Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν λῃστὴν

Ἐφραίμ ὁ Σύρος

Η σωτηρία διά του σταυρού και η αντιπαραβολή με το ξύλο της παρακοής

Παραλληλισμός της απιστίας των Ιουδαίων με την παρακοή του Αδάμ και η σύγκριση της πτώσης μέσω του δέντρου με τη σωτηρία του ληστή μέσω του σταυρού του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 4

Οὗτος, οὗτος ὁ τύπος καὶ ἐπὶ τῶν Ἰουδαίων γέγονεν, ὅτι ἰάσεων ἀπήλαυον διὰ Χριστοῦ, καὶ μετ᾽ οὐ πολὺ εἰς δίκας μετέβαλον· καὶ τὸν νόμον ἀποσυλοῦντες τὸν νομοθέτην ἐδίκαζον· καὶ τοῖς τοῦ νόμου δικαιώμασιν ἐν ῥᾳδιουργίᾳ προσιόντες, τὸν νομοθέτην ᾐτιῶντο, ἐπὶ τελείοις αὐτοῦ δόγμασι προτρεπόμενον. Ἀλλ᾽ ἔσχον καὶ αὐτοὶ ἐν ἑαυτοῖς τὸν ἔλεγχον, ὅτι ἐγυμνώθη ὁ ναὸς σχισθέντος τοῦ ἁπλώματος, ἵν᾽ ἐκ τῆς ὁμοιότητος γνωσθῇ ὅτι ὁ τὸν Ἀδὰμ ἐλέγξας ἐπὶ κλοπῇ, αὐτὸς καὶ Ἰουδαίους παραβάτας ἐδείκνυεν.

Ἐκεῖνον σαρκὸς θανάτῳ πρὸς τὸ σφάλμα κατέκρινε, τούτους δὲ αἰωνίῳ κολάσει ψυχῆς· ἐκεῖνον παραδείσου, τούτους τοῦ ναοῦ ἠλλοτρίωσεν· ἐκεῖνον ἀπέστησε τοῦ ξύλου τῆς ζωῆς, καὶ τούτους τοῦ θείου νόμου ἐξεώσατο. Εὐχαριστοῦμέν σοι, Χριστέ, ὅτι ἔδωκας ἡμῖν ἐλπίδα ἀναστάσεως· ὁ γὰρ Ἐχθρὸς ἔσπευσεν ἀμφοτέρους ἡμῖν τοὺς θανάτους συναρπάσαι· ἐν τῷ Ἀδὰμ τὸν σαρκὸς θάνατον εἰσέβαλε, καὶ ἐν τοῖς Ἰουδαίοις τὸν ψυχῆς τοῖς ἀπίστοις προεξένησεν. Ἀλλ᾽ ὁ τοῦ Θεοῦ Λόγος ἀμφοτέρους ἠλλοίωσε παραγενόμενος· τὸν μὲν τῆς σαρκὸς διὰ τοῦ πάθους καθελών, τὸν δὲ τῆς ψυχῆς διὰ πίστεως· ὅτι καὶ ἀσεβέσιν ἐκήρυξε μετάνοιαν. Ὧδέ που τέλος ἐπιθῶμεν τῷ πρώτῳ λῃστῇ· ἴδωμεν δὲ ἐφεξῆς τίς μετὰ τοῦτον δεύτερος.

Οὗτος ἐκεῖνός ἐστιν ὁ ἐπὶ σταυροῦ, ὁ τὰ διπλᾶ λῃστεύσας πράγματα· ἐλῄστευσε γὰρ ἐν τῷ θανάτῳ τὴν ζωήν, καὶ ἐν τῇ πίστει τὴν ἀπιστίαν. Ὁ Ἀδὰμ ἀπὸ ξύλου θάνατον ἔκλεψε, διὰ ξύλου καὶ οὗτος τὴν ζωὴν ἐλῄστευσε. Διπλῆν γνῶσιν ὁ καρπὸς τοῦ δένδρου παρεῖχεν ἐκεῖ, καὶ ἐν τῷ σταυρῷ διπλοῦς τρόπος ἐτύγχανε, ζωῆς καὶ θανάτου. Ἐκεῖνος φαγὼν ἔθανε, καὶ οὗτος νηστεύσας ἔζησεν· ἐκεῖνος λαλήσας ἠπάτηται, καὶ οὗτος σιγήσας ἐπέτυχε.

