Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Ἰωνᾶν προφήτην καὶ περὶ τῆς μετανοίας τῶν Νινευιτῶν

Ἐφραίμ ὁ Σύρος

Η ανέλπιστη λύτρωση της πόλεως και η αντιδικία του Ιωνά με τον Θεό

Η αναστολή της καταδίκης χάρη στο θείο έλεος, η ευγνωμοσύνη των διασωθέντων και η δυσαρέσκεια του προφήτη, η οποία ελέγχεται παιδαγωγικά μέσω του φυτού της κολοκυθιάς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 7

Πληρουμένης δὲ τῆς ἡμέρας ἔστησαν ὁμοθυμαδὸν εἰς τὸν βαθμὸν τοῦ θανάτου. Χεῖρας ἀλλήλων κρατοῦντες, ἀλλήλους ἀπωδύροντο. Ἔφθασεν ἡ νὺξ ἡ ἐσχάτη, καὶ ἐλογίζοντο ἐν ποίᾳ ὥρᾳ ἡ φωνὴ τῆς πτώσεως αὐτῶν μέλλει ἔρχεσθαι. Ἐνόμιζον ὅτι ἐν ἑσπέρᾳ μέλλει τὴν πόλιν πίπτειν· ἔφθασε δὲ ἡ ἑσπέρα καὶ ὅλως οὐδὲν πέπονθε. Πάλιν ἐνόμιζον τῇ νυκτὶ χαοῦσθαι καὶ ἀπολέσθαι. Εἶτα ἔφθασε καὶ ἡ νύξ, καὶ φθορᾷ οὐκ ἐδόθησαν. Ἐν τῷ σκότει ἐνόμιζον τῷ τέλει παραδίδοσθαι. Παρελήλυθε καὶ τὸ σκότος, καὶ οὐδὲν ὅλως ἔπαθον. Ἐν τῷ πρωῒ ἐνόμιζον τὴν πόλιν καταστρέφεσθαι.

Ἦλθε τὸ πρωῒ καὶ ἐκείνων τὰς ἐλπίδας ἐπλήθυνεν. Ἐν τῇ ὥρᾳ ἐν ᾗ ἐνόμιζον οὗτοι μὴ ὑπάρχειν, ἐν αὐτῇ αὐτῶν ἡ χαρὰ ἐπληρώθη. Τοῖς φίλοις καὶ τοῖς πλησίον πάντες συνέχαιρον καὶ τὸν Θεὸν ἐδόξαζον τὸν ἐλεήσαντα αὐτούς.

Ἰωνᾶς δὲ εἱστήκει μήκοθεν κατασκοπῶν καὶ φοβούμενος μήπως ψεύστης ἀναδειχθῇ· καὶ ἐν ὥρᾳ ἐν ᾗπερ πίπτειν τήν τε 〈πόλιν〉 ἤλπιζεν, ἐν αὐτῇ ἐλυτρώθη ἐκ τοῦ θανάτου· ὁ γὰρ ἀγαθὸς Θεὸς τὰ δάκρυα αὐτῶν εἰδώς, εὐσπλαγχνίσθη ἐπ᾽ αὐτούς. Εἰ γὰρ καὶ μὴ τεθνήκασιν, ἀλλὰ τῇ προσδοκίᾳ τοῦ πονηροῦ θανάτου ἤδη προαπέθανον· καὶ ὄντως τεθνήκασι· νεκροὶ γὰρ ἦσαν ἄταφοι· ὁ γὰρ φόβος τῶν δεινῶν ζῶντας ἐθανάτωσε· τοσοῦτον γὰρ ἤλπισε καταμωράναι αὐτοὺς ἡ ἀπειλὴ τῶν δεινῶν, ὅτι ὡς σκιὰ ὑπῆρχον.

Ταῦτα δὲ Ἰωνᾶς εἰς νοῦν οὐκ ἐλάμβανεν, ἀλλὰ τὰ ἑαυτοῦ σκοπῶν πάντας κτεῖναι ἐζήτει· ὁ 〈δὲ〉 Θεὸς αὐτοὺς ᾤκτιρεν, ὅτι φόβῳ ἐτάκησαν· καὶ ἀνεζωοποιήθη ἡ θανοῦσα πόλις. Λοιπὸν πάντες ὁμοῦ χαίροντες ἀρίστας ἐλπίδας εἶχον, ὅτι εἶδον τὴν ὀργὴν εἰς ἔλεον μετατραπεῖσαν· ἐν γὰρ τῇ προσευχῇ αὐτῶν τὰ γόνατα ἔκαμψαν, χεῖρας δὲ ἐπέτασαν καὶ τῷ Θεῷ ηὐχαρίστουν, τῷ παρὰ προσδοκίαν ἐκ θανάτου σώσαντι, καὶ ἐν ἐλέει ζωὴν αὐτοῖς χαρισαμένῳ.

