦ πρὸς ᾅδην ὁδεύσομεν. Ζῶντος ἐχωρίσθην υἱοῦ; Συνοικήσω κἂν τελευτήσαντι. Ἅμα δέξηται ὁ θάνατος πατέρα γέροντα καὶ νέον υἱὸν παρ᾽ αὐτοῦ σπαρέντα. Ποίοις γὰρ ὀφθαλμοῖς τὴν τρισαθλίαν μητέρα τοῦ τέκνου θεάσομαι;