Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Ἰουλιανὸν ἀσκητήν

Ἐφραίμ ὁ Σύρος

Ασκητική πολιτεία, πένθος και κοίμηση

Περιγραφή των ασκητικών αγώνων, της ακτημοσύνης και του διαρκούς πένθους του Ιουλιανού, η πνευματική ωφέλεια του συγγραφέα από τη συναναστροφή τους και η οσιακή τελευτή του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 4

Ὁ δὲ μακάριος Ἰουλιανὸς νεκρώσας ἑαυτὸν τῶν κοσμικῶν πραγμάτων, ὡς ἀπῄτει ὁ ἀσκητικὸς λόγος, ἐκάθισεν ἐν τῷ κελλίῳ ἑαυτοῦ· πλησίον δὲ τοῦ αὑτοῦ κελλίου, ὑπῆρχε καὶ τὸ ἐμὸν κελλίον· ἦμεν γὰρ τοῦ αὐτοῦ συστήματος ἀμφότεροι.

Παρέβαλλεν οὖν ἐν τῷ κελλίῳ μου, κἀγὼ δὲ ἀπῄειν πρὸς αὐτόν· ὠφελούμην γὰρ ἐπὶ τῇ συντυχίᾳ τοῦ ἀνδρός, καὶ ἐθαύμαζον θεωρῶν τοσαύτην ἐπίγνωσιν ἐν ἀνθρώπῳ βαρβάρῳ· ἦν γὰρ δυτικῶν μερῶν· καὶ ἐδόξαζον τὸν Θεὸν τὸν μὴ θέλοντα τινὰ ἀπολέσθαι, ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι· καὶ ἐμνήσθην τοῦ εὐαγγελικοῦ ῥητοῦ τοῦ λέγοντος· ἀμὴν λέγω ὑμῖν· ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· καὶ στενάξας εἶπον· ῥῦσαι ἡμᾶς, Κύριε, ἐκ τοῦ ἐξωτέρου σκότους καὶ τοῦ κλαυθμοῦ καὶ τοῦ βρυγμοῦ τῶν ὀδόντων, καὶ μνήσθητι ἡμῶν ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου. Ἐπίσκεψαι ἡμᾶς ἐν σωτηρίῳ σου, τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου. Μνήσθητι ἡμῶν, Κύριε, ὡς τοῦ λῃστοῦ, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου, καὶ ἐξέγειρον ἡμῶν τὰ σώματα ἐκ τῶν μνημείων μετὰ δόξης, ἀξιῶν ἡμᾶς τῆς ἁρπαγῆς τῶν δικαίων ἐν νεφέλαις· ἵνα καὶ ἡμεῖς μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου, πρεσβείαις τῶν ἁγίων σου. Ἀμήν.

Ὁ οὖν μακάριος Ἰουλιανὸς ἦν καὶ ῥωμαλέος τῷ σώματι, ἀλλὰ καταπεπόνητο ὑπὸ πολλῆς ἀσκήσεως· κατόπιν γὰρ τῶν Πατέρων ἐβάδιζεν· ἀγράμματος δὲ ὢν ἐσπούδαζε τοῦ μαθεῖν. Οὗτος ὁ θεοφιλὴς κελλίον εἶχεν, ἐν ᾧ ἡσύχαζε καθ᾽ ἑαυτόν· καὶ ἐν αὐτῷ κοιτωνάριον· καὶ οὐκ ἠρκέσθη τῇ στενώσει τοῦ ταμιείου, ἀλλ᾽ ἔνδον ᾠκοδόμησεν ἑαυτῷ δίκην τάφου, στενοτάτην ποιήσας τὴν εἴσοδον, δι᾽ ἧς εἰσπορευόμενος ὡς ἐν μνημείῳ προσηύχετο κλαίων. Εἰργάζετο δὲ ταῖς ἰδίαις χερσὶ τὰ ἄρμενα τῶν πλοίων. Ἠγαπήκει δὲ τὴν κατάνυξιν καὶ τὸν κλαυθμόν, εἴ τις καὶ ἄλλος, ὥστε τοὺς παριόντας διὰ τοῦ κελλίου αὐτοῦ ἀκούειν τῆς φωνῆς τοῦ κλαυθμοῦ αὐτοῦ· ἦν γὰρ κλαίων, ὥσπερ ὁ θάψας υἱὸν ἢ θυγάτριον μονογενές, καὶ ἀνακαλούμενος μετὰ μέλους· τὰς γὰρ ἑαυτοῦ ἁμαρτίας προτεθεικὼς πρὸ ὀφθαλμῶν, ἔκλαιεν ἐμπόνως νυκτὸς καὶ ἡμέρας. Τὰς δὲ νύκτας βραχύ τι τοῦ ὕπνου μετελάμβανεν· ἡ γὰρ φροντὶς τῆς ἀνταποδόσεως ἐξήγειρεν αὐτὸν ἐν σπουδῇ. Ὅσους δὲ πειρασμοὺς καὶ θλίψεις ὑπέμεινε διὰ τῶν ἀμελεστέρων ἀδελφῶν οὐκ ἔστι λέγειν· πάντας δὲ διὰ τῆς ταπεινώσεως καὶ ὑπομονῆς παρῄει τούτους ἀβλαβῶς. Ὁποῖος δὲ ἦν εἰρηνικός, ἐγκρατής, ὑπομονητικός, πρᾷος, εὐλαβής, ἀκτήμων· ὁ γὰρ καθεζόμενος ἐν ἐρήμῳ μετὰ χρημάτων, στένων καὶ τρέμων ἔσται ἐν παντὶ τόπῳ, καὶ ἐπὶ τέλει θήραμα ἔσται κακούργοις· ὁ δὲ ἀκτήμων ἀνεπιβούλευτος ἔσται.

