Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν μάρτυρα Βονιφάτιον

Ἐφραίμ ὁ Σύρος

Εισαγωγή και αναχώρηση του Βονιφατίου από τη Ρώμη

Εισαγωγικές σκέψεις περί μετανοίας, η πρότερη ζωή του Βονιφατίου και της Αγλαΐδας και η αποστολή του στην Ανατολή προς αναζήτηση ιερών λειψάνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Λόγος εἰς τὸ μαρτύριον τοῦ ἁγίου μεγαλομάρτυρος Βονιφατίου Ὁ Θεὸς ὁ φιλάνθρωπος, ὁ προνοῶν τῆς τῶν ἀνθρώπων σωτηρίας· ὁ εἰπὼν διὰ τοῦ Προφήτου, οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν· ὁ εἰπών, οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν· ὁ ταχὺς εἰς μετάνοιαν καὶ πολὺς ἐν οἰκτιρμοῖς· ὁ εἰπών, ὅταν ἀποστραφῇς στενάξας καὶ στενάξῃς, τότε σωθήσει· ὁ δοὺς ἡμῖν ὑπόδειγμα σωτηρίας πρὸς τὸ ἐπιστρέφειν εἰς αὐτόν· αὐτὸς τῇ οἰκείᾳ αὐτοῦ ἀγαθότητι προνοούμενος ἡμῖν, ὑπογραμμὸν ἡμῖν δίδωσιν εἰς σωτηρίαν, πρὸς τὸ μὴ ἀπαγορεύειν ἑαυτῶν, εἴ ποτε ἐν ἁμαρτίαις παγιδευθῶμεν ὑπὸ τοῦ ἀλλοτρίου, ἀλλ᾽ ἐπελπίζειν ἐπὶ τὸ ἄφατον ἔλεος τῆς αὐτοῦ ἀγαθότητος, καὶ ἐπὶ τοὺς ἀμετρήτους οἰκτιρμοὺς τῆς αὐτοῦ εὐσπλαγχνίας.

Πολλοὶ γὰρ συναρπασθέντες καὶ περιπλακέντες ἁμαρτήμασι χαλεποῖς, ἔπειτα μετανοήσαντες τοὺς στεφάνους τῆς νίκης ἀπηνέγκαντο· ὧν εἷς τούτων γεγένηται καὶ ὁ μακάριος Βονιφάτιος σὺν τῇ αὐτοῦ κυρίᾳ, περὶ ὧν ὑμῖν διηγήσομαι.

Ἦν τις ἐν τῇ Ῥώμῃ ὀνόματι Ἀγλαΐς, θυγάτηρ τινὸς ὀνόματι Ἀκακίου, γένους καλοῦ, ἀπὸ ἀνθυπάτου γενομένου· κυρία στᾶσα πολλῶν κτημάτων, ἔχουσα ὑφ᾽ ἑαυτὴν ἐπιτρόπους· ἕνα δὲ εἶχεν ὑπερέχοντα πάντων, ᾧ ὄνομα Βονιφάτιος, ὃς καὶ συνεκοινώνει εἰς μυσαρὰν ἁμαρτίαν πᾶσαν· ἦν δὲ εὐμέθυσος καὶ πόρνος καὶ πάντων φίλος ὧν μισεῖ ὁ Θεός. Τρία δὲ εἶχε κατορθώματα· φιλόξενος ἦν καὶ εὐμετάδοτος καὶ ἐλεήμων. Εἴ ποτε εἶδέ τινας ὁδοιποροῦντας, μετὰ πάσης σπουδῆς καὶ προθυμίας προτρεπόμενος διηκόνει αὐτοῖς, τὰς δὲ νύκτας τὰς ῥύμας καὶ τὰς πλατείας περιερχόμενος διεδίδου τοῖς δεομένοις τὰ πρὸς τὴν χρείαν.

