Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν μέγαν Βασίλειον

Ἐφραίμ ὁ Σύρος

Θεία κλήση και προσωπική συνάντηση με τον ιεράρχη

Παραλληλισμός του Αγίου Βασιλείου με το σκεύος εκλογής του Αποστόλου Πέτρου, η θεία καθοδήγηση του Οσίου Εφραίμ στον ναό και ο πνευματικός διάλογος μεταξύ των δύο ανδρών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 5

Καὶ τί δεῖ πολλὰ λέγειν περὶ τούτου τοῦ κριοῦ, ὅπου ὅλος γέγονε σκεῦος κατηρτισμένον· σκεῦος οὐχ ὡς ἔτυχεν, ἀλλ᾽ οἷον Πέτρος εἶδε τέσσαρσιν ἀρχαῖς οὐρανόθεν καθιέμενον; Ἀλλ᾽ ἐκεῖνο πρὸς τὴν γῆν τὴν κάθοδον ἐσχηκός, πετεινὰ ἐπέδειξεν ἔχειν καὶ τετράποδα· Βασίλειος δὲ πρὸς οὐρανὸν τὴν ἄνοδον εὑρηκώς, λόγια ἡμῖν ἀπέδειξε κλεινὰ καὶ παράδοξα. Κἀκεῖνο μὲν τὸ σκεῦος πρὸς βραχὺ ὤφθη καὶ ἀνεσπάσθη τὸ εἶδος αὐτοῦ ἑνὶ μόνῳ ἀποκαλύψαν· οὗτος δὲ χρόνους πολλοὺς εἰς ὕψος ἐπαιρόμενος, τὴν χάριν τοῦ Πνεύματος πολλοῖς ἐχορήγησε. Δι᾽ ἐκεῖνο ὁ Πέτρος οὐρανόθεν ἤκουσεν· ἃ ἐγὼ ἐκαθάρισα, καὶ αὐτὸς μετάλαβε· καὶ περὶ τούτου ἐλέχθη τοῖς πᾶσιν· ὃν ἐγὼ ἡγίασα, καὶ ὑμεῖς τιμήσατε.

Τίς οὖν μὴ ἐπαινέσειεν, ὃν ὁ Πατὴρ ἐδόξασεν; Ἢ τίς μὴ τιμήσειεν, ὃν ὁ Υἱὸς ἡγίασε; Τίς δὲ μὴ μακαρίσειεν, ὃν ἐμακάρισε τὸ σοφὸν καὶ νοερὸν καὶ σεβάσμιον Πνεῦμα; Βαβαί, πῶς ηὐδόκησεν ἡ βουλὴ τοῦ Κρείττονος ἐνοικῆσαι ἐν αὐτῷ καὶ ἐμπεριπατῆσαι!

Ἐπαναπαύομαι γάρ, εἶπεν ὁ Θεός, ἐπὶ τὸν πρᾷον καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους. Οὕτως αὐτοῦ ἡ χάρις τὸν νοῦν ἐπλημμύρισεν, ἐκεῖνα τὰ σεμνὰ καὶ ἀέναα ῥεῖθρα, ὡς καὶ τοὺς μολυνθέντας ἐν τοῖς παραπτώμασιν αὐτῶν δεῖξαι εὐσχημονοῦντας, ὡς καὶ τοὺς βαπτισθέντας.

Ἵνα οὖν ὁ Κύριος σπλαγχνισθῇ καὶ ἐπ᾽ ἐμέ, προφάσεως συμβάσης ἐλεῶν ἔν τινι πόλει, ἐκεῖσε ἀκήκοα φωνῆς λεγούσης πρός με· ἀνάστηθι, Ἐφραΐμ, καὶ φάγε νοήματα. Καὶ ἀποκριθεὶς εἶπον ἐν πολλῇ ἀγωνίᾳ· πόθεν ἐγώ, Κύριε, φάγωμαι; Καὶ εἶπε πρός με· ἰδοὺ ἐν τῷ οἴκῳ μου τὸ βασιλικὸν σκεῦος χορηγήσει σοι τὴν βρῶσιν.

Θαυμάσας δὲ μεγάλως ἐπὶ τοῖς λεγομένοις, ἀναστὰς κατέλαβον τὸν ναὸν τοῦ Ὑψίστου, καὶ ἠρέμα ἐπιβὰς ἐπὶ τὸ προαύλιον, καὶ προκύψας τῷ πόθῳ ἐπὶ τὰ προπύλαια, εἶδον εἰς τὰ ἅγια τῶν ἁγίων τὸ σκεῦος τῆς ἐκλογῆς λαμπρῶς τετανυμένον ἔμπροσθεν τοῦ ποιμνίου, λόγοις θεοπρεπέσιν 〈ὅλον〉 πεποικιλμένον, καὶ πάντων τοὺς ὀφθαλμοὺς αὐτῷ ἀτενίζοντας. Εἶδον τὸν λαὸν παρ᾽ αὐτοῦ πνεύματι τρεφόμενον, καὶ χήραν καὶ ὀρφανὸν μᾶλλον ἐλεούμενον. Εἶδον ἐκεῖ πρὸς αὐτὸν δάκρυα ποταμηδὸν ῥέοντα, καὶ τὸν πόκον τῆς ζωῆς 〈τοῖς〉 πᾶσι χρυσαυγοῦντα, αὐτόν τε τὸν ποιμένα τοῖς πτεροῖς τοῦ πνεύματος ἀνάγοντα δεήσεις καὶ κατάγοντα ῥήσεις. Εἶδον παρ᾽ αὐτοῦ τὴν Ἐκκλησίαν κεκαλλωπισμένην, καὶ τὴν ἠγαπημένην κατακεκοσμημένην.

