Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν πάγκαλον Ἰωσήφ

Ἐφραίμ ὁ Σύρος

Προοίμιο και τυπολογική προσέγγιση του Ιωσήφ

Ο συγγραφέας εισάγει το έργο παρουσιάζοντας τον Ιωσήφ ως προτύπωση του Χριστού. Γίνεται παραλληλισμός της ζωής, της προδοσίας και της δόξας του με τις δύο παρουσίες του Κυρίου, το πάθος, την ανάσταση και την τελική κρίση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 8

Λόγος εἰς τὸν πάγκαλον Ἰωσήφ Ὁ Θεὸς τοῦ Ἀβραάμ, ὁ Θεὸς τοῦ Ἰσαάκ, ὁ Θεὸς τοῦ Ἰακώβ, ὁ Θεὸς 〈ὁ〉 εὐλογημένος, ὁ ἐκλεξάμενος τὸ σπέρμα τὸ ἅγιον τῶν ἰδίων θεραπόντων τῶν ἀγαπησάντων σε, δώρησαι ὡς ἀγαθός, ἵνα βλύσῃ ἐν ἐμοὶ τὰ ῥεῖθρα τῆς χάριτος ἐν πολλῇ δαψιλείᾳ, ὅπως ἂν δυνηθείην φαιδρόν τε καὶ μέγιστον ἱστορῆσαι θέατρον τοῦ παγκάλου Ἰωσήφ, τοῦ γεγονότος ἀεὶ σεμνοῦ στηρίγματος τοῦ βαθυτάτου γήρως τοῦ πατριάρχου Ἰακώβ. Οὗτος γάρ, οὗτος ὁ παῖς, ἐκ νεαρᾶς ἡλικίας τὰς δύο παρουσίας τοῦ Χριστοῦ διέγραψε· τὴν πρώτην, τὴν γενομέμην ἐκ παρθένου Μαρίας, καὶ τὴν μέλλουσαν πάλιν ἐκθροεῖν τὰ σύμπαντα.

Οὐκοῦν νῦν, ἀγαπητοί, ὑπὸ Χριστοῦ ἠγαπημένοι, ἑδραῖοι γενώμεθα, γεγηθότες τῇ ψυχῇ, ὡς ἀμετεώρως ἀκούειν καὶ θεωρεῖν τηλικαῦτα πράγματα εὐπρεπεστάτου παιδός. Ἐγὼ δέ, ἀδελφοί μου, οὐ τοῦτο μόνον λέγω, ὅτι εὐπρεπέστατόν ἐστι τὸ μειράκιον, ἀλλὰ καὶ θαυμαστόν, καὶ πηγὴ σωφροσύνης, νικητὴς ἄριστος, τρόπαιον θαυμαστόν. Διὸ δὴ μάλιστα τύπος ἐγένετο τῆς μελλούσης ἐκείνης τοῦ Κυρίου παρουσίας.