Μετὰ γοῦν τινα χρόνον ὑπὸ τῆς χάριτος τοῦ Θεοῦ κατανυγεῖσα ἡ δέσποινα αὐτοῦ, προσκαλεσαμένη αὐτὸν λέγει αὐτῷ· ἀδελφὲ Βονιφάτιε, οἶδας εἰς πόσας ἁμαρτίας ἐμπεφυρμένοι ἐσμέν, μὴ διαλογιζόμενοι ὅτι τῷ Θεῷ παριστάναι ἔχομεν καὶ ἀποδοῦναι λόγον περὶ ὧν ἐπράξαμεν ἐν τῷ βίῳ τούτῳ. Καὶ νῦν ἠκούσαμεν Χριστιανῶν λεγόντων ὅτι εἴ τις ἐξυπηρετήσει τοῖς ἁγίοις τοῖς διὰ τὸν Χριστὸν ἀγωνισαμένοις καὶ ἀθλήσασιν ὑπὲρ αὐτοῦ, συμμέτοχος γίνεται ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς δικαιοκρισίας τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ νῦν μεμάθηκα ὅτι οἱ δοῦλοι τοῦ Χριστοῦ ἀγωνίζονται κατὰ τοῦ Διαβόλου ἐν τῇ ἀνατολῇ, παραδιδόντες τὰ ἑαυτῶν σώματα εἰς βάσανα, ἵνα μὴ ἀρνήσωνται τὸν Χριστόν. Πορευθεὶς οὖν φέρε ἡμῖν λείψανα ἁγίων μαρτύρων, ὅπως ἐξυπηρετησάμενοι τούτοις καὶ εὐκτηρίους οἴκους οἰκοδομήσαντες ἀξίους τῆς ἀθλήσεως αὐτῶν, σωθῶμεν δι᾽ αὐτῶν καὶ ἡμεῖς καὶ πολλοὶ ἄλλοι.

Λαβὼν δὲ μεθ᾽ ἑαυτοῦ ὁ παῖς χρυσίον ἱκανόν, ὥστε ἀγοράσαι λείψανα ἁγίων μαρτύρων καὶ εἰς διάδοσιν τῶν πτωχῶν, ἔχων μεθ᾽ ἑαυτοῦ ἱππεῖς δώδεκα καὶ ἐπιφερόμενος δὲ ἅμα αὐτῷ λεκτίκια τρία καὶ μύρα διάφορα εἰς κήδευσιν τῶν ἁγίων.

Ἐν δὲ τῷ ἐξέρχεσθαι αὐτὸν λέγει τῇ κυρίᾳ αὐτοῦ· δέσποινα, ἐὰν εὕρω λείψανα ἁγίων μαρτύρων, ἔχω σοι προσενέγκαι, ἐὰν δὲ οὐχ εὕρω καὶ ἔλθῃ σοι τὸ ἐμὸν λείψανον, δέχῃ αὐτὸ εἰς ὄνομα ἁγίου; Λέγει πρὸς αὐτὸν ἡ κυρία αὐτοῦ· ἀπὸ σοῦ ποίησον τὴν μέθην καὶ τὴν μωρολογίαν, καὶ οὕτως ἄπελθε, ὡς εἰδὼς ὅτι λείψανα ἁγίων μαρτύρων ἔχεις βαστάσαι· ἐγὼ γὰρ ἡ ἁμαρτωλός, οἷά εἰσι, προσδέχομαι αὐτὰ ἐν τάχει. Ὁ δὲ Θεός, ὁ δι᾽ ἡμᾶς μορφὴν δούλου λαβών, ὁ τὸ ἑαυτοῦ αἷμα ἐκχέας διὰ τὴν σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων, αὐτὸς ἀποστείλῃ τὸν ἄγγελον αὐτοῦ ἔμπροσθέν σου, καὶ κατευθύνῃ τὰ διαβήματά σου ἐν τῇ αὐτοῦ εὐσπλαγχνίᾳ, καὶ πληροφορήσῃ τὴν ἐπιθυμίαν μου, παριδὼν τὰ παραπτώματά μου.

Ἐξελθὼν οὖν ὁ Βονιφάτιος, κατὰ τὴν ὁδὸν ἐν ἑαυτῷ ἐνεθυμεῖτο λέγων· δίκαιόν μοι ἐστι μήτε κρεῶν ἅψασθαι, μήτε οἴνου μεταλαβεῖν, διότι καὶ ἀνάξιός εἰμι καὶ ἁμαρτωλός· λείψανα ἁγίων μαρτύρων ἔχω βαστάσαι. Καὶ ἀνατείνας τὸ ὄμμα εἰς τὸν οὐρανὸν εἶπε· Δέσποτα ὁ Θεός, ὁ τοῦ μονογενοῦς σου παιδὸς Πατήρ, ἐλθὲ εἰς τὴν βοήθειάν μου, καὶ εὐόδωσον τὴν ὁδόν μου, δι᾽ ἧς ἐγὼ πορεύομαι ἐν αὐτοῖς, ὅπως ἐνδοξασθῇ τὸ ὄνομά σου τὸ ἅγιον εἰς τοὺς αἰῶνας. Ἀμήν. Καὶ τελειώσας τὴν εὐχήν, εἴχετο τῆς ὁδοῦ.