Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν πάγκαλον Ἰωσήφ

Ἐφραίμ ὁ Σύρος

Ο φθόνος των αδελφών και η πώληση του Ιωσήφ

Εξιστορείται η ενάρετη ζωή του Ιωσήφ, η οποία προκαλεί τον φθόνο των αδελφών του. Περιγράφεται η επίθεσή τους, η ρίψη του σε λάκκο, η ικεσία του και η τελική πώλησή του σε διερχόμενους Ισμαηλίτες εμπόρους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 8

Οἴδατε πῶς ἀκριβῶς γέγονεν ὁ Ἰωσὴφ τύπος ἀληθινὸς τοῦ ἰδίου Δεσπότου, ἐπειδὴ ἡ ἀρετὴ αὐτοῦ ἐξήνθησεν ἐκ νεαρᾶς ἡλικίας ἑκουσίᾳ τῇ γνώμῃ. Ἀρχὴν λοιπὸν λαβόντες ἥξομεν ἐξηγεῖσθαι τὰς τοῦ ὁσίου παιδὸς ἀρετὰς ἐκφράσαντες. Οὗτος ὁ μακάριος ἑπτακαίδεκα ἔτη χρόνον διέτριψεν ἐν οἰκίᾳ πατρικῇ, προκόπτων καθ᾽ ἑκάστην εἰς τὸν φόβον τοῦ Θεοῦ καὶ καλῇ καταστάσει καὶ τιμῇ τῶν γονέων. Βλέπων δὲ ἀτοπίαν εἰς τοὺς ἀδελφοὺς αὐτοῦ, ἀνήγγειλε τῷ πατρὶ αὐτοῦ βραχύ τι ἐκ τῶν πολλῶν· ἀληθῶς γὰρ ἀρετὴ οὐ δύναται συμφυῆναι μετὰ τῆς ἀδικίας· ἄτοπον γὰρ τυγχάνει. Τούτου γὰρ χάριν ἐκεῖνοι ἐμίσουν τὸν Ἰωσήφ, ἐπειδὴ ἀλλότριος τῆς κακίας αὐτῶν ὑπῆρχεν. Ἐνάρετος ὢν ὁ παῖς, ἔχων ἐνύπνια ἑώρα ἐκεῖνα τὰ μέλλοντα συμβήσεσθαι εἰς αὐτὸν κατ᾽ οἰκονομίαν παρὰ Θεοῦ ὑψίστου. Ὁ δὲ πατὴρ Ἰακώβ, μὴ γνοὺς τὸ ἐν τῷ κρυπτῷ μῖσος τὸ κατὰ Ἰωσήφ, ἁπλότητι ἀγαπῶν τὸν Ἰωσήφ, δι᾽ ἄνθος ἀρετῆς διαπρέποντα ἀεὶ ἐκ νέας ἡλικίας. Νεμόντων δὲ ἐκείνων τὰ πρόβατα ἐν Συχέμ, συνέβη τὸν Ἰωσὴφ εἶναι σὺν τῷ πατρί· ὁ δὲ πατὴρ Ἰακώβ, ὡς πατὴρ φιλόστοργος, ἐμερίμνα δι᾽ αὐτῶν ἐν Συχέμ· καὶ λέγει τῷ Ἰωσήφ· δεῦρο, τέκνον, ὕπαγε πρὸς τοὺς ἀδελφούς σου, καὶ ἱστόρησον ἀκριβῶς τὴν ὑγείαν αὐτῶν, ἅμα καὶ τῶν ποιμνίων· ἀνάκαμψαι δὲ ἐν τάχει.

