Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν λῃστὴν

Ἐφραίμ ὁ Σύρος

Ο ληστής ως τύπος των εθνών και η υπεροχή της πίστεώς του

Ερμηνεία του ληστή ως συμβόλου της κλήσης των εθνών κατά την ενδέκατη ώρα και σύγκριση της αδιαπραγμάτευτης πίστηής του με εκείνη των δικαίων της Παλαιάς Διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Ἴδωμεν γοῦν τοῦ φιλοχρίστου τὸν προφητικὸν νοῦν, καὶ θαυμάσωμεν τῆς θείας Γραφῆς τὴν δύναμιν. Δεύτερος λῃστὴς οὗτός ἐστιν ὁ λαὸς ὁ ἐξ ἐθνῶν ὁ δεύτερος, ὁ διὰ πολλῶν πλανηθεὶς καὶ ἐπὶ τέλει σωθείς, ὁ ἐν κακοῖς πολλοῖς περικρουσθεὶς καὶ δι᾽ ὁμολογίας Θεοῦ λυτρωθείς, ὁ τὴν σαρκικὴν ζωὴν ἐν μοχθηρίᾳ διελθὼν καὶ ἐπὶ τοῦ οἰκείου θανάτου τὴν ζωὴν κτησάμενος. Πρὸς τοῦτον τὸν λῃστὴν εἰδικώτερον εἴρηται· ἆρον τὸν σταυρόν σου καὶ ἀκολούθει μοι. Ἀληθῶς γὰρ ἀπὸ τοῦ σταυροῦ ὁ λῃστὴς τῷ Χριστῷ εἰς τὸν παράδεισον ἠκολούθησεν· οὕτω καὶ οἱ τῷ Χριστῷ πιστεύοντες διὰ τοῦ θανάτου αὐτῶν τὴν ζωὴν κληρονομήσουσιν.

Οὗτος ὁ λῃστὴς τῷ ἑτέρῳ ἐπετίμα λῃστῇ· τὸ μέλλον γὰρ ἐσήμαινε τὸ περὶ τῶν δύο λαῶν, ὅτι οἱ τοῦ Χριστοῦ τοῖς Ἰουδαίοις ὡς ἀπίστοις ἐπιτιμήσουσιν. Ἰουδαῖοι ἕως τοῦ νῦν τῷ Χριστῷ μοχθηρῶς προσφέρονται, καὶ αὐτοὺς ἡ ζωή, ὁ Χριστός, ἕως τοῦ δεῦρο ἀποστρέφεται· καὶ καθὼς ὁ λῃστὴς κατεκρίθη διὰ τὴν ἀπιστίαν, οὕτω καὶ Ἰουδαῖοι ἐν θεομαχίᾳ ἐναποθνῄσκουσιν. Ὁ νέος λαὸς ἐλέγχει τὸν παλαιὸν ὑπὸ κακονοίας φθειρόμενον.

Οὗτός ἐστιν ὁ λῃστὴς ὁ εὐσεβέστατος· μήπω καμὼν ἀπολαμβάνει τὰ γέρα πρὸς Θεοῦ, ἐπειδὴ ἡ πίστις οὐ χρόνου δεῖται, ἀλλὰ διαθέσως. Οὗτός ἐστιν ὁ λῃστὴς ὁ τὴν ἑνδεκάτην ὁλόκληρον ἡμέραν ἀπολαβών· καὶ γὰρ ὁ ἐξ ἐθνῶν λαὸς πρὸς ἑσπέραν τοῦ κόσμου τῷ Χριστῷ εἰς τὸν ἀμπελῶνα ἠκολούθησεν. Ὁ ἀμπελών ἐστιν ὁ τοῦ Θεοῦ παράδεισος· οἱ κάμνοντες ἐν αὐτῷ οἱ ἅγιοι, Σήθ, Ἐνώχ, Νῶε, Ἀβραάμ, Μωυσῆς, Σαμουήλ, καὶ τῆς ἡμέρας τὸ καῦμα τοῖς πόνοις ἀποτρυγήσαντες. Ὁ λῃστὴς ὄντως πρὸς ἑσπέραν μεμίσθωται, κἀκείνων τοῖς μισθοῖς παραπλήσιος γέγονεν.

