Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν πάγκαλον Ἰωσήφ

Ἐφραίμ ὁ Σύρος

Η πορεία προς την αιχμαλωσία και ο θρήνος του Ιακώβ

Καθώς ο Ιωσήφ οδηγείται στην Αίγυπτο, θρηνεί στον τάφο της μητέρας του και συνομιλεί με τους εμπόρους. Παράλληλα, οι αδελφοί του εξαπατούν τον Ιακώβ με τον ματωμένο χιτώνα, προκαλώντας τον απαρηγόρητο θρήνο του πατέρα τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 8

Τῶν δὲ ἐμπόρων ὁδευόντων, κατήντησαν ἐν τῇ ὁδῷ ἐν τόπῳ τοῦ ἱπποδρόμου ἔνθα ἐστὶν ὁ τάφος Ῥαχήλ· ἐκεῖσε γὰρ ἦν θανοῦσα ἐν ὁδῷ τοῦ ἱπποδρόμου, ἐπανιόντος Ἰακὼβ ἐκ τῆς Μεσοποταμίας. Ὡς δὲ εἶδεν Ἰωσὴφ τὸν τάφον Ῥαχὴλ τῆς μητρὸς αὐτοῦ, προσδραμὼν ἔπεσεν ὑπεράνω τοῦ μνήματος, καὶ ὑψώσας φωνὴν αὐτοῦ ὠλόλυξεν ἐν δάκρυσι, καὶ ἐβόα ἐν πικρίᾳ ψυχῆς αὐτοῦ, λέγων οὕτω· Ῥαχήλ, Ῥαχήλ, μῆτερ ἐμή, ἐγέρθητι ἐκ τοῦ χοὸς καὶ θέασαι τὸν Ἰωσήφ, ὃν ἠγάπησας, τί γέγονεν.

Ἰδού, οὕτως αἰχμάλωτος ἀπάγεται εἰς Αἴγυπτον, ἐν χερσὶν ἀλλοτρίων, παραδοθεὶς ὡς κακοῦργος. Οἱ ἀδελφοί μου ὁλόγυμνον ἀπέδοντο εἰς δουλείαν, καὶ Ἰακὼβ οὐκ ἐμάνθανεν ὅτι ἐγὼ παρεδόθην. Ἄνοιξόν μοι, μῆτερ ἐμή, καὶ δέξαι με 〈ἐν〉 τῷ τάφῳ σου. Μία ἡ κλίνη ἐμοῦ καὶ σοῦ γενέσθω δὴ ὁ τάφος σου. Δέξαι, Ῥαχήλ, τὸ τέκνον σου, ἵνα μὴ ἔσται βιοθανής. Δέξαι, μῆτερ, τὸν ἐξαίφνης στερηθέντα τοῦ Ἰακώβ, καθ᾽ ὃν τρόπον καὶ ἀπὸ σοῦ ἐστερήθην παιδόθεν. Ἄκουσον, μῆτερ ἐμή, τοὺς στεναγμοὺς τῆς καρδίας μου, καὶ δέξαι με ἐν τῷ τάφῳ σου. Οὐκέτι γὰρ βαστάζουσιν οἱ ὀφθαλμοί μου δακρύειν, οὐδὲ ἡ ψυχή μου εὐτονεῖ ὀλολύζειν ἐν στεναγμοῖς. Ῥαχήλ, Ῥαχήλ, οὐκ ἀκούεις φωνῆς υἱοῦ σου Ἰωσήφ; Ἰδού, βίᾳ ἀπέρχομαι, καὶ οὐ θέλεις με δέξασθαι; Τὸν Ἰακὼβ ἐκάλεσα, καὶ τῆς φωνῆς μου οὐκ ἤκουσεν. Ἰδοὺ πάλιν καὶ σὲ καλῶ, καὶ οὐδὲ σύ μου ἀκούεις. Ἐνταῦθα ἀποθανοῦμαι, ὑπεράνω τοῦ τάφου σου, ἵνα εἰς γῆν ἀλλοτρίαν μὴ ἀπέλθω ὡς κακοῦργος.

