Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Δανιὴλ προφήτην καὶ εἰς τοὺς τρεῖς παῖδας καὶ εἰς τὸ ῥητόν· Καιροὶ πονηροί εἰσι

Ἐφραίμ ὁ Σύρος

Η δοκιμασία της βασιλικής τράπεζας

Η επιλογή του Δανιήλ και των τριών Παίδων, η μεθόδευση του μιασμού από τα βασιλικά εδέσματα και η σταθερή επιμονή τους στην άσκηση και την ευσέβεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 4

Γίνεται ἐκλογὴ τῶν παιδαρίων, κατὰ τὴν Γραφήν, ἐν οἷς συναριθμεῖται Δανιήλ, Ἀνανίας, Ἀζαρίας καὶ Μισαήλ.

Ὁ οὖν μισόκαλος, θεασάμενος ὅτι οὐδὲ ἐν τῇ πολιορκήσει τῆς ἁγίας πόλεως ἴσχυσεν ἀποστῆσαι αὐτοὺς ἀπὸ Κυρίου, οὐδὲ κατὰ τὴν ὁδὸν ἔπεισε μιαροφαγῆσαι, εἰσέρχεται εἰς τὴν καρδίαν τοῦ ἀνόμου βασιλέως, καὶ πείθει αὐτόν, ὥστε ἐκτάξαι αὐτοῖς τὸ τῆς ἡμέρας καθ᾽ ἡμέραν ἀπὸ τῆς τραπέζης αὐτοῦ καὶ ἀπὸ τοῦ οἴνου τοῦ πότου αὐτοῦ, ἐκθρέψαι αὐτοὺς ἔτη τρία· ἵνα κἂν διὰ τῆς τυραννίδος πείσῃ αὐτοὺς τῶν ἀθεμίτων ἀπογεύσασθαι. Καὶ ὅρα κακοτεχνίαν τοῦ Δράκοντος, ὅτι οὔτε πρὸς μίαν ἡμέραν, οὔτε ἕως μηνὸς ἡμερῶν ἔστησε τὴν προθεσμίαν, ἀλλ᾽ ἕως ἐτῶν τριῶν παρέτεινε τὸν ἀγῶνα, ἵνα τῷ φόβῳ καὶ τῷ χρόνῳ καταβάλῃ τοὺς ἐραστὰς τῆς εὐσεβείας. Οἱ δὲ μηδὲ ἐν τούτῳ δειλανδρήσαντες, μηδὲ ἐπαισχυνθέντες τὸν πατρῷον νόμον, ἠξίουν ἀφανῶς τὸν ἀρχιευνοῦχον δοθῆναι αὐτοῖς σπέρματα πρὸς τὸ μὴ ἀλισγηθῆναι τῇ τραπέζῃ τοῦ βασιλέως, οὐ φοβηθέντες τὸν κίνδυνον τῆς παρακοῆς καὶ ἀντιθέσεως. Εἶτα τοῦ εὐνούχου ἀπειθήσαντος πρὸς τὴν χορηγίαν τῶν σπερμάτων, οὐκ ἀπέστησαν τοῦ σκοποῦ τῆς φιλοθεΐας. Ὁ δὲ Κύριος, ὁ τοὺς δοξάζοντας αὐτὸν δοξάζων καὶ μεγαλύνων, εἰς λαμπροτέρους ἀγῶνας φυλάξαι αὐτοὺς βουλόμενος, παρασκευάζει τὸν Ἀμελσάδ, ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος ἐπ᾽ αὐτούς, δοῦναι αὐτοῖς τὸ αἴτημα αὐτῶν.