Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν πάγκαλον Ἰωσήφ

Ἐφραίμ ὁ Σύρος

Η έλευση των αδελφών στην Αίγυπτο και η δοκιμασία τους

Η έλλειψη τροφίμων αναγκάζει τους αδελφούς του Ιωσήφ να κατέβουν στην Αίγυπτο. Ο Ιωσήφ απαιτεί να φέρουν τον Βενιαμίν, τον οποίο έπειτα ενοχοποιεί κρύβοντας το κύπελλο στον σάκο του, γεγονός που προκαλεί την αγωνία των αδελφών και τη θερμή ικεσία του Ιούδα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 6 από 8

Ἐν δὲ τῷ μεταξὺ ἐτελέσθησαν πάντα τὰ ἔτη τῆς εὐθηνίας τῆς μεγάλης, καὶ ἐκράτησεν ὁ λιμὸς ἐν ὅλῃ τῇ γῇ Χαναάν, καὶ ἠθύμει Ἰακὼβ μετὰ τῶν τέκνων αὐτοῦ. Ἤκουσε δὲ Ἰακὼβ ὅτι ἐν Αἰγύπτῳ ὑπάρχει γεννήματα ἐν πολλῇ δαψιλείᾳ, καὶ εἶπε τοῖς υἱοῖς αὐτοῦ· δεῦτε, ὑπάγετε καὶ ἀγοράσατε ἡμῖν γεννήματα ἐξ Αἰγύπτου, καθὼς ἀκήκοα, ἵνα μὴ ἐκ τοῦ λιμοῦ πάντες ἀποθάνωμεν. Λαβόντες ἐντολὰς οἱ δέκα υἱοὶ Ἰακώβ, κατέβησαν πάντες ἵνα ἀγοράσωσι βρώματα. Οὐ μέντοι ἤδεισαν ὅτι ἀδελφὸς αὐτῶν ἐστιν. Ὡς δὲ εἶδεν Ἰωσὴφ τοὺς ἀδελφοὺς αὐτοῦ, ἐπέγνω αὐτοὺς πάντας, καὶ ἔφη ἐμβριμώμενος· οἱ δέκα ἄνδρες οὗτοι κατάσκοποι πονηροὶ ὑπάρχουσι, καὶ διὰ τοῦτο ἦλθον εἰς Αἴγυπτον. Συλλάβετε αὐτοὺς καὶ δήσατε ἀσφαλῶς· κατασκοπῆσαι γὰρ τὴν γῆν ἡμῶν εἰσεληλύθασιν ὧδε. Οἱ δὲ ἔντρομοι γεγόνασι, καὶ μετὰ φόβου ἀπεκρίναντο αὐτῷ, λέγοντες· μὴ γένοιτο, κύριε· ἀλλ᾽ ἐσμὲν πάντες ἀδελφοί, τέκνα ἑνὸς πατρὸς δικαίου, καί ποτε δώδεκα ἦμεν τὸν ἀριθμόν, καὶ ὁ εἷς ἀνῃρέθη ὑπὸ θηρίου πονηροῦ, πάγκαλος γενόμενος καὶ φίλτατος τῷ πατρὶ αὐτοῦ, καὶ πενθεῖ αὐτὸν ὁ πατὴρ αὐτοῦ μέχρι τῆς ἡμέρας ταύτης. Ὁ δὲ ἀδελφὸς ἡμῶν ὁ ἄλλος μετὰ τοῦ πατρὸς ἡμῶν ἐστιν ἐν γῇ Χαναὰν παρηγορῶν αὐτόν. Ἔτι δὲ μετὰ θυμοῦ ἀπεκρίνατο αὐτοῖς ὁ Ἰωσήφ, λέγων· ἐπειδὴ ἐγὼ τὸν Θεὸν τὸν ἅγιον φοβοῦμαι καὶ σέβομαι, τοῦτο ὑμῖν χαρίζομαι.

Λάβετε τὸν σῖτον, καὶ ταχὺ ὑπάγετε πρὸς τὸν πατέρα ὑμῶν, ἐάν ἐστε ἀληθεῖς· καὶ τὸν ἀδελφὸν ὑμῶν, ὃν φιλεῖ ὁ πατὴρ ὑμῶν, ἀγάγετε πρός με ἐνταῦθα, καὶ εἶθ᾽ οὕτω πιστεύσω ὑμῖν.

