Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν μέγαν Βασίλειον
Θαύματα και σύγκρουση με την αυτοκρατορική εξουσία
Η προσωρινή θεραπεία του υιού του αυτοκράτορα Ουάλη και η ματαίωση της απόφασης εξορίας του Αγίου μέσω της θαυματουργικής θραύσης των καλάμων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Θαύματα και σύγκρουση με την αυτοκρατορική εξουσία
Η προσωρινή θεραπεία του υιού του αυτοκράτορα Ουάλη και η ματαίωση της απόφασης εξορίας του Αγίου μέσω της θαυματουργικής θραύσης των καλάμων.
Ἐθώπευον ἔχειν τὴν παρρησίαν αὐτοῦ, καὶ εὐθέως ἐδηλοῦτο ἡ ἀφροσύνη αὐτῶν. Ἐπειδὴ γὰρ ἴσασι καὶ οἱ ὑπεναντίοι αἰδεῖσθαί τε καὶ τιμᾶν ἀρετὴν καὶ ἀνδρείαν, ἐν δεινῷ πάθει ὄντος τοῦ τέκνου τοῦ τυράννου, ἐδέοντο τοῦ ἀνδρὸς εὔχεσθαι ὑπὲρ αὐτοῦ· τοῦ δὲ προτείναντος, ὅτι ἐάν μοι αὐτὸν δῷς, ἵνα προσάξω τῇ ἀμωμήτῳ πίστει, καὶ ἀπαλλάξω αὐτὸν πάσης δυσσεβείας τῶν Ἀρείου μαθημάτων· κἀκείνου συνθεμένου, εὐθέως Βασίλειος μεσίτης ἐγένετο βασιλεῖ ἐπιγείῳ πρὸς τὸν οὐράνιον· προσεκόμιζε τὴν ὑπόσχεσιν τοῦ ἀνδρός, καὶ ἐκόμιζεν αὐτῷ τὴν ῥῶσιν τοῦ παιδός.
Ὡς δὲ εἶδον οἱ ὄφεις σεσωσμένον τὸν παῖδα, πάλιν ὑπέφθειραν τοῦ κούφου βασιλέως τὴν βουλήν, καὶ τὸν υἱὸν αὐτοῦ λαβόντες ἐβάπτισαν ὕδατι, οὐ μέντοιγε Πνεύματι. Ἐδίδασκον ἀθετεῖν τὸν Υἱὸν τοῦ Θεοῦ. Ἔξω περιβάλλοντες καὶ ἔσω ἐκδύοντες· ἔξω Χριστὸν ἐνδύει, καὶ ἔσω περισχίζει. Διὸ καὶ μετ᾽ οὐ πολὺ ἀντανεῖλε τὸ πνεῦμα τοῦ δειλαίου, κηρύττων τὴν ἀχάριστον αὐτῶν γνώμην.
Ταῦτα τῶν Ἠλιοὺ θαυμάτων οὐ δεύτερα, καὶ τῶν Ἐλισσαίου σημείων οὐκ ἐλάττονα. Ὥσπερ ἐκεῖνοι τοὺς θανόντας ἐπανήγαγον ζῶντας, οὕτω καὶ ὁ πιστὸς Βασίλειος τῇ εὐχῇ τὸν μέλλοντα 〈θανεῖν〉 παῖδα ἀνήρπασε θανάτου. Ἀλλ᾽ ὥσπερ πάλιν ὁ Πέτρος [τοὺς περὶ] Ἀνανίαν καὶ Σάπφειραν κλέψαντας ἐνέκρωσεν, οὕτω καὶ Βασίλειος, τόπον Πέτρου ἐπέχων, ἅμα καὶ τῆς ἐκείνου παρρησίας μετέχων, τὸν κλέψαντα τὴν ἑαυτοῦ ὑπόσχεσιν Οὐάλεντα ἤλεγξε, καὶ τὸν υἱὸν αὐτοῦ ἐθανάτωσεν. Ἐντεῦθεν ἀθυμία καὶ ἀπορία πολλὴ συνέσχε τοὺς ἀθλίους καὶ τὸν ἄπιστον ἐκεῖνον βασιλέα.