Λαβὼν δὲ Ἰωσὴφ τὴν ἐντολὴν τοῦ πατρός, ἀπῄει μετὰ χαρᾶς πρὸς τοὺς ἀδελφούς του, κομίζων εἰρήνην ἐκ προσώπου τοῦ πατρός, ἅμα καὶ τὴν μέριμναν, ἣν εἶχε περὶ αὐτῶν. Ἀπιόντος δὲ αὐτοῦ, πλανᾶται τὴν ὁδόν, μὴ εὑρὼν τοὺς ἀδελφοὺς σὺν τοῖς αὐτῶν ποιμέσι. Λυπουμένου δὲ καὶ στένοντος δι᾽ αὐτούς, εὗρεν αὐτὸν ἄνθρωπος, δείξας αὐτῷ τὴν ὁδόν. Ὡς δὲ μηκόθεν αὐτοὺς ἑώρακεν ὁ Ἰωσήφ, ἀπῄει μετὰ χαρᾶς ἐπιποθῶν ἅπαντας τοῦ ἠσπάσθαι αὐτούς. Ἀπιόντος δὲ αὐτοῦ, ἰδόντες αὐτὸν ἐκεῖνοι καὶ ὡς θῆρες ἄγριοι ἀνελεῖν ἐβούλοντο τὸν Ἰωσήφ· αὐτὸς δὲ ὡς ἀρνίον ἄκακον ἀπεῖχε τὸ ἐμπεσεῖν εἰς τὰς χεῖρας τῶν πικροτάτων λύκων. Ὡς δὲ ἤγγισεν αὐτούς, ἠσπάσατο εὐμενῶς, εἰρήνην φέρων ἐκ προσώπου τοῦ πατρός· αὐτοὶ δὲ παραχρῆμα ἀναστάντες, ὡς θῆρες ἄγριοι, ἐξέδυσαν τὸν χιτῶνα τὸν ποικίλον, ὃν ἦν ἐνδεδυμένος, καὶ ἔβρυχον εἷς ἕκαστος ζῶντα αὐτὸν καταπιεῖν, ὠμοὶ καὶ ἀνελεεῖς τῇ αὐτῶν ἀπεχθείᾳ, καὶ τὸν σεμνὸν ἐκεῖνον καὶ ἅγιον παῖδα διαφόρως ᾔκιζον δι᾽ οἰκείαν μανίαν.

Θεωρῶν δὲ ὁ Ἰωσὴφ ἑαυτὸν ἐν κακοῖς ὄντα, παντελῶς οὐδεὶς ὑπῆρχεν ἔχων οἰκτιρμόν, εἰς δέησιν λοιπὸν χωρεῖ, καὶ δάκρυα καὶ στεναγμοὺς προβάλλεται, καὶ ὑψώσας φωνὴν αὐτοῦ ἐδέετο αὐτῶν, λέγων· εἰς τί ὑμεῖς ὀργίζεσθε; Παρακαλῶ πάντας ὑμᾶς ἀνέχεσθαί με βραχύ τι, ἵνα δεηθῶ, ἀδελφοί μου. Ἡ μήτηρ μου κεκοίμηται, καὶ Ἰακὼβ ἄχρι τοῦ νῦν πενθεῖ αὐτὴν καθ᾽ ἑκάστην, καὶ βούλεσθε ἄλλο πένθος προσάγειν τῷ πατρὶ ἡμῶν, τοῦ προτέρου ἐμμένοντος καὶ μήπω διαβάντος. Παρακαλῶ πάντας ὑμᾶς ἀνέχεσθαί με βραχύ, μὴ χωρισθῶ τοῦ Ἰακώβ, μὴ κατέλθῃ τὸ γῆρας αὐτοῦ μετ᾽ ὀδύνης εἰς ᾅδην. Ὁρκίζω οὖν ὑμᾶς πάντας κατὰ τοῦ Θεοῦ τῶν πατέρων ἡμῶν, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τὸν ἐξ ἀρχῆς καλέσαντα τὸν Ἀβραάμ, καὶ εἰπόντα· ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω καὶ δωρήσομαι. Καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, τὴν οὖσαν ἀναρίθμητον. Τὸν Θεὸν τὸν ὕψιστον, τὸν δώσαντα ὑπομονὴν τῷ Ἀβραάμ, μονογενῆ υἱὸν αὐτοῦ εὐπροθύμως προσενεγκεῖν εἰς θυσίαν τὸν Ἰσαάκ, ἵνα λογισθῇ τῷ Ἀβραὰμ ἡ ὑπομονὴ εἰς καύχημα. Τὸν Θεόν, τὸν ῥυσάμενον Ἰσαὰκ ἐκ θανάτου καὶ δόντα κριὸν ἀντ᾽ αὐτοῦ εἰς ὁλοκάρπωσιν εὐπρόσδεκτον.