Ἰδὼν δὲ Ἰωνᾶς ὅτι ψεύστης ἐφάνη, Νινευϊτῶν σωθέντων, σφόδρα ἠθύμει· οἱ δὲ ἄνδρες Νινευΐται ἤρξαντο παρακαλεῖν καὶ κολακεύειν αὐτόν, λέγοντες αὐτῷ οὕτω· μὴ ἀθύμει, ὦ Ἰωνᾶ, ἀλλὰ χαίρου, διότι νέαν ζωὴν διὰ σοῦ εὕρομεν· διὰ σοῦ γὰρ τὸν Θεὸν τῶν ὅλων ἐπέγνωμεν. Οὐκ ἐψεύσω, μὴ φοβοῦ, κατεστράφη γὰρ ἡμῶν πᾶσα ἡ πονηρία, καὶ ὑψώθη ἡ πίστις. Ἐν χειρί σου εὕρομεν ἐφόδια τῆς μετανοίας, καὶ ἐκ θησαυρῶν Θεοῦ ἐλάβομεν. Εἰπὲ ἡμῖν, Ἰωνᾶ, τί εἶχες ὠφελῆσαι εἰ κατεστράφη ἡμῶν ἡ πόλις, εἰ ἅπαντες ἀπεθάνομεν; Ἢ τί εἶχες κερδάναι, υἱὲ τοῦ Ἀμαθή, ἐὰν εἰς τὸν ᾅδην πάντες κατεπόθημεν; Τί ἀθυμεῖς ἐκ κακῶν ἡμᾶς ἰασάμενος; Τὸ πλῆθος εὐχαριστεῖ σοι μᾶλλον ὥσπερ εὐεργέτῃ· διατί δὲ στενάζεις, ὅτι ἐπραγματεύσω τὴν πόλιν οὐκ εἰς φθοράν, ἀλλ᾽ εἰς γνῶσιν Θεοῦ; Τί δὲ καὶ πενθεῖς ἐν τοῖς σωθεῖσι διὰ τῆς μετανοίας; Νυνὶ ἐστεφάνωσαι. Τοῦτο τὸ γεγονὸς χαροποιησάτω σε· Ἀγγέλους γὰρ ἐν ὕψει σὺ ἐχαροποίησας. Ὀφείλεις σὺ ἀγάλλεσθαι ἐπὶ γῆς ἐν αὐτῷ· ὅτι ὁ Θεὸς χαίρεται σὺν Ἀγγέλοις ἐν οὐρανοῖς ἐν ἡμῖν. Ἐμεγαλύνθη σου ὁ νοῦς πλειόνως ἐν τούτῳ, ὅτι πάντες τῷ Θεῷ τὸ σέβας διδόασι. Παραμύθησαι οὖν σεαυτῷ, ὅτι πᾶσα ἡ πόλις σὺν τῷ βασιλεῖ ἐν χαρᾷ σοι προσκυνεῖ. Ἑωρακὼς νήπια ἐκ θανάτου ῥυσθέντα, παρακληθεὶς πρόσευξαι ὑπὲρ τῆς ζωῆς αὐτῶν. Βλέπε πάλιν καὶ βρέφη φυλαχθέντα καὶ ἐπίθες τὰς χεῖρας ἐπὶ τὰς κεφαλὰς αὐτῶν.

Εὐλόγησον τὴν πόλιν τὴν παρ᾽ ἐλπίδα σωθεῖσαν, ἵνα τὸ μνημόσυνόν σου ἐν αὐτῇ πληθυνθείη. Ἀπέλασον τὸ πένθος, καὶ λῦσον τὴν νηστείαν, καὶ χαρίσθητι ἡμῖν, ὧ προφῆτα τοῦ Θεοῦ.

Ταῦτα, καὶ πλείονα τούτων, Νινευΐται ἐλάλησαν πρὸς αὐτόν, ἵνα αὐτοῦ τὴν ἄκαιρον ἀθυμίαν παύσωσιν· ἔξωθεν γὰρ τῆς πόλεως οὗτος ἐκαθέζετο, καὶ ἐξῆλθε πρὸς αὐτὸν ἅπασα ἡ πόλις, καὶ εἶδον θέαν φρικτήν· τὸν Ἰωνᾶν ἑστῶτα καὶ ἐν τῷ στόματι αὐτοῦ διαδικαζομένους [ἤκουον]. Ἤκουον Ἰωνᾶ πῶς τῷ Θεῷ ἐδικάζετο, καὶ πῶς πάλιν ἐκ προσώπου τοῦ Θεοῦ ἀπεκρίνατο· τὸ γὰρ Ἅγιον Πνεῦμα, ὃ εἶχε δικαζόμενον ἐν τῷ στόματι αὐτοῦ, ἐν αὐτῷ ἐφθέγγετο, ἔδειξέ τε ἐν αὐτῷ, καὶ ὥσπερ δύο πρόσωπα, Θεοῦ καὶ τοῦ Προφήτου, ἅμα δικαζομένους. Ἤκουεν ἅπαν τὸ πλῆθος συνηγοροῦντος ἑαυτῷ ὑπὲρ τῆς κολοκύνθης, καὶ μὴν ὑπὲρ ἑαυτοῦ καὶ τοῦ Δεσπότου καὶ τῆς πόλεως· ἡ γὰρ γλῶσσα Ἰωνᾶ τοῖς δυσὶ διηκόνει, καὶ ἐξ αὐτῆς ἠκούοντο φωναὶ δύο προσώπων· ἐν γὰρ γλώσσῃ αὐτοῦ δύο τινὲς ἐλάλουν· καὶ ἐλάλει πρὸς τὸν Θεόν, καὶ ὁ Θεὸς ἐν αὐτῷ ἀπεκρίνατο. Ὢ φρικτοῦ συνηγόρου! Ὢ πῶς ἡ γλῶσσα αὐτοῦ δυσὶ συνηγόρευε, τῷ Θεῷ καὶ ἑαυτῷ!

