Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν λῃστὴν

Ἐφραίμ ὁ Σύρος

Η παράβαση του Αδάμ ως η πρώτη ληστεία και η πτώση του ανθρώπου

Ανάλυση της πτώσης του Αδάμ, της φύσης του δέντρου της γνώσεως και της κρίσης του δημιουργού, με έμφαση στην ενοχή και την έλλειψη μετάνοιας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Εἰς τὸν ἐπὶ τοῦ σταυροῦ λῃστήν Δύο λῃστῶν ἡ θεία Γραφὴ μέμνηται. Τῶν δύο τὰς πράξεις ἐξετάσωμεν καὶ τῆς ἐν αὐταῖς ὠφελείας ἀπολαύσωμεν. Ὁ πρῶτός ἐστιν Ἀδὰμ ὁ πρωτόπλαστος· οὗτος ἐλῄστευσε διπλοῦ ξύλου καρπόν. Τούτῳ κακῶς γεωργοῦντι ὁ κτήτωρ Θεὸς ἐπετίμησε, καὶ πρὸς τὴν πρᾶξιν ἀφιδών, τὴν χάριν ἀφείλατο. Παρέδωκε θανάτῳ ὡς ἔνοχον, καὶ τὴν ἀπληστίαν ματαίοις πόνοις ἐνέπλησεν. Εἶδε τὴν ὁρμήν, καὶ τῇ πράξει ἐνεπόδισεν· ἀφεῖλε τὴν αὐθεντίαν, καὶ εἰς ἱδρῶτας ἐνέβαλεν· εἶδε τὴν δυσπιστίαν, καὶ τὸ ξύλον τῆς ζωῆς οὐκ ἐπίστευσεν· ἦρκε τὸ ἀμέριμνον, καὶ φροντίσι δουλεύειν ὥρισεν.

Ἀπὸ μικροῦ τὸ μέλλον ἐδοκίμασε, καὶ ἀπὸ τοῦ ἑνὸς δένδρου ἔδειξεν ὅτι δικαίως τὸ ξύλον τῆς ζωῆς αὐτῷ οὐκ ἐπίστευσε. Πάντων ἐν ἀρχῇ τὴν ἀπόλαυσιν ἔδωκεν, ἐν ἑνὶ δὲ ξύλῳ τοῦ γεωργοῦ τὴν ἔννοιαν ἰδεῖν ἤθελεν. Ἔσπευδε διὰ τῆς ἐντολῆς αὐτὸν ἀποδεῖξαι δόκιμον, ἵνα τὴν ἀΐδιον ζωὴν δι᾽ ἀρετὴν τῷ Ἀδὰμ παράσχηται· παρέβη τὰς συνθήκας καὶ τοῦ καρποῦ ἐνοσφίσατο. Συνέστη προγνώστης ὁ δημιουργὸς Θεός, ὅτι οὐ δι᾽ ἑαυτὸν ἐπείρασε τὸν Ἀδάμ, ἀλλὰ διὰ τοὺς ἀντιλέγοντας ἐκ τῶν αἱρέσεων· οὐ γὰρ ἦν δυνατὸν χλευασθῆναι Θεόν. Διόπερ καὶ οὐ μετεμελήθη μὴ δοὺς ἐν ξύλῳ ζωῆς τὴν ἐντολήν. Μὴ γὰρ καὶ τὸ διπλοῦν δένδρον οὐκ ἐδίδου τῷ Ἀδὰμ μετὰ τὴν ἔκβασιν; Ἀλλ᾽ εἰδὼς τὸ μέλλον ἔδειξε τῆς κακίας τὴν δύναμιν. Ἤλεγξε τὴν φύσιν τῆς φθορᾶς, ὅτι ἐστὶν ἄπληστος.

Ἔδειξεν αὐτῆς τὴν ἀσθένειαν, ὅτι ἐπὶ μηδαμινοῖς ἐπιβάλλεται, καὶ παυομένη τῆς ἐνεργείας, οὐδέποτε κορέννυται. ᾜδει τὸ ἐσόμενον, καὶ διὰ σοφίας ἔδειξε τὴν ἀπόβασιν· ᾔδει τὸ μέλλον, καὶ ὑπὸ τῆς κακίας οὐκ ἠδικήθη. Εἰ γὰρ τὸ ξύλον τῆς ζωῆς ἐχαρίσατο, ἀθάνατος ἡ ἁμαρτία ἐγίνετο, τοῦ Ἀδὰμ κατακριθῆναι θανάτῳ μὴ δυναμένου.