Ἦν δὲ καὶ ἄοκνος, καὶ πρὸς τὰ πάρεργα εὐπρόθυμος ὁ μακάριος. Λοιδορίαν ἀποστρεφόμενος, ταπεινὸς ἐν λόγῳ, ἐν ἔργῳ, ἐν ἐσθῆτι, ἐν βαδίσματι. Οὐδὲ γὰρ ὡς ἐγὼ καὶ οἱ ὅμοιοί μου ῥᾴθυμοι διεξῆλθεν ἐν ἀμελείᾳ τὰς ἡμέρας αὐτοῦ· ἀλλὰ ἐν πάσῃ κατανύξει διετέλεσε τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ· καὶ ὥσπερ οἱ ἐν φρουρᾷ καθειργμένοι καὶ μέλλοντες προσάγεσθαι ἐπὶ τοῦ βήματος τοῦ δικάζοντος, ἀπὸ τοῦ φόβου καὶ τῆς ἀγωνίας κλαίουσιν, οὕτω καὶ ὁ μακάριος Ἰουλιανὸς ἐμέμνητο διηνεκῶς τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ· διὸ καὶ συνεχῶς ἔκλαιεν ἀναλογιζόμενος τὴν μέλλουσαν κρίσιν. Ὅπου δὲ κατάνυξις καὶ δάκρυα καὶ ταπεινοφροσύνη, ἐκεῖ οὐχὶ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα, ἀλλ᾽ εὐταξία καὶ πᾶν ἀγαθόν· ᾧ δὲ μὴ πάρεστι ταῦτα, λείπεται πολὺ τοῦ ζητουμένου σκοποῦ. Παρῃτεῖτο δὲ καὶ συντυχίας γυναικῶν, τὰς ἀφορμὰς ἐκκόπτων τῶν ματαίων ἡδονῶν. Ἡνίκα δὲ ἔκρουεν εἰς τὴν σύναξιν, πρὸ παντὸς ἀδελφοῦ ἠγωνίζετο ἀπαντῆσαι· οὕτω δὲ ἵστατο ἐν τῇ συνάξει ἀμετεώριστον ἔχων τὸ ὄμμα, ὡς αὐτῷ τῷ βήματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ παριστάμενος.

Ἐν μιᾷ δὲ τῶν ἡμερῶν ἔφην πρὸς αὐτόν· τίς ἄρα ἀφανίζει τὰ ἐνταῦθα βιβλία; Ἔνθα γὰρ ἐγέγραπτο Θεὸς ἢ Κύριος ἢ Ἰησοῦς Χριστὸς ἢ Σωτήρ, τὰ στοιχεῖα τῶν γραμμάτων ἐξήλειπτο. Ὁ δὲ μακάριος εἶπε πρός με· οὐκ ἀποκρύψω ἀπὸ σοῦ οὐδέν.

Ἡ πόρνη προσελθοῦσα τῷ Σωτῆρι τοῖς δάκρυσι τοὺς πόδας αὐτοῦ ἔβρεξε, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν· κἀγὼ ἀναγινώσκων, ὅπου δ᾽ ἂν εὕρω τὸ ὄνομα τοῦ Θεοῦ μου ἐγγεγραμμένον, τοῖς δάκρυσί μου βρέχω, ἵνα κἀγὼ λάβω παρ᾽ αὐτοῦ ἁμαρτιῶν ἄφεσιν. Κἀγὼ χαριέντως εἶπον· ὁ Θεὸς φιλάνθρωπος ὢν δέχεταί σου τὴν πρόθεσιν, πλὴν τῶν βιβλίων φεῖσαι, παρακαλῶ. Ἔλεγε δέ· οὐ δροσίζεταί μου ἡ καρδία, ἐὰν μὴ κλαύσω ἐνώπιον Κυρίου τοῦ Θεοῦ μου. Ἤσκησε δὲ διαπύρως ὑπὲρ τὰ εἴκοσι πέντε ἔτη· καὶ ἐν τούτοις τελειοῦται ἐν Κυρίῳ ἐν τῷ διωγμῷ καὶ ἐν ὑποταγῇ ὑπάρχων, ἄξιος γενόμενος τοῦ μακαρισμοῦ· μακάριοι γάρ, φησίν, οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ἐμοῦ δὲ οἱ ὀφθαλμοὶ κατήγαγον δάκρυα ἐπὶ τῇ διαζεύξει τοῦ ἀνθρώπου τούτου.