Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν μάρτυρα Βονιφάτιον

Ἐφραίμ ὁ Σύρος

Η ομολογία και το μαρτύριο του αγίου Βονιφατίου στην Ταρσό

Η άφιξη του Βονιφατίου στην Ταρσό, η ενθάρρυνση των μαρτύρων, η δημόσια ομολογία της πίστεως, τα βασανιστήρια, τα θαύματα και η τελείωσή του δι' αποκεφαλισμού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 4

Ἐλθὼν τοίνυν ἐν Ταρσῷ τῇ πόλει καὶ μαθὼν ὅτι οἱ ἅγιοι τοῦ Χριστοῦ ἀθληταὶ ἀγωνίζονται ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, λέγει τοῖς συνοῦσιν αὐτῷ· ἀδελφοί, πορευθέντες ζητήσωμεν ξενοδοχεῖον, κἀκεῖ διαναπαύσατε τὰ ζῶα· ἐγὼ δὲ ἀπέρχομαι θεάσασθαι οὓς πάνυ ἐπιποθῶ. Ἀπελθὼν οὖν εἰς τὸν δῆμον, εἶδε τοὺς ἁγίους μάρτυρας ἐν τοῖς βασάνοις· καὶ τὸν μὲν ἀποκρεμάμενον κατακέφαλα, καὶ ὑποκάτω αὐτοῦ πυρὰν ἐστρωμένην· ἄλλον ἠκρωτηριασμένον τὰς ὄψεις· ἄλλον διατεταμένον εἰς τέσσαρα ξύλα· ἄλλον πριονιζόμενον ὑπὸ δημίων· ἄλλον πᾶλον εἰς τὸν τράχηλον αὐτοῦ παγέντα καὶ ἐν τῇ γῇ διηλάμενον· ἄλλον ἀνακλασθέντα χεσὶ καὶ ποσὶν εἰς τὰ ὀπίσω, καὶ οὕτω μετὰ λαβῶν καὶ μετὰ βάκλων ὑπὸ δημίων τυπτόμενον· ἄλλον ἀποκοπέντα χεῖρας καὶ πόδας, καὶ οὕτως ἐρριμμένον· καὶ ἦν ἁπλῶς σκότος δεινὸν τοῖς ὁρῶσι τὰ τοιαῦτα κολαστήρια· μᾶλλον δὲ ἦν ἰδεῖν τὸν Διάβολον ἡττώμενον, τοὺς δὲ δούλους τοῦ Θεοῦ στεφανουμένους.

Προσελθὼν οὖν ὁ Βονιφάτιος κατεφίλει τοὺς ἁγίους μάρτυρας, τοὺς ὄντας ἐν ταῖς κολάσεσιν—ἦσαν γὰρ τὸν ἀριθμὸν ἄνδρες κʹ—καὶ ἀναβοήσας εἶπε· μέγας ὁ Θεὸς τῶν Χριστιανῶν, μέγας ὁ Θεὸς τῶν ἁγίων μαρτύρων Δέομαι ὑμῶν, δοῦλοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἐμοῦ, ἵνα κἀγὼ συμμέτοχος ὑμῶν εὑρεθῶ ἀγωνισάμενος κατὰ τοῦ Διαβόλου. Καὶ παρακαθίσας τοῖς ποσὶ τῶν ἁγίων μαρτύρων, περιεπτύσσετο αὐτούς, καταφιλῶν καὶ λέγων· ἀγωνίσασθε, ἀθλοφόροι τοῦ Χριστοῦ καὶ μάρτυρες, καὶ πατήσατε τὸν Διάβολον. Ὀλίγον ὑπομείνατε, ἵνα στεφανωθῆτε.

Ὀλίγος ὁ κόπος, καὶ πολλὴ ἡ ἀνάπαυσις· μικρὰ ἡ στρέβλωσις, καὶ ἄφατος ἡ δορυφορία. Ἐπὶ γῆς στρεβλοῦται τὸ σῶμα ὑπὸ δημίων, καὶ ἐν τῷ μέλλοντι αἰῶνι ὑπὸ ἀγγέλων δοξάζεται. Ἀτενίσας δὲ ὁ ἄρχων εἰς τὸν ὄχλον καὶ ἰδὼν αὐτὸν εἶπε· τίς ἐστιν ἐκεῖνος, ὁ ἐπὶ καταφρονήσει ἡμῶν καὶ τῶν θεῶν τοιαῦτα λαλῶν; Ἀχθήτω τοίνυν ἐπὶ τοῦ βήματος.

