Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν μάρτυρα Βονιφάτιον
Η ανεύρεση και η μετακομιδή του ιερού λειψάνου
Η αναζήτηση του μάρτυρα από τους συνδούλους του, η παραλαβή του ιερού λειψάνου, η μεταφορά του στη Ρώμη και η ανέγερση ευκτηρίου οίκου από την Αγλαΐδα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η ανεύρεση και η μετακομιδή του ιερού λειψάνου
Η αναζήτηση του μάρτυρα από τους συνδούλους του, η παραλαβή του ιερού λειψάνου, η μεταφορά του στη Ρώμη και η ανέγερση ευκτηρίου οίκου από την Αγλαΐδα.
Περιῆγον δὲ οἱ σύνδουλοι αὐτοῦ καὶ ἐζήτουν αὐτόν· καὶ μὴ εὑρόντες αὐτόν, ἤρξαντο λέγειν πρὸς ἀλλήλους· ἐκεῖνος ἄρτι ἐν πορνείῳ ἢ ἐν καπηλείῳ ἀνάκειται καὶ εὐφραίνεται, καὶ ἡμεῖς περιάγομεν καὶ ζητοῦμεν αὐτόν. Ἐν δὲ τῷ διαλογίζεσθαι αὐτοὺς ταῦτα, συνέβη ἀπαντῆσαι αὐτοῖς τὸν ἀδελφὸν τοῦ κομενταρισίου, καὶ λέγουσιν αὐτῷ· μὴ ἑώρακας ξένον τινὰ ἐνταῦθα; Ὁ δὲ λέγει αὐτοῖς· ἀνὴρ ξένος ἐμαρτύρησεν ὑπὲρ Χριστοῦ, καὶ ἀπετμήθη τὴν κεφαλήν. Οἱ δὲ λέγουσιν αὐτῷ· καὶ ποῦ ἐστιν; Ὁ δὲ εἶπεν· ἐν τῷ σταδίῳ. Καὶ λέγει αὐτοῖς· καὶ ποίας ἰδέας ἐστίν; Οἱ δὲ εἶπον πρὸς αὐτόν· κονδός, παχύς, ξανθὸς ταῖς θριξίν, ἀρμαλαῦσιν φορῶν. Εἶπε δὲ πρὸς αὐτούς· οὗτος ὃν ζητεῖτε παρ᾽ ἡμῖν ἐστιν· οὗτος ἐμαρτύρησεν. Οἱ δὲ εἶπον πρὸς αὐτόν· ὃν ζητοῦμεν, πόρνος ἐστὶ καὶ μέθυσος, καὶ εἰσμαρτυρῆσαι οὐ ποιεῖ.
Εἶπε δὲ αὐτοῖς ὁ ἀδελφὸς τοῦ κομενταρισίου· τί γὰρ ὑμᾶς ἀδικήσῃ ἐλθεῖν ἕως τοῦ σταδίου καὶ θεάσασθαι αὐτόν; Ἀκούσαντες δὲ αὐτοῦ, ἠκολούθησαν αὐτῷ ἕως τοῦ σταδίου, καὶ ἔδειξεν αὐτοῖς τὸ σῶμα αὐτοῦ κείμενον. Λέγουσι δὲ αὐτῷ οἱ παῖδες· δεόμεθά σου δεῖξον ἡμῖν καὶ τὴν κεφαλὴν αὐτοῦ. Καὶ ἀπελθὼν ἤνεγκεν αὐτοῖς καὶ τὴν κεφαλὴν τοῦ μάρτυρος.
Ἰδοῦσα δὲ ἡ ὄψις τοῦ ἁγίου τοὺς συνδούλους αὐτοῦ, προσεμειδίασεν ἐπ᾽ αὐτοὺς ἐν Πνεύματι Ἁγίῳ· καὶ ἐπιγνόντες αὐτὸν οἱ παῖδες, ἔκλαυσαν πικρῶς λέγοντες· μὴ μνησθῇς ἡμῶν εἰς ἁμαρτίαν, ὅσα κατελαλήσαμέν σου, δοῦλε τοῦ Χριστοῦ. Καὶ λέγουσι τῷ ταξεώτῃ· οὗτός ἐστιν ὃν ζητοῦμεν· ἀλλὰ δεόμεθά σου, δώρησαι ἡμῖν αὐτόν. Λέγει αὐτοῖς ὁ ταξεώτης· ὑμῖν δωρεὰν τὸ λείψανον ἀπολῦσαι οὐ δύναμαι.
Καὶ δεδωκότες αὐτῷ χρυσίον ἱκανόν, ἔλαβον τὸ λείψανον τοῦ ἁγίου μάρτυρος Βονιφατίου, καὶ μυρίσαντες αὐτὸ μύροις, καὶ ἐνδύσαντες ὀθονίοις, κατέθεντο ἐν ἑνὶ τῶν σεντουκίων, καὶ ὥδευον τὴν ὁδὸν αὐτῶν χαίροντες καὶ δοξάζοντες τὸν Θεὸν ἐπὶ τῇ τελειώσει τοῦ ἁγίου μάρτυρος.
Ἄγγελος δὲ Κυρίου ὤφθη τῇ κυρίᾳ αὐτοῦ λέγων· δέξαι τὸν ποτέ σου δοῦλον, νυνὶ δὲ μάρτυρα Χριστοῦ καὶ ἡμέτερον ἀδελφὸν καὶ συλλειτουργόν· δέξαι ὡς δεσπότην καὶ ἀνάπαυσον αὐτὸν καλῶς· δι᾽ αὐτοῦ γὰρ πᾶσαι αἱ ἁμαρτίαι σου συγχωρηθήσονται.
Καὶ ἀναστᾶσα ἡ Ἀγλαῒς σύντρομος, παραλαβοῦσα κληρικοὺς εὐλαβεῖς, μετὰ λιτανειῶν καὶ κηρῶν ἀπήρτησε τὸ ἅγιον λείψανον καὶ ἀπέθετο ὡς ἀπὸ σταδίων πεντήκοντα τῆς πόλεως Ῥώμης, εὐκτήριον οἶκον οἰκοδομήσασα, ἄξιον τῆς ἀθλήσεως αὐτοῦ, ἐν ᾧ ἕως τῆς σήμερον δαίμονες ἀπελαύνονται καὶ πᾶσα νόσος φυγαδεύεται πρεσβείαις τοῦ ἁγίου μάρτυρος Βονιφατίου.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.