Ἐκβαλέτω οὖν ἕκαστος τῆς ἰδίας ψυχῆς ἅπασαν μέριμναν τῶν γηΐνων πραγμάτων, καὶ δεξάσθω ἐν πόθῳ τὰ μελικὰ ᾄσματα· εἰσὶ γὰρ πνευματικά, εὐφραίνοντα τὴν ψυχήν. Ὥσπερ γὰρ ὁ Κύριος ἀπεστάλη πρὸς ἡμᾶς ἐκ τοῦ κόλπου τοῦ πατρικοῦ τοῦ σῶσαι πάντας ἡμᾶς, οὕτω 〈καὶ〉 ὁ παῖς Ἰωσὴφ ἐκ τοῦ κόλπου τοῦ πατρικοῦ Ἰακὼβ ἀπεστάλη ἱστορῆσαι τοὺς ἰδίους ἀδελφούς. Καὶ καθὼς οἱ ἀπηνεῖς ἀδελφοὶ τοῦ Ἰωσήφ, ἅμα ἐθεάσαντο αὐτὸν προσεγγίζοντα, ἤρξαντο λογίζεσθαι πονηρίαν κατ᾽ αὐτοῦ, καίτοι φέροντος αὐτοῦ πρὸς αὐτοὺς εἰρήνην παρὰ τοῦ πατρός, οὕτω καὶ οἱ Ἰουδαῖοι σκληροκάρδιοι ἀεί, ἄμα θεάσαντες τὸν Σωτῆρα ἔλεγον, οὗτός ἐστιν ὁ κληρονόμος, ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται τὸ πᾶν. Καὶ ὅπως ἀδελφοὶ τοῦ Ἰωσὴφ ἔλεγον, ἀνέλωμεν δὴ αὐτόν, καὶ ἀπαλλασσώμεθα τῶν ἐνυπνίων αὐτοῦ, τὸν αὐτὸν δὴ τρόπον καὶ οἱ Ἰουδαῖοι ἔλεγον, δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. Οἱ ἀδελφοὶ τοῦ Ἰωσὴφ ἐσθιόμενοι ἅμα δὴ ἐπώλησαν αὐτόν, σφάξαντες τῇ προθέσει· οὕτω τὸν αὐτὸν τρόπον καὶ οἱ Ἰουδαῖοι βδελυκτοί, τὸ πάσχα ἐσθίοντες, ἔσφαξαν τὸν Σωτῆρα. Ἡ κάθοδος Ἰωσὴφ εἰς Αἴγυπτον σημαίνει τὴν τοῦ Σωτῆρος ἡμῶν κάθοδον ἐπὶ τῆς γῆς.

Καὶ ὃν τρόπον Ἰωσὴφ ἐν τῷ θαλάμῳ ἔνδον κατεπάτησε πᾶσαν ἰσχὺν τῆς ἁμαρτίας, λαμπρὰ περιθέμενος τὰ τῆς νίκης ἔπαθλα κατὰ τῆς Αἰγυπτίας τῆς ἑαυτοῦ δεσποίνης, οὕτω καὶ ὁ Κύριος ἡμῶν, ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν, τῇ ἑαυτοῦ δεξιᾷ, καταβὰς εἰς τὸν ᾅδην, ἐκεῖσε ἐξέλυσε πᾶσαν τὴν δυναστείαν τοῦ δεινοτάτου καὶ δυσαλώτου τυράννου. Ἐπειδὴ ἁμαρτίαν ἐνίκησεν Ἰωσήφ, ἐν τῇ φρουρᾷ τίθεται, μέχρις ὥρας στέμματος· οὕτω καὶ ὁ Κύριος ἡμῶν, ἵνα ἄρῃ πᾶσαν ἁμαρτίαν τοῦ κόσμου, ἐν τῷ μνήματι τίθεται. Ἰωσὴφ ἐν τῇ φρουρᾷ διετῆ χρόνον ἐποίησε, διατρίψας ἐκεῖσε ἐν ἀδείᾳ μεγάλῃ· ὁ δὲ Κύριος ἡμῶν τρεῖς ἡμέρας ἐν ᾅδῃ ἔμεινεν, ὡς δυνατός, μὴ ὑπομείνας φθοράν. Ἰωσὴφ ἐκ φυλακῆς τῇ κελεύσει Φαραὼ ἐκβάλλεται εὐμενῶς, ὡς τύπος ἀληθινός, ἑρμηνεύων ῥᾳδίως ἐνυπνίων τὴν λύσιν, εὐθηνίαν σημαίνων τὴν μέλλουσαν ἔσεσθαι· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἠγέρθη ἐκ νεκρῶν τῇ ἰδίᾳ δυνάμει, σκυλεύσας τὸν ᾅδην, προσφέρων τῷ Πατρὶ αὐτοῦ τὴν ἡμῶν καταλλαγήν, κηρύσσων ἀνάστασιν καὶ ζωὴν αἰώνιον.