Εἶδον Παύλου 〈δόγματα, Προφητῶν〉 διδάγματα, Εὐαγγελίων νόμον καὶ μυστηρίων φόβον. Εἶδον ἐκεῖ τὸν χρηστὸν καὶ σωτήριον λόγον πρὸς αὐτὸν τὸν οὐρανὸν πιστῶς κορυφούμενον, καὶ ἁπαξαπλῶς ὅλον τὸν σύλλογον ἐκεῖνον ταῖς αὐγαῖς τῆς χάριτος ἐναγλαϊζόμενον. Τούτων δὲ πάντων οὕτως εὐσεβῶς ἀκμαζόντων ἐκ τοῦ ἐκλεκτοῦ σκεύους τῆς βασιλείας, ἀνύμνησα τὸν σοφὸν καὶ ἀγαθὸν Κύριον, τὸν οὕτω δοξάζοντα τοὺς δοξάζοντας αὐτόν.

Μετὰ δὲ τὸ ἀκροατήριον ἐκ Πνεύματος Ἁγίου ἐγνώσθη τῷ ἀνδρὶ περὶ ἐμοῦ, καὶ μεταστειλάμενος τὴν ἐμὴν εὐτέλειαν, διὰ τοῦ ἑρμηνέως ἐπυνθάνετο λέγων μοι· σὺ εἶ Ἐφραῒμ ὁ κλίνας καλῶς τὸν αὐχένα καὶ ἀράμενος τὸν ζυγὸν τοῦ σωτηρίου λόγου; Καὶ ἀποκριθεὶς εἶπον· ἐγώ εἰμι Ἐφραῒμ ὁ ὑστερήσας ἑαυτὸν τοῦ οὐρανίου δρόμου. Ἐπιλαβόμενος δέ μου ὁ θεσπέσιος οὗτος, ἐκύρωσεν εἰς ἐμὲ τὸ ἅγιον αὐτοῦ φίλημα· παραθείς τε τράπεζαν ἐκ τῶν ἐδωδιαίων τῆς σοφῆς καὶ ἁγίας καὶ πιστῆς αὐτοῦ ψυχῆς, οὐ κεκαρυμένην φθαρτοῖς ἐδέσμασιν, ἀλλὰ [τὴν] πεπλησμένην ἀφθάρτοις νοήμασι, ποίαις γὰρ εὐπραγίαις δυνάμεθα, ἔλεγεν, ἐξιλεώσασθαι καλῶς τὸν Κύριον ἐφ᾽ ἡμᾶς· πῶς τῶν ἁμαρτημάτων εἵρξομεν τὰς ἐφόδους, καὶ πῶς τῶν παθημάτων κλείσομεν τὰς εἰσόδους· πῶς τὴν ἀποστολικὴν κτησόμεθα ἀρετήν, καὶ πῶς δυσωπήσομεν τὸν ἀδέκαστον Κριτήν. Καὶ θρηνήσας 〈ἐμαυτὸν〉 ἐβόησα καὶ εἶπον· αὐτός, πάτερ, φρούρησον τὸν χαῦνον καὶ ῥᾴθυμον· αὐτὸς ἐπὶ τὴν ὀρθὴν τρίβον κατεύθυνόν με· αὐτὸς τὴν λιθώδη μου καρδίαν κατάνυξον· πρὸς σὲ γὰρ ἀπέρριψέ με ὁ τῶν πνευμάτων Θεός, ἵνα μου ἰατρεύσῃς τὴν ψυχήν. Αὐτός μου κατεύνασον τὴν ὁλκάδα τῆς ψυχῆς ἐπὶ ὕδατος ἀναπαύσεως.

Καὶ σκόπει μοι τοῦ καλοῦ διδασκάλου τὴν σπουδήν, πόθεν ἐπεδράξατό μου τῆς ἀρετῆς τὸν τύπον. Συνέσχεν, ὡς εἰπεῖν, τὴν ῥάβδον τοῦ σώματος, καὶ ἐκτίλας τὸ ἦθος τῶν ἀλογίστων παθῶν, ἦρέ μου τὰς λεπίδας, τὴν φθίσιν τῶν ὀφθαλμῶν· καὶ ὑποσύρας τὸ χλωρὸν καὶ ἄωρον τοῦ λόγου, ἔλαβέ με τῷ ζήλῳ, καὶ κατεπόντισέ με εἰς τὰ ποντιστήρια τῶν αὑτοῦ διδαγμάτων. Τότε ἐνεκίσσησεν ἡ γαστήρ μου φρόνησιν, τεκεῖν τεσσαράκοντα Μαρτύρων τὸν ἔπαινον· πάντα γὰρ τὸν τρόπον τῆς καρτερίας αὐτῶν ἠγχίστευσε ταῖς ἐμαῖς ἀκοαῖς ὁ γενναῖος· ὅτι πῶς προείλαντο ὑπὲρ Χριστοῦ ἀποθανεῖν, καὶ πόσων ὑπερεῖδον κινδύνων, ἵνα αὐτὸν κερδάνωσι, καὶ πόσοι τὸν ἀριθμὸν ὑπῆρχον οἱ Ἅγιοι· καὶ τὰ λοιπὰ ἔλεγε τῆς εὐσεβείας αὐτῶν.