Χοροὶ ἑστῶτες ἤκουον πῶς Ἰωνᾶς τῇ ἑαυτοῦ λαλιᾷ Θεῷ ἐνετύγχανε, δικαζόμενος ταῦτα· ὦ Δέσποτα, διατί πανταχόθεν με θλίβεις, καὶ τί με προύδωκας καὶ ψεύστην ἀπέδειξας; Ἔπειτα ἥνπερ εἶχον μικρὰν κολοκύνθην τοῦ σκέπειν με ἐκ τῶν καυμάτων, ταύτην ἀπεξήρανας, καὶ καύσωνί με φρύγεις. Διὸ θάνατον αἰτῶ. Λάβε δὴ τὴν ψυχήν μου· σφόδρα γὰρ λελύπημαι πόθῳ τῆς κολοκύνθης.

Ἀπεκρίθη δὲ εὐθὺς τὸ πανάγιον Πνεῦμα ἐκ τοῦ στόματος αὐτοῦ καταδικάσαι αὐτὸν ἡ γλῶσσα αὐτοῦ· καὶ εὐθέως αὐτὸν ἐπολέμησε, καὶ τὸ στόμα ἤλεγχε δικαιοῦν τὸν Θεόν· ἤκουσε γὰρ τὸ πλῆθος τῆς πόλεως, ἐκ στόματος Ἰωνᾶ, πῶς ὁ Θεὸς ὑπὲρ τῆς πόλεως ἀντιδικαζόμενος ἔλεγεν αὐτῷ· σύ, φησίν, λελύπησαι ὑπὲρ τῆς κολοκύνθης, ὑπὲρ ἧς οὐκ ἐκοπίασας, οὔτε μὴν ἐξέθρεψας· ἥτις ὑπὸ τὴν ἕω φυεῖσα ὡσαύτως ἐξηράνθη. Πόσῳ δὲ μᾶλλον φείσομαι ἐγὼ ὑπὲρ τῆς πόλεώς μου; Τύπον σοι νῦν δίδωμι τῆς ζωῆς πάσης πόλεως ἐπὶ τῆς κολοκύνθης τῆς ἀποξηρανθείσης. Ἡ κολοκύνθη νῦν γένηταί σου διδάσκαλος, καὶ μάνθανε ἐξ αὐτῆς σύνεσιν καὶ σοφίαν, ἐν οἰκτρᾷ κολοκύνθῃ πόσον ἐστὶ τὸ πλῆθος τῶν οἰκτιρμῶν τοῦ Θεοῦ. Σὺ φείδῃ κολοκύνθης, κἀγὼ τῆς πόλεως. Καλύβην οἰκτρὰν ζητεῖς, καὶ τὴν πόλιν ἐκριζοῖς. Ποῦ σου, Ἰωνᾶ, ἡ δικαιοκρισία; Τί τὴν κολοκύνθην τῆς πόλεως προκρίνεις; Ἐπὶ οἰκτρᾷ κολοκύνθῃ εὐσπλαγχνίαν δεικνύς, Ἰωνᾶ, καὶ ἐπὶ τῆς πόλεως πολλὴν ἀποτομίαν.

Οὕτως ἐμεγαλύνθη ἐν τοῖς ὀφθαλμοῖς σου ἡ δοθεῖσα εἰς πτῶσίν τε καὶ βρῶσιν, ὑπὲρ τοῦ ἐσθίοντος! Τὸ φθαρτὸν προέκρινας τῶν μετανοησάντων, καὶ φύλλα μεγαλύνεις ὑπὲρ ἄνδρας λογικούς. Ταῦτα οἱ Νινευΐται [τὰ] ἅπαντα ἀκούσαντες, ὡς ἐξ ἑνὸς στόματος τῷ Θεῷ δόξαν ἀνέπεμψαν, ἐπειδὴ ὑπὲρ αὐτῶν αὐτὸς ἐδικάζετο, ὁ πλάστης τῷ πλάσματι, ὁ κτίστης τῷ κτίσματι, ὁ δεσπότης τῷ δούλῳ, τὴν γλῶσσαν τοῦ Ἰωνᾶ τοῦ συνδικαζομένου δοῦναι ψῆφον δικαίαν· καὶ ἄκων Ἰωνᾶς ἐνικοποιεῖτο δοξαζόμενος. Ἐν δίκῃ ἐδικαίου τὸν δίκαιον δικαστήν.