Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Ἰουλιανὸν ἀσκητήν

Ἐφραίμ ὁ Σύρος

Μνήμη της κρίσης, εσχατολογικές νουθεσίες και επίλογος

Υπόμνηση της μέλλουσας κρίσης, της ανταπόδοσης και της ανάγκης για μετάνοια, με αναφορές στη Δευτέρα Παρουσία, και δοξολογική κατακλείδα του έργου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 4

Φροντίσωμεν τοιγαροῦν, ὦ τέκνον, πῶς μέλλομεν ἐν παρρησίᾳ ὀφθῆναι τῷ Βασιλεῖ τῆς δόξης, καὶ σπουδάσωμεν ἑαυτοὺς παραθέσθαι τῇ φιλανθρωπίᾳ αὐτοῦ, ἵνα ἀντιλάβηται ἡμῶν τῆς ἀσθενείας, καὶ μάλιστα ὁπηνίκα γυμνωθῶμεν πάσης ἀνθρωπίνης περιβολῆς· καὶ γὰρ δεῖ ἡμᾶς πάντα καταλείψαντας ἀπελεύσεσθαι ἐκεῖ.

Ἐὰν οὖν μὴ σχῶμεν πάντοτε κατὰ διάνοιαν τὴν κρίσιν τὴν μέλλουσαν, οὐδὲν ἡμᾶς ὠφελήσει ἡ προδήλωσις τῶν κρυπτῶν καὶ ἀδήλων πραγμάτων. Ἤκουσέ ποτε Ἱεροβοὰμ ὁ τοῦ Ναβάτ, ὃς ἐξήμαρτε τῷ Ἰσραήλ, τὴν μέλλουσαν αὐτῷ ἐπελθεῖν ὀργὴν παρὰ Κυρίου, καὶ οὐ μετενόησεν ἐπὶ τῷ κακῷ. Ἠλέγχθη καὶ Γιεζὶ περὶ τῶν κρυπτῶν αὐτοῦ πταισμάτων, καὶ οὐ διωρθώσατο τὸν τρόπον, ἐπεὶ οὐκ ἂν ἀφέθη ὑπὸ τοῦ διδασκάλου ἐν τῷ ἀσχήμῳ τῆς λέπρας· ὁ γὰρ τὸν Νεεμάν, τὸν ἀρχιστράτηγον Συρίας, καθαρίσας ἐν λόγῳ Κυρίου τῆς τοιαύτης νόσου, εὐκολώτερον ἦν μᾶλλον αὐτῷ τὸν ἴδιον μαθητὴν ἀπαλλάξαι τῆς τοιαύτης συμφορᾶς. Ἔχωμεν τοιγαροῦν κατὰ διάνοιαν τὸ τέλος 〈τοῦ〉 παρόντος βίου, ἵνα τὸν καθεύδοντα ἡμῶν νοῦν διεγείρῃ ἡ προσδοκία τοῦ φόβου τοῦ μέλλοντος πρὸς ἐργασίαν καὶ φυλακὴν τῶν ἀγαθῶν πράξεων· ὁ γὰρ βίος ἡμῶν ἐλαφρότερός ἐστι δρομέως. Ὅταν γὰρ δοξασθῶμεν καὶ βασιλεύσωμεν ἐν τῷδε τῷ βίῳ, τὸ γενόμενον δὲ μὴ γένηται κατὰ βούλησιν τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, οὐδὲν ἡμᾶς ὠφελήσει ἡ δόξα τοῦ προσκαίρου βίου ἀπελθόντας ἐκεῖσε. Κλαύσωμεν τοιγαροῦν ἔμφοβοι καὶ ἔντρομοι γενόμενοι, μή ποτε ἐξ ἀμελείας τῆς ἐνταῦθα ζωῆς, ὑπὸ ἀγανάκτησιν εὑρεθῶμεν ἐκεῖ τοῦ Βασιλέως τῆς δόξης, καὶ παραπεμφθῶμεν ἐν σκότει ἐξωτέρῳ. Οὐκ ἔστιν ἀπελθόντας ἐκεῖσε ἀπαλλαγῆναι τῶν βασάνων.

Οὐκ ἔστιν τὸν κατακλεισθέντα ἐξ ἁμαρτιῶν, ἀνεθῆναι τῶν δεσμῶν τῶν ἀλύτων. Ἐκεῖ γὰρ πῦρ ἄσβεστον, καὶ σκώληξ ἀθάνατος, καὶ πυθμὴν ᾅδου σκοτεινός, καὶ ὀλολυγμὸς ἐξαίσιος, καὶ κλαυθμός, καὶ βρυγμὸς ὀδόντων. Οὐκ ἔχει πέρας τὰ δεινὰ τούτων. Οὐκ ἔστιν ἀπαλλαγὴ μετὰ θάνατον, οὐδέ τις ἐπίνοια, οὔτε μηχανή, τοῦ ἐκδῦναι τὰ πικρὰ κολαστήρια. Ταῦτα φυγεῖν ἔξεστι νῦν, ἐὰν τῆς φωνῆς τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν ἀκουσώμεθα, τοῦ δι᾽ ὑπερβολὴν φιλανθρωπίας δι᾽ ἑαυτοῦ κηρύξαντος καὶ διδάξαντος τοὺς υἱοὺς τῶν ἀνθρώπων παντὸς λόγου καὶ πάσης πράξεως τὴν τελειότητα, ὅπως ὑπήκοοι αὐτῷ γενόμενοι, τῶν μὲν κολαστηρίων ἀπαλλαγέντες, τῶν ἀγαθῶν καταξιωθῶμεν.

Ἀναγκαῖον τοιγαροῦν τοὺς λόγους Κυρίου φυλάσσειν ἐν ταπεινοφροσύνῃ πολλῇ· ἡ γὰρ τήρησις τῶν ἐντολῶν αὐτοῦ ἐστὶ τελειότης· καὶ οἱ τῶν ἐντολῶν τοῦ Θεοῦ ζηλωταὶ γενόμενοι, οὗτοι ἰσχυρῶς ἐπέβησαν δὴ τῇ τελειότητι, προσδοκῶντες αὐτὸν ἐν εὐθύτητι καρδίας, καὶ καθ᾽ ἑκάστην φανταζόμενοι τὴν ἔνδοξον αὐτοῦ παρουσίαν· καὶ καθίσῃ ἐπὶ θρόνου δόξης αὐτοῦ, ὅταν ἀφορίσῃ τοὺς δικαίους ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ἀποδώσῃ ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Φυλάξωμεν τοίνυν, ὦ τέκνον, τὴν ἀγάπην εἰλικρινῶς· καὶ ἐν αὐτῇ τὰς ἀρετὰς κατορθώσαντες ἀξιωθῶμεν τῆς ἐκ δεξιῶν στάσεως τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· καὶ χαρήσεται ἡμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ἡμῶν οὐδεὶς ἀρεῖ ἀφ᾽ ἡμῶν.

Ὁ δὲ ἀδελφὸς σφόδρα τὰς νουθεσίας ἀποδεξάμενος, ἐνεκαρτέρησεν ἐν τῇ ἡσυχίᾳ, εὐχαριστῶν τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.