Ἴδωμεν οὖν τὴν χάριν τοῦ Χριστοῦ, ἐν ᾗ τὰ δικαιοσύνης συγκεκέρασται, ὅτι οὐδὲν ἄκριτον ἢ προσκλινὲς παρ᾽ αὐτῷ. Ἐπίστευσε Νῶε τῷ Θεῷ, ἀλλὰ διὰ θείας ἀποκαλύψεως· ἐπίστευσεν Ἀβραάμ, ἀλλ᾽ ἐξ οὐρανοῦ Θεῷ προσομιλοῦντι· ἐπίστευσεν 〈Ἰωσὴφ〉 καὶ ἐνυπνίοις ἐνδόξοις πειθόμενος· καὶ Ἰακὼβ ἐπίστευσε ψηλαφωμέναις εὐεργεσίαις στηριζόμενος· κἄν τις εἰς μέσον ἐνέγκῃ τὸν Μωυσῆν, εὑρήσει τὴν τούτου πίστιν πολλοῖς παιδαγωγηθεῖσαν θαυμασίοις Θεοῦ· κἂν Ἰησοῦν τὸν Ναυῆ, τοὺς Κριτάς, καὶ Σαμουήλ, Δαυΐδ, καὶ πάντας τοὺς εὐαρεστήσαντας βασιλεῖς καὶ ἰδιώτας, ὄψεται τὴν τούτων πίστιν διὰ πολλῶν Θεοῦ τελειωθεῖσαν πράξεων.

Τί δὲ πρὸς τὸν λῃστήν; Ὅτι ἐπίστευσε Θεῷ οὐκ ἀπ᾽ οὐρανοῦ βοῶντι, οὐκ ἀπὸ ὄρους Σινᾶ νομοθετοῦντι, οὐκ ἐν Αἰγύπτῳ πατάσσοντι, οὐ θάλασσαν διαιροῦντι, οὐκ ἄρτον ἀπ᾽ οὐρανοῦ διδόντι, οὐ τὸν λαὸν παιδεύοντι, οὐ τὸν Χαναὰν ὀλοθρεύοντι, οὐ τὴν Ἱεριχὼ ἐκτὸς ὅπλων βάλλοντι, οὐ πολέμους ἀλλοφύλων τροπουμένῳ, οὐκ ἐν τῷ ναῷ διὰ νεφέλης φαινομένῳ, οὐ θυσίας οὐρανίῳ πυρὶ δεχομένῳ, οὐκ ἐν προφήταις ποικίλως δημηγοροῦντι πρὸς τὸν Ἰσραήλ, ἀλλ᾽ ἐν ἀτιμίᾳ, ἐν ἀδοξίᾳ, ἐπὶ αὐτοῦ τοῦ σταυροῦ ἐφ᾽ ὃν κἀκεῖνος ἐκρέματο.

Οὐκ εἶδεν αὐτὸν οὐρανὸν πηγνύντα, ἀλλ᾽ ἐπὶ σταυροῦ προσηλωμένον· οὐκ εἶδεν ἐπὶ θρόνου δόξης καθεζόμενον, ἀλλὰ γυμνόν, ἀσχημόνως κρεμάμενον· οὐκ εἶδεν Ἀγγέλων ἐν πλήθει δορυφορίαν, ἀλλὰ δημίων ἐπιβαινόντων αὐτῷ εἰς ἀναίρεσιν· οὐκ εἶδεν Ἀρχαγγέλων ὕμνους, ἀλλ᾽ Ἰουδαίων ὕβρεις· οὐκ εἶδε δυναστείαν ἐπίσημον, ἀλλ᾽ ἀπὸ Πιλάτου φραγγελούμενον· οὐ νεφέλας αὐτὸν ἐνδόξους περιεχούσας ἐθεάσατο, ἀλλὰ σπεῖραν στρατιωτῶν ἐπιχαίρουσαν· οὐ στεφάνῳ βασιλικῷ περιδεδεμένον ἐθεάσατο, ἀλλὰ ἀκάνθαις τὴν κεφαλὴν περιεχόμενον· οὐ σκῆπτρον βασιλείας ἑώρακεν, ἀλλὰ κάλαμον ἐπαιτικὸν κρατοῦντα ἐν χειρί· οὐκ ἀλουργίδα λαμπρὰν ἀποστίλβουσαν, ἀλλὰ φάρσος πεφοινιγμένον αἵματι· οὐκ ἦχον βασιλείας ἐπάξιον, ἀλλὰ χορὸν Ἰουδαίων ἐπιτωθάζοντα· οὐκ εἰς τιμὴν εἰσιόντα ἔνδοξον ἑώρακεν, ἀλλ᾽ εἰς γύμνωσιν κατακρίσεως. Ἄλλους τύπτοντας, ἑτέρους ῥαπίζοντας, ἐνίους ἐπιγελῶντας, καί τινας τὸν οἰκεῖον σταυρὸν τοῖς ὤμοις αὐτοῦ ἐπιθέντας.