Ὡς δὲ ἐθεάσαντο αὐτόν, πάντες ὁμοθυμαδὸν οἱ ἄνδρες Ἰσμαηλῖται, οἱ λαβόντες τὸν Ἰωσήφ, ὅτι οὕτως ἔδραμε καὶ ἐπ᾽ ὄψιν ἔπεσεν ὑπεράνω τοῦ τάφου τῆς μητρὸς αὐτοῦ Ῥαχήλ, πρὸς ἀλλήλους ἔλεγον· οὗτος ὁ νεανίας γοητείας βούλεται ἐργάσασθαι εἰς ἡμᾶς, ὅπως ἂν δυνηθῇ ἀποδρᾶσαι ἀφ᾽ ἡμῶν, ἡμῶν μὴ γινωσκόντων πῶς ἀφανὴς γίνεται. Συλλάβωμεν δὴ αὐτόν, καὶ δήσωμεν ἀσφαλῶς, ἵνα μὴ πάντας ἡμᾶς ἀφανεῖς καταστήσῃ. Προσελθόντες δὲ αὐτῷ εἶπον ἐμβριμώμενοι· ἐγέρθητι λοιπόν, καὶ παῦσαι γοητεύων, ὅπως μὴ πατάξαντές σε ἐπάνω τοῦ μνήματος, ζημιωθῶμεν τὸ χρυσίον τὸ δοθὲν ὑπὲρ σοῦ. Ἀναστάντος δὲ αὐτοῦ, εἶδον αὐτὸν ἅπαντες φλεγόμενον τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ πικροῦ κλαυθμοῦ, καὶ ἤρξαντο ἕκαστος ἐπερωτᾶν ἐπιεικῶς· τί δακρύεις; Δεινῶς γὰρ ἀδημονεῖς, ἀφ᾽ οὗ εἶδες τὸν τάφον τοῦτον, ὄντος σου ἐν ὁδῷ τοῦ ἱπποδρόμου τούτου. Θαρσαλέως λέγε ἡμῖν ἐκβαλὼν τὴν δειλίαν, τίς σου ἐστὶν ἡ ἐργασία, καὶ διατί ἀπεδόθης. Ἐκεῖνοι οἱ ποιμένες, ὅταν σε ἀπέδοντο, οὕτως ἡμῖν ἔλεγον· ἀσφαλίσασθε αὐτόν, ὅπως μὴ ἀποδράσῃ ἀφ᾽ ὑμῶν ἐν τῇ ὁδῷ· ἀθῶοί ἐσμεν καὶ ἡμεῖς, ἰδοὺ προείπαμεν. Τοίνυν λέγε ἡμῖν ἀκριβῶς, τίνος δοῦλος ὑπάρχεις· ἐκείνων τῶν ποιμένων ἢ ἐλευθέρου τινός; Καὶ γνώρισον ἡμῖν, ἕνεκα τίνος ἐπάνω τοῦ μνήματος ἔπεσες ποθεινῶς; Ἡμεῖς σε ὠνησάμεθα, καὶ δεσπόται σου ἐσμέν. Φράσον ἡμῖν πάντα τὰ κατὰ σέ.

Ἐὰν κρύψῃς ἀφ᾽ ἡμῶν τὰ κατὰ σέ, τίνι ἔχεις γνωρίσαι; Παῖς ἡμῶν τυγχάνεις. Καθὼς εἶπον ἡμῖν ἐκεῖνοι οἱ ποιμένες, ἀποφυγεῖν βούλει, ἡμῶν ῥᾳθυμησάντων. Ἀλλὰ παρακλήθητι, καὶ εἰπὲ ἡμῖν σαφῶς, τίς σου ἐστὶν ἡ πρᾶξις· φαίνῃ γὰρ ἡμῖν ἐλεύθερος. Οὐ χρησόμεθά σοι ὡς δούλῳ, ἀλλ᾽ ὥσπερ ἀδελφῷ ἢ υἱῷ ἠγαπημένῳ. Βλέπομεν γὰρ μεγίστην ἐλευθερίαν καὶ πολλὴν ἐπιστήμην ἐν πολλῇ καταστάσει· ἄξιος γὰρ εἶ καὶ βασιλεῖ παρίστασθαι, καὶ σὺν μεγιστᾶσι τιμᾶσθαι, νεανία. Τὸ γὰρ κάλλος σου τοῦτο ἐν εὐπρεπείᾳ πολλῇ καὶ τιμῇ, ἐν ἐξουσίᾳ στήσει σε ἐν τάχει, καὶ ἔσῃ ἡμῶν φίλος καὶ γνώριμος ἐκεῖσε, ὅπου σε ἀπάγομεν, τοῦ εἶναί σε ἐν χαρᾷ. Τίς γὰρ οὐ ποθήσειε τοιοῦτον παῖδα πλήρη κάλλους ὀφθαλμῶν, εὐγενῆ τε καὶ σοφόν;

