Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν μέγαν Βασίλειον

Ἐφραίμ ὁ Σύρος

Τελικό εγκώμιο και ικετήριος επίλογος

Πνευματικός έπαινος και σύγκριση του Αγίου με προφήτες και αποστόλους των Γραφών, που καταλήγει σε ικετήρια προσευχή και τριαδική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 5

Πῶς σε μακαρίσωμεν, ὦ πάτερ Βασίλειε, ὁ τῷ κέντρῳ 〈τῆς ἀληθείας〉 τὴν πλάνην νύττων καὶ ἀπελαύνων· ὁ ἀπαίρων συνετῶς ἅμα ταῖς μελίτταις, καὶ σκηνῶν εἰς λειμῶνα τῶν θεοπνεύστων Γραφῶν, κἀκεῖθεν ἡμῖν ἀνθολογῶν ἄνθη προφητικά, δρόσον ἀποστολικήν, ζωὴν εὐαγγελικήν· ὁ ἀεὶ ἐνιζάνων τοῖς σίμβλοις τῶν ἀρετῶν καὶ ἐξ αὐτῶν τὴν θείαν ἡμῖν ποιούμενος πρόπολιν· ὁ τὸ μέλι τῆς θείας καὶ ἀμωμήτου πίστεως σοφῶς ἐργασάμενος ἐν Πνεύματι Ἁγίῳ· ὁ τῶν πονηρῶν σφηκῶν καταφρονεῖν διδάσκων ἡμᾶς καὶ τὴν πτῆσιν ποιεῖσθαι εἰς αὐτὸν τὸν οὐρανόν· ὁ βοήσας ὡς Δαυΐδ, γλυκέα τὰ λόγιά σου τῷ λάρυγγί μου εἰσίν, ὑπὲρ μέλι τῷ στόματί μου!

Ὦ πιστὲ Βασίλειε, ὡς Ἄβελ προσεδέχθης, 〈ὡς Ἐνὼχ μετετέθης〉, ὡς Νῶε διεσώθης, ὡς Ἀβραὰμ φίλος Θεοῦ ἐκλήθης, ὡς Ἰσαὰκ θυσία τῷ Θεῷ προσηνέχθης, ὡς Ἰακὼβ πειρασμοὺς γενναίως ὑπέμεινας, καὶ καθὼς Ἰωσὴφ μεγάλως ἐδοξάσθης.

Ὡς Μωυσῆς τὸν δεύτερον Φαραὼ ἐβύθισας τῇ ῥάβδῳ τοῦ σταυροῦ, θάλασσαν παθῶν τεμών, ὡς Ἀαρὼν Κυρίου ἀρχιερεὺς ἀνεδείχθης, ὡς Ἰησοῦς ὁ τοῦ Ναυῆ τοὺς ἐχθροὺς ἐτροπώσω, ὡς Φινεὲς ζηλώσας χάριτος ἠξιώθης. 〈Ὡς Σαμουὴλ ὑψώθης, ὡς Δαυῒδ ἐφυλάχθης, ὡς Ἠλίας ἡρπάγης, ὡς Ἐλισσαῖος διπλῆς χάριτος ἠξιώθης〉.

Ὡς Ἠσαΐας πυρὶ νοητῷ ἐκαθαρίσθης 〈καὶ ὡς Ἱερεμίας ἐκ γαστρὸς ἡγιάσθης〉. Ὡς Ἰεζεκιὴλ τὸν ἐπὶ τῶν Χερουβεὶμ καθήμενον ἐθεώρησας, ὡς Δανιὴλ στόματα λεόντων ἐφίμωσας, καὶ ὥσπερ οἱ τρεῖς Παῖδες τῶν ἐναντίων τὴν φλόγα καλῶς κατεπάτησας.

Ὡς Πέτρος ἐκήρυξας, ὡς Παῦλος ἐδίδαξας, ὡς Θωμᾶς τὸν παθόντα Θεὸν ὡμολόγησας. Ὡς Ματθαῖος καὶ Μᾶρκος καὶ Λουκᾶς καὶ Ἰωάννης, σὺ ἐθεολόγησας· καὶ ὡς οἱ Ἀπόστολοι ἀνόμους ἐδίδαξας, ἀσεβεῖς ἐπέστρεψας, Θεῷ εὐηρέστησας.

Πρέσβευε ὑπὲρ ἐμοῦ τοῦ σφόδρα ἐλεεινοῦ, καὶ ἀνακάλεσαί με ταῖς πρεσβείαις σου, πάτερ· ὁ ἀνδρεῖος τὸν χαῦνον, ὁ σπουδαῖος τὸν ὀκνηρόν, ὁ πρόθυμος τὸν ῥᾴθυμον, ὁ σοφὸς τὸν ἄφρονα· ὁ θησαυρίσας σεαυτῷ θησαυρὸν ἀρετῶν, ἐμὲ τὸν ἀκτήμονα παντὸς κατορθώματος· σὲ γὰρ ἐμεγάλυνεν ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ σὲ ἐμακάρισεν ὁ Υἱὸς τοῦ Θεοῦ· σὲ ναὸν ἅγιον ἀνεκαίνισε τὸ Πνεῦμα τὸ Ἅγιον· ᾧ πρέπει δόξα, κράτος, μεγαλοπρέπεια, εἰς τοὺς αἰῶνας. Ἀμήν.