Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Ἰουλιανὸν ἀσκητήν

Ἐφραίμ ὁ Σύρος

Διδασκαλία για την ησυχία και αλληγορία του βίου

Διάλογος για την παραμονή στην ησυχία και την πνευματική τελειότητα, καθώς και αλληγορική παρομοίωση της ανθρώπινης ζωής με οδοιπορία προς τον τελικό προορισμό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Οὗτος ὁ μακάριος ἔφη ποτὲ ἀδελφῷ τινι· ἀδελφὸς βούλεται, φησίν, εἰσελθεῖν εἰς τὴν ἐσωτέραν ἔρημον τοῦ ἐπιζητῆσαι ἄνδρας διορατικούς. Συμβούλευσον οὖν διὰ τὸν Κύριον· εἰσπορευθῶ αὐτῷ ἢ οὔ; Ὁ δὲ ἀδελφὸς ἐπιστάμενος ὅτι ἐργάτης ἐστίν, ἔφη πρὸς αὐτόν· βέλτιον τὸ ἡσυχάζειν καὶ ἐν τῇ ἡσυχίᾳ ζητεῖν τὴν τελειότητα· τὸ γὰρ περὶ μικρῶν καὶ ἀστάτων πραγμάτων πύθεσθαι, καὶ τούτου χάριν περιέρχεσθαι τὴν ἔρημον, οὐκ ἀναγκαῖον. Καὶ ὁ μακάριος ἔφη· τί ἐστι τελειότης; Τί δὲ τὰ μικρὰ καὶ ἄστατα πράγματα; Ὁ δὲ ἀδελφὸς εἶπε πρὸς αὐτόν· τελειότης ἐστὶ παντὸς λόγου καὶ πάσης πράξεως τὸ πέρας· γέγραπται γάρ· τέλος λόγου, τὸ πᾶν ἄκουε· τὸν Θεὸν φοβοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε. Τὰ δὲ συμβαίνοντα ἑκάστῳ ἡμῶν ἐν τῷ αἰῶνι τούτῳ, εἴτε λυπηρά, εἴτε χρηστά, τέλος ἔχει· διὸ καὶ ὑπὸ χρόνου καταργεῖται· τὰ δὲ μετὰ τὴν τοῦ βίου ἔξοδον, ἀθάνατα ὑπάρχει. Τὴν οὖν ἡμέραν τῆς κρίσεως ἔχωμεν κατὰ νοῦν, ἵνα τὸ φρόνημα ἡμῶν τέλειον ᾖ ἐν Κυρίῳ.

Ὥσπερ δὲ δύο τινὲς ἀποδημοῦντες εἰς χώραν μακράν, καὶ ἀκηδιάσας τις αὐτῶν κατὰ τὴν ὁδόν, ἄρξεται ἐρωτᾶν τοὺς παρατυγχάνοντας, τί ἄρα συναντήσει αὐτοῖς κατὰ τὴν πρὸ δέκα σημείων ὁδόν· καὶ ἐκεῖνοι ἀποκριθῶσιν· ὁδὸς τραχεῖα. Καὶ μετὰ τὴν τραχεῖαν ὁδὸν τί; Οἱ δέ· γῆ χλοηφοροῦσα. Ὁ δὲ συνοδοιπόρος αὐτοῦ θεωρῶν αὐτὸν φιλοτίμως ἐρωτῶντα περὶ τῆς ὁδοῦ εἴπῃ πρὸς αὐτόν· παῦσαι, ὦ συνέκδημε, πολυπραγμονῶν τὰ κατὰ τὴν ὁδὸν ἣν μέλλομεν διαβαίνειν, ὥσπερ ὀξύτατος δρομεύς.

Καὶ γὰρ ὁδῷ παρείκασται ὁ ἀνθρώπινος βίος. Διὰ τοῦτο μᾶλλον σκοπητέον, οὐ τὰ συναντῶντα ἐν τῇ πορείᾳ, ἀλλὰ τὰ μετὰ τὴν ὁδὸν συμβησόμενα ἡμῖν. Ζητήσωμεν πῶς δεῖ ἡμᾶς ἐν ἀνέσει αὐλισθῆναι ἐν ἐκείνῃ τῇ χώρᾳ, ἐν ᾗ μέλλομεν κατοικεῖν εἰς τὸ διηνεκές, μετὰ τὸ τέλος τοῦ βίου καὶ τῆς ἐνταῦθα πορείας. Ἄρα ποῦ ἔσται ἡμῖν ἡ κατάπαυσις ἐν τῷ αἰῶνι ἐκείνῳ; Ποῦ δὲ καὶ ἡ μερίς; Ἐν βάθει ἢ ἐν ὕψει; Ἐν ἀναπαύσει ἢ ἐν πόνοις; Ἐν σκότει ἢ ἐν φωτί; Ἐν πυρὶ ἢ ἐν ἀναψύξει; Ταῦτα ἡμῖν σκαλευέτω τὸ πνεῦμα καὶ λαλήτω τὸ στόμα. Τῆς τοιαύτης φροντίδος μὴ ἀποστήτω ἡμῶν ἡ καρδία, ἐν ὅσῳ ἐσμὲν ἐν τῷ προσκαίρῳ βίῳ. Καὶ τῶν βουλομένων ἡμᾶς παρεμποδίζειν τῆς τοιαύτης φροντίδος καταφρονήσωμεν, ὡς ἀπάτης καὶ ἀπωλείας προξένων ἡμῖν γενομένων· οὐ γάρ ἐστι τινὰ ἀπελθόντα ἐκεῖσε πάλιν ἐπανελθεῖν ἐν τῷδε τῷ βίῳ.