Τὸν Θεὸν τὸν ἅγιον, τὸν δώσαντα εὐλογίαν τῷ Ἰακὼβ ἐκ στόματος Ἰσαὰκ πατρὸς αὐτοῦ. Τὸν Θεόν, 〈τὸν〉 καταβάντα μετ᾽ Ἰακὼβ ἐκ Χαρρὰν εἰς Μεσοποταμίαν, ὅθεν ἐξῄει Ἀβραάμ. Τὸν Θεόν, τὸν ῥυσάμενον Ἰακὼβ ἐκ θλίψεως καὶ εἰπόντα δοῦναι αὐτῷ εὐλογίαν. Μὴ στερηθῶ τοῦ Ἰακώβ, καθὼς Ῥαχὴλ ἐστερήθην· μὴ πενθήσῃ με, καθὼς Ῥαχὴλ ἐπένθησε· μήτε πάλιν σκοτισθῇ τὰ ὄμματα Ἰακώβ, καθορᾶν προσδοκῶντα τὴν εἴσοδόν μου τὴν πρὸς αὐτόν. Πέμψατέ με πρὸς Ἰακώβ, τὸν πατέρα μου, δάκρυά μου δεξάμενοι. Προπέμψατέ με πρὸς αὐτόν.

Ταῦτα αὐτοῦ ὁρκίσαντος κατὰ τοῦ Θεοῦ τῶν πατέρων, παραχρῆμα ἐπέβαλον οἱ δεινοὶ εἰς λάκκον, μήτε τὸν Θεὸν φοβηθέντες, μήτε ὅρκον αἰδεσθέντες, καίτοι περιπτυσσομένου αὐτοῦ τοῖς ἴχνεσι πάντων, καὶ βρέχοντος τοῖς δάκρυσι τὰ ἴχνη τῶν ἀδελφῶν, καὶ βοῶντος καὶ λέγοντος, ἀδελφοί, ἐλεήσατέ με, ἐβλήθη παρευθὺς ἐν τῷ λάκκῳ παρ᾽ αὐτῶν. Ἐμβληθέντος δὲ τοῦ Ἰωσὴφ ἐν τῷ λάκκῳ τῆς ἐρήμου, ἐν δάκρυσι πικροτάτοις καὶ θρήνοις ἐλεεινοῖς ἐθρήνησε καὶ αὑτὸν καὶ τὸν πατέρα Ἰακώβ, δακρύων τε ἔλεγεν ἐν στεναγμοῖς ἀλαλήτοις· ἔφη δέ· πάτερ Ἰακώβ, ἴδε τὰ συμβάντα τῷ τέκνῳ σου, ὅτι ἰδοὺ ἐν τῷ λάκκῳ βέβλημαι, ὥσπερ νεκρός. Ἰδοὺ αὐτὸς προσδοκᾷς με ἐπανελθεῖν πρὸς σέ, πάτερ, καὶ νῦν ἐν τῷ λάκκῳ κατάκειμαι, ὥσπερ φονεύς. Αὐτός, πάτερ, εἴρηκάς μοι, πορεύθητι, ἐπίσκεψαι τοὺς ἀδελφούς σου σὺν ποιμέσιν, ἀνακάμψας μετὰ σπουδῆς, καὶ ἰδού, αὐτοὶ ὥσπερ λύκοι ὠμότατοι γεγόνασι, καὶ μετ᾽ ὀργῆς ἐχώρισάν με ἀπὸ σοῦ, καλὲ πάτερ. Οὐκέτι γὰρ θεωρεῖς με, οὔτε τῆς φωνῆς μου ἀκούεις, οὔτε πάλιν τὸ γῆράς σου ἐπ᾽ ἐμὲ στηρίζεται, οὐδὲ πάλιν ἐγὼ ὁρῶ τὰς ἁγίας σου πολιάς, ὅτι νεκροῦ τεθαμμένου οὐκ ἀμείνων εἰμὶ ἐγώ.

