Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν μέγαν Βασίλειον

Ἐφραίμ ὁ Σύρος

Οι αγώνες υπέρ της Ορθοδοξίας και ο παραλληλισμός με τους Μάρτυρες

Η σταθερότητα του Αγίου Βασιλείου απέναντι στις αιρέσεις και τις διώξεις, και η σύγκριση της ομολογίας του με τους αγώνες των Αγίων Μαρτύρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 5

Ἐπειδὴ οὖν πρὸς τοιαύτην λαμπρὰν ἐργασίαν κατηξίωσεν ἡμᾶς ὁ πιστὸς ἀρχιερεύς, τούτων τῶν τροπαιούχων καλλινίκων ἀνδρῶν ἐν ἑτέρᾳ ἐκφράσει ἀφέντες τοὺς ἐπαίνους, τοῦτον μακαρίσωμεν, τὸν ὅσιον τοῦ Χριστοῦ, τὸν ὁμόζηλον αὐτῶν καὶ ὁμότιμον ἄνδρα. Ὥσπερ γὰρ οἱ Ἅγιοι ἀνδρείως ἀντέστησαν Λικινίῳ τῷ τυράννῳ καὶ τῷ Δουκὶ τῷ ἡγεμόνι, οὕτω καὶ ὁ Ὅσιος ἀντιπαρετάξατο Οὐάλεντι καὶ Ἀρείῳ καὶ τῷ θρασεῖ ἐπάρχῳ. Ἀλλ᾽ ἐκεῖνοι ἀκάνθας τῆς πλάνης ἀνέσπασαν, καὶ οὗτος αἱρετικῆς μανίας τοὺς τριβόλους. Ἐκεῖνοι τὰ σκάμματα Λικινίου ἔλυσαν, καὶ οὗτος τὰ προστάγματα Οὐάλεντος κατέλυσεν. Ἐκεῖνοι τὰς προστάξεις τοῦ Δουκὸς κατέλυσαν, καὶ οὗτος τὰς προβλήσεις Ἀρείου κατῄσχυνεν. Ἐκεῖνοι τοῦ ἡγεμόνος τὸ θράσος ἔλυσαν, καὶ οὗτος τὴν τοῦ ἐπάρχου Μοδέστου μανίαν ἐξέκλασε.

Τούτων γὰρ τῇ ἀθλήσει κεντρωθείς, ὥσπερ Φινεές, γλώσσας ἐξεκέντησεν ἐκ Θεοῦ πορνευσάσας. Ὅθεν καὶ μάλα σφοδρῶς ἐπεθύμει πιεῖν τὸ ποτήριον, καὶ στῆσαι τρόπαιον διὰ τοῦ μαρτυρίου ἔσπευδεν. Οἱ Μάρτυρες ἕνεκα τῆς εἰς Χριστὸν πίστεως, πᾶσαν ὁμοῦ τὴν θλῖψιν ἐν ἑαυτοῖς φέροντες γενναίως ὑπέμειναν· Βασίλειος δὲ ἕνεκεν τῆς εἰς Χριστὸν ἐλπίδος τὰς νιφάδας τῶν πειρασμῶν ἀνδρείως ὑπήνεγκεν.

Ἐκεῖνοι τοὺς χιτῶνας αὐτῶν ἐξεδύσαντο, καὶ τὰ μέλη ἔδωκαν τοῖς αἰκισμοῖς· καὶ οὗτος τὸ ῥάκιον τὸ περὶ αὐχένα καὶ τὸ σῶμα ἔσπευδε προαποδύσασθαι. Ἐκεῖνοι ἐν τῇ λίμνῃ τὸν ἐν τῇ ἀσεβείᾳ πεπλανημένον πρὸς ἑαυτοὺς εἵλκυσαν καὶ δόξης ἠξίωσαν· οὗτος δὲ ἐν κολυμβήθρᾳ βαπτίζων τοὺς ἀπίστους, πρόξενος ἐγένετο αὐτοῖς τῆς οὐρανῶν βασιλείας. Ἐκεῖνοι ἐν ὕδασι πυρωθέντες τῷ πόθῳ, τὸ φῶς σὺν τοῖς στεφάνοις εἶδον ὑπὲρ τῆς κεφαλῆς· καὶ οὗτος ἐν δόγμασι τῆς Ἁγίας Τριάδος ἐκκαυθείς, τὰ βραβεῖα ἔλαβε κατὰ τῶν κακοδόξων.

Πόσα ἐμηχανήσατο ὁ πονηρὸς Βελίαρ χωρίσαι Βασίλειον τῆς ἄνω βασιλείας! Ἠρέθισε βασιλεῖς, ἄρχοντας καὶ δήμους, καὶ Βασίλειος βάσις ἐγένετο τῶν πιστῶν. Ἐξηγρίωσε πάσας τὰς καταιγίδας αὐτοῦ, καὶ τὸν σοφὸν ἔμπορον οὐδὲ ὅλως ἐτάραξεν.

Ἐπήνεγκε τὴν ζάλην διὰ τῶν ἰδίων ὑπουργῶν, τῶν αἱρέσεων, καὶ ἡ τοῦ κυβερνήτου τέχνη πλέον ἐδείκνυτο. Ἤγειρε τρικυμίας κατὰ τῆς Ἐκκλησίας, καὶ τὴν ναῦν τῆς πίστεως Βασιλείου ποντῶσαι οὐκ ἠδυνήθη. Ἐπολέμησεν αὐτὸν αἱρετικοῖς ῥήμασι, καὶ εὐθέως ἐβάλλετο θεολόγοις δόγμασι. Καθώπλισε κατ᾽ αὐτοῦ Ἄρειον, ὥσπερ τὸν Γολιάθ, καὶ ἐσφενδονίζετο παρ᾽ αὐτοῦ τρισὶ λίθοις τῆς πίστεως. Προσέρρηξε τῷ πύργῳ αὐτοῦ κακοδόξοις ἀνέμοις—ἄνεμοι γὰρ ὑπῆρχον οἱ λόγοι τῶν ἀσεβῶν—καὶ τοῦτον οὐκ ἔπεισαν· ὠχύρωτο γὰρ τρισὶν ἀναλώτοις τείχεσι τῆς ἀχράντου Τριάδος. Ἐξέπεμψε τὰ βέλη τῆς πολυθεΐας, καὶ εὐθέως ἐτροποῦτο διὰ τῆς μοναρχίας. Ἤρχοντο παρεμβολαὶ κυνῶν ὑλακτούντων, καὶ τῇ ῥάβδῳ τοῦ σταυροῦ ἐτραυμάτιζεν αὐτούς. Ἐνεδύοντο πάλιν οἱ λύκοι τὴν δορὰν τῶν προβάτων, καὶ παραυτὰ ἤλεγχε τὴν τούτων ὑπόκρισιν. Ἔσπευδε ταράξαι τὸ ἄδικον, καὶ εὐθέως ἡττᾶτο τῇ δικαιοσύνῃ τοῦ ἀνδρός. Ἤριζον οἱ ἄπιστοι μιμήσασθαι τὴν πίστιν καὶ διδασκαλίαν αὐτοῦ, καὶ εὐθέως ἀνεκηρύττετο ἡ κακόπιστος αὐτῶν καὶ ἀνοσία γνώμη.