Ἰωσὴφ ἐκάθισεν ἐν ἅρματι Φαραώ, λαβὼν ἐξουσίαν ἐπὶ πᾶσαν Αἴγυπτον· ὁ δὲ Σωτὴρ ἡμῶν, βασιλεὺς πρὸ αἰώνων, ἀνελθὼν εἰς οὐρανοὺς ἐν νεφέλῃ φωτεινῇ, ἐκ δεξιῶν τοῦ Πατρὸς κάθηται μετὰ δόξης, ἐπάνω τῶν Χερουβείμ, ὡς Υἱὸς μονογενής.

Ἐν δὲ τῷ βασιλεύειν Ἰωσὴφ εἰς Αἴγυπτον, λαβὼν ἐξουσίαν κατὰ τῶν ἐχθρῶν αὐτοῦ, ἄγονται ἑκουσίως οἱ ἀδελφοὶ αὐτοῦ ἔμπροσθεν τοῦ βήματος τοῦ θανέντος ὑπ᾽ αὐτῶν· ἄγονται προσκυνεῖν μετὰ φόβου καὶ τρόμου ἔμπροσθεν τοῦ πραθέντος ὑπ᾽ αὐτῶν εἰς θάνατον, καὶ φόβῳ προσκυνοῦσιν ἐνώπιον Ἰωσήφ, ὃν οὐκ ἐβουλήθησαν βασιλεύειν ἐπ᾽ αὐτούς. Ἐπιγνοὺς δὲ Ἰωσὴφ τοὺς ἀδελφοὺς αὐτοῦ, ἀνέδειξε φονευτὰς ἐν μιᾷ αὐτοῦ ῥήσει· μαθόντες δὲ ἐκεῖνοι, ἔστησαν ἄνεοι ἐν αἰσχύνῃ μεγάλῃ, μὴ τολμῶντες φθέγξασθαι, μὴ ἔχοντες παντελῶς τί ἀπολογήσασθαι, γινώσκοντες ἀκριβῶς τὴν ἑαυτῶν ἁμαρτίαν ἐν τῇ ὥρᾳ ἐκείνῃ, ᾗ πέπρακαν αὐτόν· ὁ δὲ δοκῶν ἐν αὐτοῖς διαπεφθάρθαι ἐν ᾅδῃ, εὑρέθη αἰφνιδίως βασιλεύων ἐπ᾽ αὐτούς.

Οὕτω καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ, ὅταν ἔλθῃ ὁ Κύριος ἐν νεφέλαις ἀέρων, κάθηται ἐπὶ θρόνου τῆς αὐτοῦ βασιλείας, καὶ ἄγονται δέσμιοι ὑπὸ Ἀγγέλων φοβερῶν πάντες οἱ ἐχθροὶ αὐτοῦ ἔμπροσθεν τοῦ βήματος αὐτοῦ, ὅσοι οὐκ ἠθέλησαν βασιλεύειν ἐπ᾽ αὐτούς. Ἐνόμισαν γὰρ τότε οἱ ἄνομοι Ἰουδαῖοι ὅτι, ἐὰν σταυρωθῇ, θνῄσκει ὡς ἄνθρωπος· μὴ πεισθέντες οἱ ἄθλιοι ὅτι Θεὸς τυγχάνει ἥκων εἰς σωτηρίαν τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν. Καθάπερ Ἰωσὴφ ἔλεγε παρρησίᾳ τοῖς ἀδελφοῖς αὐτοῦ ἐκφοβῶν καὶ ἐκτρέμων, ἐγώ εἰμι Ἰωσήφ, ὃν ὑμεῖς ἀπέδοσθε εἰς δουλείαν, νῦν δὲ βασιλεύω ὑμῶν, μὴ θελησάντων, οὕτω καὶ ὁ Κύριος δείκνυσι τὸν σταυρὸν ἐν τύπῳ φωτοειδεῖ τοῖς αὐτὸν σταυρώσασι καὶ ἐπιγινώσκουσιν αὐτὸν τὸν σταυρὸν καὶ τὸν Υἱὸν τοῦ Θεοῦ τὸν σταυρωθέντα ὑπ᾽ αὐτῶν.