Καί φησιν ὁ ἄρχων· λέγε σύ, τίς εἶ· ὅτι κατεφρόνησας τοῦ δικαστηρίου. Ὁ ἅγιος Βονιφάτιος εἶπε· Χριστιανός εἰμι καὶ τὸν Δεσπότην Χριστὸν ἔχων καταφρονῶ καὶ σοῦ καὶ τοῦ βήματός σου. Ὁ ἄρχων εἶπεν· εἰπὲ τί τὸ ὄνομά σου. Ὁ δὲ εἶπεν· ἤδη εἶπόν σοι ὅτι Χριστιανός εἰμι. Εἰ δὲ τὸ κοινόν μου ὄνομα θέλεις μαθεῖν, Βονιφάτιος καλοῦμαι. Ὁ ἄρχων εἶπε· πρὶν ἢ ἅψωμαι τῶν σαρκῶν σου, προσελθὼν θῦσον τοῖς θεοῖς. Ὁ Βονιφάτιος λέγει· εἶπόν σοι ὅτι Χριστιανός εἰμι· Χριστοῦ δοῦλος ὑπάρχω καὶ οὐ θύω δαίμοσιν. Εἴ τι οὖν θέλεις ποιεῖν, ποίει ἐν τάχει. Πρόκειταί σοι τὸ σῶμά μου. Καὶ θυμωθεὶς ὁ ἄρχων, ἐκέλευσε κρεμασθῆναι αὐτὸν κατακέφαλα, καὶ εὐτόνως ξέεσθαι. Καὶ ἐπὶ τοσοῦτον ἔξεσαν αὐτὸν οἱ δήμιοι, ὥστε τὰ ὀστᾶ αὐτοῦ φανῆναι. Ὁ δὲ ἅγιος μάρτυς οὐδὲν ἀπεκρίνατο, ἀλλ᾽ εἶχε τοὺς ὀφθαλμοὺς εἰς τοὺς ἁγίους μάρτυρας. Καὶ ἐκέλευσεν ὁ ἄρχων ἀνεθῆναι αὐτόν.

Διαστάσης δὲ ὥρας, λέγει πρὸς αὐτὸν ὁ ἄρχων· θῦσον, ἄθλιε, καὶ ἐλέησον σεαυτόν. Ὁ δὲ ἅγιος ἀπεκρίνατο· οὐκ αἰσχύνῃ, μιαρώτατε, λέγων μοι θῦσον, ἐμοῦ μὴ ἀνεχομένου ἀκοῦσαι περὶ τῶν ματαίων καὶ ἀπολλυμένων εἰδώλων; Καὶ θυμωθεὶς ὁ ἄρχων, ἐκέλευσε καλάμους ὀξεῖς γενέσθαι καὶ ἐμπαρῆναι κατὰ τῶν ὀνύχων αὐτοῦ. Καὶ ἀναβλέψας ὁ ἅγιος εἰς τὸν οὐρανόν, ῥᾳδίως τοὺς πόνους ὑπέφερε. Θεωρήσας δὲ ὁ ἄρχων ὅτι οὐκ ᾔσθετο τῶν βασάνων, ἐκέλευσεν ἀνοιγῆναι αὐτοῦ τὸ στόμα, καὶ μόλυβδον κοχλάζοντα ἐπιχεθῆναι. Ὁ δὲ μακάριος ἀθλητὴς τοῦ Χριστοῦ ἀναβλέψας εἰς τὸν οὐρανὸν προσηύξατο λέγων· εὐχαριστῶ σοι, Δέσποτα Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ, καὶ δέομαι, ἐλθὲ εἰς τὴν βοήθειάν μου, καὶ κούφισόν μου τῶν πόνων τούτων, καὶ μὴ συγχωρήσῃς με ἡττηθῆναι ὑπὸ τοῦ μιαροῦ ἄρχοντος τούτου· οἶδας γὰρ ὅτι διὰ τὸ ὄνομά σου τὸ ἅγιον ταῦτα πάσχω. Καὶ τελέσας τὴν εὐχὴν ἔκραξε τοῖς ἁγίοις λέγων· δέομαι ὑμῶν, δοῦλοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἐμοῦ πρὸς Χριστόν, δι᾽ ὃν ἀγωνίζομαι. Καὶ οἱ ἅγιοι, ὡς ἐξ ἑνὸς στόματος, εἶπον· ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ, καὶ ῥύσεταί σε ἐκ τοῦ μιαρωτάτου ἄρχοντος τούτου· ὅπως τελέσεις τὸν δρόμον σου ἐν Κυρίῳ. Καὶ ταῦτα εἰπόντων αὐτῶν, ἐψυχράνθη ὁ μόλυβδος, καὶ ἐγένετο εἰς οὐδέν.

Καὶ κραυγὴ ἐγένετο, τοῦ πλήθους μιᾷ φωνῇ λεγόντων· μέγας ὁ Θεὸς τῶν Χριστιανῶν· μέγας ὁ Θεὸς τῶν δούλων αὐτοῦ. Υἱὲ τοῦ Θεοῦ, σῶσον ἡμᾶς· πάντες γὰρ εἰς σὲ πιστεύομεν καὶ πρὸς σὲ καταφεύγομεν. Καὶ ὥρμησε πᾶς ὁ λαός, καὶ κατέστρεψαν τὸν βωμόν, καὶ τὸν ἄρχοντα ἐλίθασαν. Ὁ δὲ ἄρχων ἰδὼν τὴν ταραχήν, ἀναστὰς ὑπεχώρησε, φοβηθεὶς τὸν ὄχλον.