Ὁ Ἀδὰμ διὰ πανουργίας Θεῷ συνέπεσεν, ὁ λῃστὴς ἐν ἁπλότητι πιστεύσας διασῴζεται. Καὶ τοῦ μὲν Ἀδὰμ ἡ ἀπολογία οὐκ ἔσχε ταπεινοφροσύνης ὁρμήν· οὐ γὰρ εἶπε· σύγγνωθι ὅτι ἥμαρτον. Τοῦ δὲ λῃστοῦ ἡ ὁμολογία τὸν Διάβολον ἐν ταπεινοφροσύνῃ ἐνίκησε. Διὰ τοῦτο, ἐκεῖνος μὲν ζῶν ἀπέθανεν, ὁ δὲ λῃστὴς θνῄσκων ἀνέζησεν. Οὗτος εἰσῆλθεν εἰς τὸν παράδεισον διὰ τῆς πίστεως, ὁ δὲ Ἀδὰμ διὰ τῆς πλάνης ἐκεῖθεν ἐκβέβληται. Ἐκεῖ γνῶσις ἦν καλοῦ καὶ πονηροῦ, ζωὴ καὶ θάνατος· καὶ ἐν τῷ σταυρῷ Ἰουδαίοις ἦν θάνατος, τοῖς δὲ πιστοῖς ζωὴ αἰώνιος. Τῷ Ἀδὰμ ἐν ξύλῳ ἐκρέματο ὁ καρπὸς τῆς γνώσεως, καὶ τῷ λῃστῇ ἐν τῷ σταυρῷ ὁ καρπὸς τῆς ζωῆς, ὁ Χριστὸς δηλαδή. Ἐκεῖνος ἔφαγε καὶ διεφθάρη, οὗτος μόνον ἥψατο καὶ διεσώθη ἐκ τῆς φθορᾶς.

Ὢ τῆς διπλῆς ὑποθέσεως! Ὢ τῆς τῶν δύο λῃστῶν διπλῆς πράξεως! Τῶν δύο μία πρᾶξις ὑπεναντίαν ἔσχεν ἔκβασιν· μία προσωνυμία τέχνης διεφώνησε τῇ ἐνεργείᾳ· ἐν τοῖς δυσὶ λῃσταῖς εὑρήσειέ τις ἑκάστῳ παρεῖναι τὰ δύο δένδρα. Εἶχε καὶ Ἀδὰμ ξύλον ζωῆς, εἰ τὴν ἐντολὴν ἐφύλαξεν· εἶχε καὶ τὸ διπλοῦν ξύλον ὁ λῃστής, εἰ ἠθέλησε διὰ πανουργίας Θεῷ προσελθεῖν· ἐάσας δὲ τὴν πλάνον πανουργίαν εὐθύτητι τῷ Χριστῷ προσέδραμεν.

Ὁ σταυρὸς ἦν τὸ ξύλον, καὶ ἡ ἐν αὐτῷ ζωὴ ἦν ὁ Χριστός. Καὶ ἐν τῷ παραδείσῳ οὐ φύσις ξύλου περιεῖχε ζωὴν οὐσιωδῶς, ἀλλ᾽ ἐπείσακτον εἶχεν ἐν Θεῷ τὴν ἀφθαρσίαν. Ὁ Ἀδὰμ ἠλόγησε καθιδεῖν ἐν αὑτῷ τὸν κρυπτόμενον Θεὸν καὶ ἀπέτυχεν· ὁ λῃστὴς ἐπιμελῶς προσηνέχθη τῇ πρὸς Χριστὸν οἰκειότητι. Ὁ Ἀδὰμ εἶχε τὴν Εὔαν ὑποφῆτιν τῆς βρώσεως, καὶ ὁ λῃστὴς ὡσαύτως τὸν ἕτερον λῃστὴν ἐπονειδίζοντα· ἀλλ᾽ ἐνίκησε τὴν ἀπάτην διὰ τῆς πίστεως· οὐ γὰρ διεκρίθη περὶ τὸν ὁρώμενον, πρὸς δὲ τὴν ἐνέργειαν τοῦ ἀοράτου ἐνέβλεψε.

Ταῦτά ἐστι πίστις καὶ φρόνησις, τὰ γὰρ τοῦ Ἀδὰμ πανουργία καὶ ἄνταρσις. Ταῦτα κλέμματα ἔχει τὴν εἰς ἕκαστον ἀπόλαυσιν. Ὁ μὲν γὰρ ἐβιάσατο τὴν ζωὴν καὶ ἔτυχε καθὼς γέγραπται, ὁ δὲ περιεργασάμενος αὐτὴν συνέπεσε, καθὼς προείρηται.