Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν λῃστὴν

Ἐφραίμ ὁ Σύρος

Η ομολογία πίστεως και ο έλεγχος του συσταυρωθέντος

Εγκωμιασμός της ομολογίας του ληστή, η αναγνώριση της αθωότητας του Χριστού και η επιτίμηση του δεύτερου, βλάσφημου ληστή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 4

Καὶ ἐπὶ τούτοις πᾶσιν οὐκ ἐδίστασεν, οὔτε τὸν νοῦν πρὸς ἀπιστίαν ἔκλινεν, ἀλλὰ λαμπρᾷ τῇ φωνῇ εἶπεν αὐτῷ· μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ὢ λῃστοῦ θαυμασίου τὴν βασιλείαν τῶν οὐρανῶν λῃστεύσαντος! Ὢ φωνῆς ἱερᾶς τὸν παράδεισον κληρονομούσης! Ὢ πίστεως ἀσυγκρίτου πᾶσαν τὴν τοῦ δαίμονος δολιότητα τροπωσαμένης! Τί εἶδες, ὦ λῃστά, οὕτω ἀποκρίνεσθαι; Ἄνθρωπος ἦν ὁ Χριστὸς τὸ φαινόμενον, καὶ ἄνθρωπος κατάκριτος μετὰ σοῦ ἐπὶ τοῦ ξύλου ἐκρέματο.

Μιᾷ κολάσει ὑποβεβλημένον ἔβλεπες· ὁμοίως σοι κατακριθέντα αὐτοῖς 〈τοῖς〉 ὀφθαλμοῖς παρελάμβανες. Πόθεν σοι προσγέγονεν ἡ τοσαύτη προαίρεσις; Πόθεν ἡ τηλικαύτη πίστις ἀνέκυψεν; Ἐνίκησας τοὺς Ἰουδαίους καὶ τὴν φρόνησιν αὐτῶν· τοὺς νομομαθεῖς κατῄσχυνας ἐν διαλέξεσιν· ἔγνως τὸ εὐσεβὲς ὑπὸ φύσεως διδαχθείς· ἤλεγξας τὸ ἀσεβὲς τῶν ἐν νόμῳ παιδευομένων.

Ἀκούσατε γὰρ καὶ σύνετε τοῦ λῃστοῦ τὴν θείαν ἐπίλυσιν· ἐπιτιμᾷ τῷ ἑτέρῳ λῃστῇ ὑβρίζοντι. Εἶπε πρὸς αὐτόν· τί θεομαχεῖς ἐν αὐτῷ τῷ τέλει τοῦ βίου γινόμενος; Τί ὑπτιάζεις πρὸς ἀσέβειαν, ἐν ἀφροσύνῃ διερχόμενος; Σύνες τὴν 〈ἀνομίαν〉 καὶ λέγε τὴν ἁμαρτίαν· νόησον ἡμῶν τὴν πρᾶξιν καὶ παραιτοῦ κατὰ τὸν τρόπον.

Ἡμεῖς γὰρ ἀξίως σταυρούμεθα, πάμπολλα κακουργήσαντες· οὗτος δὲ ἐν φθόνῳ ἀθῶος ὢν τοῦθ᾽ ὑφίσταται· οὐκ ἔστι δὲ φθόνος ἄνευ ἀρετῆς, οὐδὲ ζηλοῦσιν οἱ παράνομοι τοὺς ὁμοίους, φησίν· ἀθῶον ὄντα θανάτῳ παρέδοσαν, καὶ ἐπὶ παρανομίαις ἐλέγχοντα οἱ Ἰουδαῖοι οὐκ ἤνεγκαν τὰ τοῦ Θεοῦ νουθετοῦντα ...