Τῇ δὲ αὔριον καθίσας πάλιν ἐπὶ τοῦ βήματος, ἐκέλευσε παραστῆναι τὸν ἅγιον. Ὡς δὲ παρέστη, πρὸς αὐτὸν ὁ ἄρχων, διατί, ἄθλιε, οὕτω μαίνει, εἰς ἄνθρωπον ἔχων τὰς ἐλπίδας σου, καὶ αὐτὸν σταυρωθέντα ὑπὸ Ἰουδαίων ὡς κακοῦργον; Ὁ δὲ ἅγιος τοῦ Χριστοῦ μάρτυς εἶπε· φιμώθητι καὶ μὴ ἀνοίξῃς τὰ μιαρά σου χείλη, ἐσκοτισμένε τῇ διανοίᾳ· ὁ γὰρ Δεσπότης μου Ἰησοῦς Χριστὸς ταῦτα ὑπέμεινε σῶσαι θέλων τὸ γένος τῶν ἀνθρώπων. Θυμωθεὶς δὲ ὁ ἄρχων ἐκέλευσε λέβητα πίσσης γεμισθῆναι, καὶ κοχλαζούσης τῆς πίσσης ἐμβληθῆναι τὸν ἅγιον κατακέφαλα. Ὁ δὲ ἅγιος τοῦ Χριστοῦ μάρτυς ποιήσας τὴν ἐν Χριστῷ σφραγῖδα ἐβλήθη ἐν τῷ λέβητι· ἄγγελος δὲ Κυρίου καταβὰς ἐξ οὐρανοῦ ἥψατο τοῦ λέβητος, καὶ εὐθέως διελύθη ὡσεὶ κηρὸς καὶ κατέκαυσε τῶν παρανόμων ἄνδρας ὡσεὶ πεντήκοντα.

Τότε ὁ ἄρχων φοβηθεὶς τὴν δύναμιν τοῦ Χριστοῦ, ἐθαύμασε τὴν ὑπομονὴν τοῦ μάρτυρος καὶ ἐκέλευσε ξίφει τὴν κεφαλὴν αὐτοῦ ἀποτμηθῆναι, εἰπών, τὸν τοῖς νόμοις τοῦ βασιλέως μὴ πειθόμενον, μήτε τῇ ἐμῇ κελεύσει πειθαρχήσαντα, τοῦτον κελεύει ἡ ἡμετέρα ἐξουσία κεφαλικὴν ὑπομεῖναι τιμωρίαν· οἱ δὲ δορυφόροι μετὰ πάσης σπουδῆς ἦραν αὐτὸν ἐκ τοῦ βήματος. Ὁ δὲ ἅγιος τοῦ Χριστοῦ μάρτυς παρεκάλεσε τοὺς δημίους τοῦ ἐνδοῦναι αὐτῷ στιγμὴν ὥρας, ὅπως προσεύξηται· καὶ στὰς κατὰ ἀνατολὰς προσηύξατο λέγων· Κύριε, ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐλθὲ εἰς τὴν βοήθειαν τοῦ δούλου σου, καὶ πρόσδεξαί μου τὴν ψυχὴν ἐν εἰρήνῃ. Μὴ ἐμποδίσῃ μοι ὁ μιαρὸς καὶ φονιώδης Δράκων· μὴ καταπλήξῃ με ἐν τῇ πονηρίᾳ αὐτοῦ· μὴ ἀπατήσῃ με ἐν τῇ ἀπάτῃ αὐτοῦ διὰ τὰς ἐν τῷ βίῳ τούτῳ γενομένας μοι ἁμαρτίας· ἀλλὰ συνανάπαυσόν με τῷ χορῷ τῶν ἁγίων σου μαρτύρων· καὶ τὸν λαόν σου ῥῦσαι ἐκ πάσης θλίψεως· ὅτι σοὶ πρέπει δόξα καὶ προσκύνησις εἰς τοὺς αἰῶνας. Ἀμήν. Καὶ πληρώσαντος αὐτοῦ τὴν εὐχήν, ἐκρούσθη ὑπὸ τοῦ σπεκουλάτορος, καὶ ἐξῆλθεν αἷμα καὶ γάλα, ὥστε πάντας ἀναβοήσαντας λέγειν· δόξα σοι, Ἰησοῦ Χριστέ, ὁ τοιαύτην χάριν παρασχὼν τοῖς ἀγαπῶσί σε. Καὶ ἐπίστευσαν τῷ Κυρίῳ ἄνδρες πολλοί.