Κλαῦσον, πάτερ, τὸ τέκνον σου, καὶ ὁ υἱός σου τὸν πατέρα, ὅτι οὕτως ἐχωρίσθην ἐκ παιδόθεν τοῦ προσώπου σου. Τίς δώσει μοι περιστερὰν φθεγγομένην ἐν λέξεσιν, ἵνα ἐλθοῦσα ἀναγγελῇ τῷ γήρᾳ τὸν κλαυθμόν μου; Ἐξέλιπον, πάτερ, τὰ δάκρυα καὶ οἱ στεναγμοί· ἠτόνησε καὶ ἡ φωνή· καὶ οὐκ ἔστιν ὁ βοηθῶν.

Ὦ γῆ, ὦ γῆ, ἡ βοήσασα πρὸς τὸν Θεὸν τὸν ἅγιον περὶ Ἄβελ τοῦ δικαίου, ἀναιρεθέντος ἀδίκως, καθώς ἐστι παράδοσις ἐκ προγόνων πατέρων, ὅτι ἡ γῆ ἐβόησε πρὸς τὸν Θεὸν διὰ τὸ αἷμα τοῦ δικαίου, αὐτὴ καὶ νῦν βόησον πρὸς Ἰακὼβ τὸν πατέρα μου, γνωρίζουσα αὐτῷ σαφῶς τὸ συμβάν μοι παρὰ τῶν ἀδελφῶν μου.

Ὡς δὲ οἱ ὠμοὶ ἐνέβαλον τὸν Ἰωσὴφ ἐν τῷ λάκκῳ, ἐκάθισαν τοῦ φαγεῖν καὶ πιεῖν μετὰ χαρᾶς. Ὥσπερ ἄν τις νικήσας πόλεμον πτερώσηται, οὕτω καὶ οὗτοι μετὰ χαρᾶς τῆς καρδίας ἀνέκειντο. Καὶ ἐσθιόντων αὐτῶν καὶ πινόντων ἐν χαρμοσύνῃ, ἄφνω ἦραν τοὺς ὀφθαλμούς, καὶ βλέπουσιν ἐρχομένους ἐμπόρους Ἰσμαηλίτας, ἀπιόντας εἰς Αἴγυπτον, ἔχοντας καὶ καμήλους βαστάζοντας ἀρώματα· καὶ λέγουσι πρὸς ἀλλήλους· πολὺ κρεῖττον ἡμῖν ἐστιν ἀποδόσθαι τὸν Ἰωσὴφ τοῖς ξένοις τοῖς ἐμπόροις τούτοις, ἵνα ἀπελθόντος τελευτήσῃ ἐν χώρᾳ ἀλλοτρίᾳ, καὶ μὴ ἔστω ἡ χεὶρ ἡμῶν ἐν ἡμετέρῳ ἀδελφῷ. Καὶ ἀνείλκυσαν αὐτὸν ἐκ τοῦ λάκκου τὸν ἴδιον ἀδελφόν, ὡς θῆρες ἄγριοι, καὶ λαβόντες τὴν τιμὴν αὐτοῦ ἀπέδοντο τοῖς ἐμπόροις, μὴ μνησθέντες πατρὸς αὐτῶν τὴν μέριμναν καὶ τὴν λύπην.