Οὐκ ἦν τὸ ξύλον τὸ διπλοῦν φύσει ὥς τινες λέγουσι κακόν, οὐδὲ εἶπεν, ἐν τῷ καρπῷ θανάτου ἀπολαύει· οὐδὲν γὰρ ὁ Θεὸς κακὸν ἐποίησε πώποτε· ἵνα δὲ γυμνάσῃ τὸν Ἀδάμ, παρῆκε τὴν διπλῆν γνῶσιν τῆς φρονήσεως καιρῷ οἰκείῳ καὶ αὐτῇ ἐπέτρεψε χρήσασθαι. Φρόνησιν δηλοῖ τὸ ξύλον τὸ διπλοῦν διὰ τὴν ἐντολήν. Ἡ φρόνησις πολλοῖς ξίφος γίνεται, ὅτι δι᾽ αὐτῆς πονηρίαν πολιτεύονται. Αὐτὴ οἶδεν ἀγαθοῦ δύναμιν καὶ κακοῦ ἐνέργειαν. Ἀλλ᾽ οὔπω ἠδύνατο αὐτὴν ὁ Ἀδὰμ ἐπιδέξασθαι, ἔχων τὴν λιτὴν τῆς φύσεως φρόνησιν ἱκανὴν εἰς τήρησιν τῆς ἐντολῆς· διὰ προκοπῆς δὲ ἀβλαβῶς ἔσχατον κἀκείνης ἀπήλαυεν, ὅτε ὁ κτίστης τὸν νοῦν ἱκανὸν ᾔδει πρὸς ἀποτέλεσμα.

Ἵνα μὴ οὖν θάνῃ τὸν αἰώνιον θάνατον, οὐκ ἐκέλευσεν ἐφάπτεσθαι διπλῆς γνώσεως. Προαίρεσιν ἐλευθέραν καὶ ἀπειλὴν ἐπὶ παραβάσει τῆς ἐντολῆς ὡρίσατο. Εἰ ἔστι ξύλον ζωῆς, ἔστι καὶ φρονήσεως· καὶ εἰ ἔστι βρῶσις ζωῆς, ἔστι καὶ φρονήσεως· καὶ εἰ ἔστι πρόσκαιρος ἀπόλαυσις, ἔστι καὶ αἰώνιος. Ψυχὴ δὲ τούτων ἀπογεύεται καὶ τὸ σῶμα δι᾽ αὐτῆς. Ὥσπερ γὰρ τὰ πρόσκαιρα διὰ τῆς σαρκὸς ἐσθίει ἡ ψυχή, οὕτω καὶ τὰ αἰώνια διὰ τῆς ψυχῆς. Λάρυγξ ψυχῆς ἐστιν ἡ λογικὴ κατάστασις, καὶ στόμα αὐτῆς ἡ προαίρεσις, δι᾽ ἧς δέχεται τὰ ἐδώδιμα. Διόπερ ἀκαίρως γευσαμένη διπλῆς γεύσεως τὸ σῶμα κατέφθειρεν ὡς νήπιος στερεᾷ τροφῇ χρησάμενος· καὶ ὅλως ἐξελόμενος αὐτὸν τοῦ θανάτου τῆς ψυχῆς τὸ σῶμα μετεκίνει, ἵνα μή τι χεῖρον ἑαυτὸν διαπράξηται.

Οὕτω γοῦν λῃστὴς ἀπεδείχθη ὁ πρῶτος ἄνθρωπος· οὕτως ἐπὶ τῇ γεωργίᾳ ηὕρηται κλέπτων τὰ ἀλλότρια. Ἔλαβε γὰρ εἰς χρῆσιν τὰ δέοντα, καὶ ἐφήψατο ὧν ὁ κτήτωρ αὐτὸν γεωργὸν οὐ κατέστησε. Διόπερ αὐτῷ συνδικασάμενος ἐνίκησε· καὶ ἐκρίθη ὁ πρὸς αὐτὸν ὡς λῃστής. Καὶ τοῦ ἄλλου γεωργίου μετέστησε· καὶ ἵνα μὴ ἀπόληται, δίδωσιν αὐτῷ γεωργίαν περιέλκουσαν τὴν ἀπληστίαν αὐτοῦ. Καὶ καθιστᾷ αὐτὸν ἐπιμελητὴν ἀκανθῶν, ὅπως μάθῃ κακίας ἐπιβουλὴν καὶ ἀγαθότητος χαρίσματα.