Ὑπολαβὼν δὲ ὁ Ἰωσὴφ εἶπεν αὐτοῖς ἐν στεναγμοῖς· οὔτε δοῦλος ἐγενόμην, οὔτε γόης, οὔτε πάλιν ἡμαρτηκώς τι, ἀπεδόθην χερσὶν ὑμῶν· ἀλλὰ υἱὸς ἠγαπημένος ἐγενόμην τῷ πατρί μου, ὁμοίως καὶ τῇ μητρί μου παμφίλτατος υἱός. Ἐκεῖνοι δὲ οἱ ποιμένες ἀδελφοί μου τυγχάνουσι, καὶ ὁ πατήρ μου ἀπέστειλεν ἰδεῖν αὐτούς, πῶς ἔχουσιν· ὡς πατὴρ φιλόστοργος ἐμερίμνα τὰ περὶ αὐτῶν· ἐχρόνισαν γὰρ ἐκεῖνοι χρόνον τινὰ ἐν ὄρεσι, χάριν τούτου ἀπεστάλην παρὰ τοῦ πατρὸς ἰδεῖν αὐτούς. Ἐκεῖνοι δὲ λαβόντες με παραχρῆμα ἀπέδοντο ὑμῖν εἰς δουλείαν, ζήλῳ δεινῷ φερόμενοι· ἀπώσαντό με ἐκ πατρός, μὴ φέροντες τὴν ἀγάπην, ἣν ἠγάπα με ὁ πατήρ. Ὁ δὲ τάφος ἐνθάδε τῆς μητρός μου ἐστίν. Ὡς γάρ ποτε ἀνήρχετο ὁ πατήρ μου ἐκ τῆς Χαρράν, ἔνθεν διῆλθεν ἀπελθεῖν εἰς τὸν τόπον, ὃν νῦν οἰκεῖ· καὶ παριόντος τοῦ πατρός μου, θνῄσκει ὧδε ἡ μήτηρ μου, καὶ θάπτεται ἐν τῷ τάφῳ τούτῳ, ἐν ᾧ ὑμεῖς θεωρεῖτε.

Ἀκούσαντες δὲ ἐκεῖνοι, ἐδάκρυσαν περὶ αὐτοῦ, καὶ λέγουσιν αὐτῷ· μὴ φοβηθῇς, νεανία· εἰς γὰρ μεγίστην τιμὴν σὺ ἀπέρχῃ εἰς Αἴγυπτον. Ὁ χαρακτὴρ γάρ σου δηλοῖ περὶ τῆς σῆς εὐγενείας. Εὐπρόθυμος γενοῦ δὲ μᾶλλον ἀπαλλαγεὶς ἐκ τοῦ φθόνου καὶ μίσους τῶν ἀδελφῶν τῶν σε ἡμῖν πεπρακότων.

Οἱ δὲ ἀδελφοὶ τοῦ Ἰωσήφ, ὅταν αὐτὸν ἀπέδοντο, ἐνέγκαντες τράγον κατέσφαξαν εὐπροθύμως, καὶ τὸν χιτῶνα Ἰωσὴφ τοῦ ὁσίου μολύναντες, παραυτίκα ἀπέστειλαν τῷ πατρὶ αὐτῶν, φάσκοντες· ἡμεῖς τοῦτον εὑρήκαμεν ἐρριμμένον ἐν ὄρεσι, καὶ εὐθέως ἔγνωμεν ὅτι τοῦτό ἐστι τὸ ἔνδυμα τοῦ ἀδελφοῦ ἡμῶν, καὶ ἐν λύπῃ ἐσμὲν πάντες περὶ αὐτοῦ. Χάριν τούτου πρὸς σέ, πάτερ, ἐπέμψαμεν τὸν χιτῶνα τὸν ποικίλον τοῦ Ἰωσήφ, μὴ εὑρόντες τὸν ἀδελφὸν ἡμῶν. Ἐπίγνωθι δὲ καὶ αὐτός, ἐάν ἐστι τοῦ υἱοῦ σου· πάντες γὰρ ἔγνωμεν εἶναι τοῦ Ἰωσήφ.

