Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Ἰωνᾶν προφήτην καὶ περὶ τῆς μετανοίας τῶν Νινευιτῶν

Ἐφραίμ ὁ Σύρος

Η ένδοξη αναχώρηση του Ιωνά και η θέαση της ειδωλολατρίας του Ισραήλ

Η απόδοση τιμών στον προφήτη κατά την αποχώρησή του και η έκπληξη των συνοδών Νινευιτών, όταν γίνονται μάρτυρες των ειδωλολατρικών θυσιών του ισραηλιτικού λαού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 6 από 7

Ὁ Θεὸς ᾑρετίσατο διὰ πολλοὺς οἰκτιρμοὺς τὴν οἰκείαν τῆς ἀπειλῆς ἀνακαλέσασθαι φωνήν, ἵνα σωθῇ ἡ πόλις, καὶ Ἰωνᾶς ἄκρως Θεῷ συνεκρίνατο, ἵνα στρέψῃ τὴν πόλιν καὶ αὐτὸς ψεύστης μὴ γένηται. Ἔχαιρε πᾶν τὸ πλῆθος, ἐν τῷ ταῦτα ἀκούειν καὶ βλέπειν τὸν Ἰωνᾶν ἡττώμενον τῷ Θεῷ· καὶ γνόντες πῶς ὁ Θεὸς παρεμυθεῖτο αὐτόν, ἔσπευσαν τοῦ πληθῦναι τὴν πρὸς αὐτὸν τιμήν. Ὅθεν αὐτὸν ἥρπασαν ἐν ταῖς ἀγκάλαις αὐτῶν, καὶ καθάπερ βασιλεὺς εἰσῆλθεν ἐν τῇ πόλει μετὰ δόξης καὶ ἐκαθέσθη· καὶ συναχθέντες πάντες οἱ μετανοήσαντες, προσεκύνησαν αὐτόν, ἐνέγκαντες αὐτῷ δῶρα καὶ τὰς δεκάτας αὐτῶν, καὶ ὅσα ἐτάξαντο ἐν ταῖς θλίψεσιν αὐτῶν. Ἤνοιξεν ὁ βασιλεὺς τοὺς ἑαυτοῦ θησαυροὺς καὶ προσήνεγκεν αὐτῷ δῶρα πάνυ ἔνδοξα.

Πάντων λοιπὸν ἐκ στομάτων ἐδοξάσθη Ἰωνᾶς· καὶ εἰσελθὼν ἐκάθισεν εἰς ἅρμα βασιλικόν. Κῆτος ἐν τῇ θαλάσσῃ ἤνεγκε τὸν Ἰωνᾶν, καὶ ἐπὶ γῆς, ἐν Νινευὴ τῇ πόλει, ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς ἐμεγάλυνεν αὐτόν. Ἰχθύες ἐν τῇ θαλάσσῃ διεγύρευον αὐτόν, καὶ ἐν τῷ ὑποστρέφειν αὐτὸν ἐν Ἱερουσαλήμ, ἄρχοντας ὁ βασιλεὺς Νινευὴ πρέσβεις ἐξαπέστειλεν, ὅπως ἑτοιμάσωσιν αὐτῷ πανταχοῦ τὰ ἐν τῇ ὁδῷ. Ὁ Θεὸς ὡδήγησε τὸ κῆτος ποῦ πορευθῇ, καὶ βασιλεὺς ἔδειξε τὴν ὁδὸν τῷ προφήτῃ. Ἐν δόξῃ ἀνήρχετο εἰς τὴν ἀπάντησιν αὐτοῦ βασιλεύς. Κατέπτηξε καὶ ὑπάντα αὐτὸν ἀπὸ φόβου τοῦ κηρύγματος, καὶ μὴν πᾶσα ἡ πόλις ἐτίμα αὐτόν· καὶ ἐπτοεῖτο γνῶναι τὰ ἐν Νινευή, ὅπως αὐτοὺς μὴ στρέψῃ.