Ἐδόκει ὁ Ἀδὰμ ὅμοιον ἑαυτῷ ἔχειν κριτήν. Ἔκλεπτε, καὶ λανθάνειν ἐνόμιζεν· ἤσθιε τὰ ἀλλότρια, καὶ ἐκρύπτετο εἰς τὸ μὴ καθορᾶσθαι· ἀλλ᾽ ἔσχεν ἔλεγχον τῆς φύσεως τὴν γυμνότητα, ἣν δοὺς αὐτῷ ὁ Θεός, ὅτε ὑπέστη, καὶ μὴ παρὼν ἤλεγξεν ὅτι ἔβλεπεν. Οὐκ ἠδυνήθη ἀρνήσασθαι, ἔχων ἐκ τῆς φύσεως τὸν ἔλεγχον. Ἐμαρτύρει ἡ γυμνότης τὴν παράβασιν, καὶ σιωπῶν ὁ Θεὸς αὐτοκατάκριτον εἶναι τὸν Ἀδὰμ ἐδείκνυεν. Ἔλεγεν· Ἀδάμ, ποῦ εἶ; Καὶ ἐνοεῖτο ὅτι ᾔδει ποῦ ἐστιν, μὴ εἰδέναι νομιζόμενος.

Ὅθεν καὶ συγκρινόμενος καὶ νικήσας, κριτὴς ηὕρηται δίκαιος, καί, ἀποφηνάμενος ὡς ἔπρεπεν, ἔδωκε διέξοδον τῇ καταδίκῃ. Οὐ γὰρ ἀνέσχετο ἀγαθὸς ὢν πλεονεκτηθῆναι ὑπὸ τῆς φαυλότητος. Ὢ τῆς θείας αὐτοῦ δυνάμεως! Ὢ τῆς ἀκράτου γνώσεως! Ὢ τῆς μεγίστης χρηστότητος! Ὅσα ὑπέστη διὰ τὸν ἄνθρωπον εὐθὺς καὶ ἐξ ἀρχῆς! Οὔπω τῆς δημιουργίας τὴν χάριν ἀπέλαβε, καὶ εὐθέως δίκας μετὰ τοῦ οἰκείου δούλου ἔλεγεν· οὔπω τῆς γεωργίας τὸ τέλος ἐκαρπώσατο, καὶ περὶ παντὸς τοῦ γεωργίου συνεκρίνετο.

Ὁ κτήτωρ ὑπὸ τοῦ παροίκου καθείλκετο ἐπὶ γῆς τῷ ὄφει διαλέγεσθαι, καὶ ὁ δεσπότης ὑπὸ τοῦ ὄφεως διὰ τὸν δοῦλον διεσύρετο. Οὐκ ἀπέλαβε τὴν τοῦ παραδείσου χάριν ἀπὸ τοῦ Ἀδάμ, καὶ παρευθὺς σύγκριτον ἔσχε τὸν θεράποντα· οὐκ ἐφύλαξε τὴν ἐντολήν, καὶ εἰς κατηγορίαν ἐτρέπετο.

Τὴν πίστιν ἠθέτησε, καὶ τὴν ἐντολὴν οὐκ ἐφύλαξε, καὶ πρὸς τούτοις ἀπολογίας ἐπελαμβάνετο λέγων· ἡ γυνή μοι ἔδωκε. Καὶ εὐθὺς ἄχρι ῥᾳθυμίας αὐτῷ προύκοπτεν ἡ παράβασις, ἀλλὰ καὶ κλοπὴν ἐργασάμενος οὐκ ᾐσχύνετο· οὔτε γὰρ ἐφύλαξε τὴν γυναῖκα μὴ ἅψασθαι, οὔτε ἑαυτὸν τῆς βρώσεως ἠλλοτρίωσεν.