Ἰδὼν δὲ ὁ Ἰακὼβ τὸν χιτῶνα, ἐβόησε μετὰ κλαυθμοῦ καὶ ὀδυρμοῦ πικροτάτου, λέγων· τοῦ Ἰωσὴφ τοῦ υἱοῦ μου ἐστὶ τοῦτο τὸ ἔνδυμα. Θηρίον πονηρὸν κατέφαγε τὸν υἱόν μου. Ὀλολύζων δὲ ἔλεγεν ἐν στεναγμοῖς ἀφορήτοις· ἐγὼ ἀντὶ σοῦ, υἱέ, διατί μᾶλλον οὐκ ἐβρώθην ἐγώ; Διατί ἐμοὶ αὐτίκα οὐ συνήντησε τὸ θηρίον, καὶ ἐξ ἐμοῦ ἐμφορηθὲν κατέλιπέ σε, υἱέ μου; Διατί οὐκ ἐσπάραξε τὸ θηρίον ἐμὲ μᾶλλον, καὶ γέγονα αὐτοῦ βρῶμα εἰς πλησμονήν; Οἴμοι, οἴμοι, τὰ σπλάγχνα μου σπαράττονται ὑπὲρ Ἰωσήφ! Οἴμοι, οἴμοι, ποῦ ἐσφάγη ὁ υἱός μου, ἵνα ἀπελθὼν τὰς πολιάς μου καταξανῶ ὑπεράνω τοῦ κάλλους αὐτοῦ! Οὐκέτι γὰρ θέλω ζῆσαι, μὴ θεωρῶν τὸν Ἰωσήφ. Ἐγώ εἰμι ὁ αἴτιος τοῦ θανάτου σου, τέκνον. Ἐγώ εἰμι ὁ τυφλώσας τοὺς φωτεινούς σου ὀφθαλμούς. Ἐγώ, τέκνον, ἀνεῖλόν σε, ὁ ἀποστείλας σε πορευθῆναι ἐν τῇ ἐρήμῳ θεάσασθαι τοὺς ἀδελφούς σου σὺν ποιμέσι. Κλαύσομαι τὸ λοιπόν, τέκνον, καὶ πενθήσω πᾶσαν ὥραν, μέχρις οὗ εἰς τὸν ᾅδην κατέλθω πρὸς σέ, υἱέ μου.

Καὶ ἀντὶ τοῦ σώματος, τὸν χιτῶνά σου, Ἰωσήφ, θήσομαι πρὸ ὀφθαλμῶν, δακρύων ἀδιαλείπτως. Ἰδοὺ πάλιν ὁ χιτών σου εἰς ἕτερον μέγα πένθος καθίστησί με, υἱέ μου· ὑπάρχει γὰρ ὁλόκληρος, ὥστε οἶμαι οὐκ ἔφαγέ σε θηρίον, ὦ φίλτατε, ἀλλ᾽ ἐκ χειρῶν ἀνθρώπων ἐξεδύθης καὶ ἐσφάγης. Εἰ γάρ, ὡς οἱ ἀδελφοί σου φάσκουσιν ὅτι ἐβρώθης, ὁ χιτών σου κατὰ μέρους ἂν ἐσχίσθη· οὐ γὰρ πρῶτον ἐνδέχεται τὸ θηρίον ἐκδῦσαί σε, καὶ ἔπειτα ἐκ τῶν σαρκῶν σου ἐμφορηθῆναι. Ἐὰν δὲ πάλιν ἐξέδυσε καὶ ἔπειτα κατέφαγεν, ἀμόλυντος ἂν ὁ χιτών σου ἀφ᾽ αἵματος ἦν. Οὐκ ὀνύχων τὰ σχίσματα, οὐκ ὀδόντων τὰ πήγματα τοῦ θηρίου ὑπάρχουσιν ἐν τῷ χιτῶνι. Πόθεν αἷμα;

Εἰ δὲ πάλιν τὸ θηρίον τὸ φαγὸν Ἰωσὴφ μόνον ὑπῆρχε, πῶς πάντα εἶχεν ἐργάσασθαι; Τοῦτο ἐμοὶ μονωτάτῳ πένθος καὶ κοπετός ἐστιν, ἵνα πενθήσω τὸν Ἰωσὴφ καὶ κόψομαι τὸν χιτῶνα. Δύο πένθη, δύο κλαυθμοὶ καὶ κοπετοὶ πικρότατοι, τοῦ Ἰωσὴφ καὶ τοῦ χιτῶνος! Τὸ πῶς ἄρα ἐξεδύθη! Ἀποθανοῦμαι, Ἰωσήφ, τὸ ἐμὸν φῶς καὶ στήριγμα· ὁ χιτών σου σὺν ἐμοὶ νῦν καταβήτω εἰς ᾅδην· οὔτε γὰρ θέλω βλέπειν τὸ φῶς χωρίς σου, υἱέ μου Ἰωσήφ. Ἐκλιπέτω ἡ ψυχή μου σὺν τῇ ψυχῇ σου, Ἰωσὴφ τέκνον μου.