Ὅτε δὲ προσήγγισε τοῖς ὁρίοις Ἱερουσαλήμ, ἔλεγε τοῖς σὺν αὐτῷ, ὅπως ἐπιστρέψωσιν· ᾐσχύνετο γὰρ μήπως εἰσελθόντες ἐκεῖσε ἴδωσιν ἑλληνισμὸν καὶ πολλὴν ἀσέβειαν, καὶ μάθωσιν ἐξ αὐτῶν οἱ μετανοήσαντες καὶ σεβόμενοι τὸν Θεὸν πάλιν εἰδώλοις θύειν· ἐφοβεῖτο γὰρ μήπως πάλιν ἀνανεωθῇ τὸ τραῦμα τὸ οὐλωθὲν καὶ ἰαθὲν δι᾽ αὐτοῦ. Ἐδέξατο τὴν χάριν λοιπὸν τῶν συνελθόντων αὐτῷ, ἠσπάσατο αὐτοὺς ἐν πόθῳ, καὶ ηὐλόγησεν αὐτούς. Ἔδωκε συμβουλίαν, ὅπως ἐπιστρέψωσι, καὶ οὐκ ἤκουον αὐτοῦ ἃ ἔλεγεν· ἀλλὰ καὶ αὐτοὶ πρὸς αὐτὸν τοιαῦτα φασίν, μᾶλλον λέγοντες· μὴ ἡμᾶς ἐκδιώξῃς ἀπὸ σοῦ, ὦ προφῆτα. Σὺν σοὶ ἄφες εἰσελθεῖν εἰς τὴν γῆν τοῦ Ἰσραήλ, ὅπως γνῶμεν ἐξ αὐτῆς ἀρετὰς καὶ κανόνας, πράξεις καλὰς καὶ εὐθείας, τύπους, λόγους καὶ τρόπους. Εἰσελθόντες ἴδωμεν τὴν γῆν ἐν ᾗ οὐκ ἔστι παντελῶς ἑλληνισμός, ἀλλὰ πίστις καὶ ὀρθότης. Ἄφες ἡμᾶς θεάσασθαι τὴν ῥίζαν τὴν ἀγαθήν, ἐξ ἧς σὺ ἐβλάστησας. Παρακαλοῦμεν, ὦ προφῆτα, ἀντὶ τοῦ μισθοῦ οὗπερ ἐκάμαμεν ἐν τῇ ὁδοιπορίᾳ, δὸς ἡμῖν σὺν σοὶ ἐλθεῖν.

Ταῦτα αὐτῶν λεγόντων, Ἰωνᾶς τὴν κεφαλὴν εἰς τὴν γῆν ἔκλινεν, ἐννοῶν τί αὐτοῖς τεχνάσοιτο ἵνα ἐπιστρέψωσι· σφόδρα γὰρ ᾐσχύνετο εἰς τοὺς υἱοὺς Ἰσραήλ, διὰ τὸ εἶναι αὐτοὺς πονηροὺς καὶ ἀσεβεῖς. Τοῦτο χεῖρον αὐτῷ ἦν τῆς κολοκύνθης, ὥστε τὴν ψυχὴν αὐτοῦ θάνατον ᾐτήσατο. Ἤρξατο δὲ προφασίζεσθαι ὁ προφήτης καὶ λέγειν τοῖς ἀνθρώποις προφάσεις τε μὴ οὔσας· νῦν ἑορτὴ μεγάλη ἐστὶν ἐν τῇ γῇ ἡμῶν, καὶ οὐ δύναται ἐκεῖ ἀλλογενὴς εἰσελθεῖν· εἰ γὰρ καὶ πιστοὶ ἐστέ, ἀλλ᾽ οὐ δύνασθε ἐλθεῖν εἰς τὴν ἑορτὴν Θεοῦ, ὄντες ἀπερίτμητοι. Διὸ ὑποστρέψατε ἐν χαρᾷ καὶ εἰρήνῃ εἰς τὴν πατρίδα ὑμῶν, πρὸς τὸν πέμψαντα ὑμᾶς· καὶ ὅτε ἡ ἑορτὴ τοῦ Θεοῦ παρέλθῃ, ἐὰν θέλητε, πάλιν ὑποστρέψατε ἐντεῦθεν.