Καὶ τίς ἀξίως διηγήσεται τοὺς ὄμβρους τῶν θαυμάτων, οὓς ἔδειξεν ὁ μακάριος καὶ πιστὸς Βασίλειος δι᾽ αὐτῶν τῶν πραγμάτων; Ἐπεὶ οὖν ἀδυνάτως ἔχομεν πρὸς τὴν ἐξήγησιν τῶν τοσούτων τοῦ ἀνδρὸς κατορθωμάτων εἰπεῖν, πάντα δραμόντες, ἓν δὲ φράσαντες, δείξωμεν πῶς καὶ τὰ ἀναίσθητα συνεμάχουν τῷ ἀνδρί. Ἐπειδὴ γὰρ ἅπαντα τρόπον τὰ γεννήματα τῶν ἐχιδνῶν ἐκίνουν ἀνελεῖν τὸν δίκαιον, βαλλόμενοι συνεχῶς τοῖς ἐκείνου ῥήμασιν, ἅμα τε καὶ θαύμασι, καθάπερ βέλεσι, προσῆλθον αἰτούμενοι ἀναρπασθῆναι αὐτὸν καὶ περιορισθῆναι· βαρὺς γάρ ἐστιν ἡμῖν, φησί, καὶ βλεπόμενος· καὶ γὰρ ἐναντιοῦται σφόδρα τοῖς λόγοις ἡμῖν· διὸ τῶν ἀδυνάτων ὑπάρχει, ὦ βασιλεῦ, προβῆναι τὴν πίστιν τὴν καθ᾽ ἡμᾶς, τούτου παρόντος.
Ὑπαχθεὶς δὲ τοῖς λόγοις αὐτῶν ὁ βασιλεύς, ἔλαβεν ἐξορισθῆναι αὐτόν· ὁ δὲ κάλαμος εὐθύς, μὴ φέρων ὑπουργῆσαι τῇ παρανόμῳ βουλῇ, ἑαυτὸν συνέτριψε, παιδεύων τὸν ἄφρονα, ὅτι οἷον τόλμημα βούλεται ἐργάσασθαι εἰς τὸν δοῦλον τοῦ Χριστοῦ, τὸν μίαν θεότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος κηρύττοντα, καὶ τοὺς κατατομὴν φρονοῦντας ἢ λέγοντας ὡς κύνας λυττῶντας διελέγχοντα. Ὡς δὲ οὐκ ᾐσθάνετο ὁ ἀναισθητότερος τοῦ ἀψύχου καλάμου, υἱὸς ὢν τῆς πλάνης, καὶ δεύτερον ἔλαβε πρὸς τὸ καθυπογράψαι καὶ εἰς πέρας ἀγαγεῖν τὴν πονηρὰν αὐτοῦ βούλησιν. Ἔβλεπε δὲ καὶ τοῦτον κλανόμενον καὶ μὴ ἀνεχόμενον κοινωνῆσαι τῷ κακῷ, ᾧ ἔσπευδε ποιῆσαι. Τί σπεύδεις, ὦ βασιλεῦ, ἐν ἀλλοδαπῇ ἐκπέμψαι τὸν ἔχοντα ἔνοικον τὸν τὰ πάντα πληροῦντα; Τί ἀναλίσκειν βούλει τὸν πάντη ἀνάλωτον; Τί πόλεως ἐλαύνεις τὸν οὐρανοπολίτην; Ἐὰν γὰρ καὶ τρίτον λάβῃς κάλαμον, ὄψει συντριβόμενον καὶ μὴ ἀνεχόμενον, μηδὲ συμπράττοντά σοι. Ὅπερ δὴ καὶ γέγονε.
Τότε σαφῶς ἡ νίκη πᾶσιν ἀνεκηρύχθη, καὶ τὸ λαμπρὸν τρόπαιον τοῦ ἀκαταγωνίστου. Τρεῖς κάλαμοι γεγόνασι συνήγοροι τοῦ τὴν ὁμοούσιον κηρύττοντος Τριάδα. Ἡ χεὶρ τὴν ἀπόφασιν ἐξενεγκεῖν ἔσπευδε, καὶ κάλαμοι ταύτην ἄδικον ἀπεφήναντο. Ἡ χεὶρ ψῆφον πονηρὰν δοῦναι κατεπείγετο, καὶ κάλαμοι ἐπεῖχον τὴν σπουδὴν τὴν ματαίαν. Καὶ καθάπερ ἡ ῥάβδος Μωυσέως κατῄσχυνε πάντας τοὺς ἐπαοιδοὺς καὶ τοὺς λοιποὺς φαρμακοὺς Αἰγύπτου, οὕτω καὶ οἱ κάλαμοι εὐθέως κατήργησαν τὴν βουλὴν τῶν ἀσεβῶν καὶ τῶν υἱῶν τοῦ σκότους.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.