Καὶ ἐπὶ τούτοις τοῖς λόγοις σφόδρα ἐλυπήθησαν, καὶ κλαίοντες πάντες κατησπάζοντο αὐτόν· καὶ λοιπὸν ὑπέστρεφον ἐν ἀθυμίᾳ πολλῇ, ἀκούσαντες τὸν λόγον Ἰωνᾶ τοῦ προφήτου. Μετὰ δὲ τὸ ἀπελθεῖν ἀπ᾽ αὐτῶν Ἰωνᾶν τὸν προφήτην, ἔτι ὄντες αὐτόθι, εἶδον ὄρος ὑψηλὸν λίαν καὶ ἐλογίσαντο τοῦτο, ἀνελθεῖν εἰς αὐτό, ὅπως ἂν μήκοθεν τὴν ἐπιθυμητὴν γῆν ἴδωσιν. Ὅτε δὲ ἐγένοντο ἐπὶ τῆς κορυφῆς τοῦ ὀρέου, εἶδον τὴν γῆν ἅπασαν καὶ εὐθέως ἐξέστησαν σφόδρα ὁρῶντες ἀνθρώπους θύοντας θυσίαν τοῖς δαίμοσι, καὶ ὑπὸ ἄλση σπονδάς, καὶ ἐν βωμοῖς τὰ γλυπτά, πρὸ θυρῶν δὲ τὰ εἴδωλα· καὶ τὸν εἰσερχόμενον καὶ ἐξερχόμενον τούτοις σέβας διδόντα, καὶ εἰς γλυπτὰ προσκυνοῦντα· ἄλλος μόσχον ἔθυεν, ἕτερος δὲ πάλιν σπονδὰς δαίμοσι προσέφερε.

Καὶ τί τὰ πολλὰ λέγειν; Πᾶσαν γὰρ μανίαν καὶ τέχνην τοῦ Σατανᾶ ἐκεῖ ἐθεάσαντο. Ὅθεν ἤρξαντο λέγειν· μὴ ὄναρ θεωροῦμεν; Ἆρα τὴν γῆν Ἰσραὴλ ὡς Σόδομα βλέπομεν; Τοῦτό ἐστι τὸ σπέρμα Ἀβραάμ, ἢ ἴσως οἱ δαίμονες ἡμᾶς φαντάζουσι; Μὴ ἀποδράσασα ἡ μεγάλη ἀσέβεια τῆς πατρίδος ἡμῶν, ὧδε κατεσκήνωσεν; Ἐκεῖ τὰ εἴδωλα ἐν σπουδῇ συνετρίψαμεν· μήπως ἆρα ἐλθόντα ὧδε κατηνδρειώθησαν; Οὐ μόνον δὲ ἐκεῖνα, ἀλλὰ τὰ πανταχόθεν ὧδέ ἐστιν εἴδωλα, ἃ ἡμεῖς οὐκ ἐσχήκαμεν.

Ἐν τῇ πατρίδι ἡμῶν ὄφιν οὐκ ἦν προσκυνεῖν· οὗτοι ὄφεις ὄντες ὄφιν προσκυνοῦσιν. Ἐν τῇ πατρίδι ἡμῶν ζῶα ἐπεθύομεν· οὗτοι τὰς θυγατέρας αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν σφάττουσιν. Ἀλλ᾽ ὡς ὁ νόμον Θεοῦ διὰ Μωσέως λαβών, ὡς ἔλεγεν Ἰωνᾶς, γλυπτὰ ποιεῖ καὶ πωλεῖ, ἀναστάντες φύγωμεν ἐκ τοῦ πονηροῦ λαοῦ, μήπως καταπωθῶμεν ἐν ταῖς πράξεσιν αὐτῶν· ἀντὶ γὰρ τῆς Νινευὴ τῆς μὴ καταστραφείσης, τάχα ἡ γῆ Ἰσραὴλ μέλλει καταστρέφεσθαι. Ὡς δὲ ταῦτα ἔφησαν, ἔμφοβοι ὑπέστρεψαν εἰς τὴν πατρίδα αὐτῶν, δοξάζοντες τὸν Θεόν.