Καὶ λαβόντες τὸν σῖτον ἀπῆλθον πρὸς τὸν πατέρα αὐτῶν λυπούμενοι εἰς γῆν Χαναάν, καὶ ἀπήγγειλαν αὐτῷ τὰς πεύσεις τὰς πονηρὰς καὶ τὸν θυμὸν τοῦ ἀνδρός. Καὶ λίαν ἐλυπήθη ὁ πατὴρ αὐτῶν ἐπὶ τούτοις τοῖς ῥήμασι, καὶ ἔφη ἐν στεναγμοῖς· τί τοῦτο ἐδράσατε; Ἵνα τί εἴπατε τῷ δεσπότῃ τῆς Αἰγύπτου ὅτι ἄλλον ἀδελφὸν ἔχετε ὧδε; Οἱ δὲ ἀπεκρίναντο αὐτῷ· αὐτὸς ἐπηρώτησεν ἡμᾶς καὶ τὴν συγγένειαν ἡμῶν ἐν πάσῃ ἀκριβείᾳ. Λέγει αὐτοῖς ὁ Ἰακώβ· ἀποθανοῦμαι μᾶλλον ἢ ὑμεῖς λήψεσθε τὸν Βενιαμὶν ἀπὸ τοῦ κόλπου μου. Τοῦ δὲ λιμοῦ κατεπείγοντος, λέγει αὐτοῖς ὁ Ἰακώβ· ἐὰν ἐγὼ μόνος ἠτεκνώθην ἐκ Ῥαχήλ, καὶ τῶν ἐμῶν φιλτάτων υἱῶν ἐστερήθην, ὡς λέγετε, ἀναστάντες, λάβετε δῶρα ἐν χερσί, καὶ τὸν ἀδελφὸν ὑμῶν, καὶ ὑπάγετε ἅμα.

Καὶ ἐποίησαν, καθὰ συνέταξεν αὐτοῖς ὁ Ἰακώβ. Καὶ ἐλθόντων αὐτῶν εἰς Αἴγυπτον ἐν φόβῳ μεγάλῳ, προσεκύνησαν ἅπαντες ἔμπροσθεν τοῦ Ἰωσήφ· ὡς δὲ εἶδεν ὁ Ἰωσὴφ Βενιαμίν, τὸν ἴδιον ἀδελφόν, παρεστῶτα μετὰ φόβου καὶ δειλίας, ἐκινήθη τὰ σπλάγχνα αὐτοῦ πάνυ, καὶ ἐζήτει περιλαβεῖν καὶ φιλῆσαι αὐτόν, καὶ ἠρώτα αὐτόν· ζῇ ὁ πατήρ; Ὁ δὲ μετὰ φόβου λέγει· ζῇ ὁ δοῦλός σου, ὁ πατὴρ ἡμῶν.

Λέγει αὐτῷ πάλιν· ἆρα ἔχει τὸν Ἰωσὴφ ἐν καρδίᾳ; Ὁ δὲ ἔφη· ναί, πάνυ ἔχει αὐτὸν ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ φλέγεται δι᾽ αὐτόν. Μὴ δυνάμενος δὲ αὐτὸν περιλαβεῖν ἢ ἐρωτᾶν, εἰσῆλθεν ἐν τῷ κοιτῶνι, καὶ ἐδάκρυσε πικρῶς· ἐν τῇ ὥρᾳ γὰρ ἐκείνῃ, ὅτε εἶδε τὸν ἀδελφὸν αὐτοῦ, παραχρῆμα ὑπεμνήσθη τοῦ καλοῦ γήρως Ἰακώβ· καὶ ἔλεγεν ἐν δάκρυσι· μακάριοι οἱ βλέποντες τὸν ἅγιον χαρακτῆρα τοῦ σοῦ γήρως, καλὲ πάτερ. Ὥς γε οἶμαι, οὐδὲ ὅλη ἡ βασιλεία μου καὶ ἡ δόξα ἀντάξια τοῦ σοῦ γήρως, καλὲ πάτερ. Καὶ ἤθελον τοῦ πείθεσθαι ἐκ στόματος Βενιαμίν, εἰ ἔχεις με ἐν καρδίᾳ καὶ ποθεῖς με, ὡς ἐγὼ σέ. Χάριν τούτου ἠνάγκασα τοὺς ἀδελφούς μου μετὰ δόλου κατενέγκαι μεθ᾽ ἑαυτῶν Βενιαμὶν τὸν ἐμὸν ἀδελφόν· οὐ γὰρ αὐτοὺς ἐπίστευσα λέγοντάς μοι τὰ περὶ σοῦ, ὅτι πατέρα ἔχομεν καὶ ἀδελφὸν μικρότερον. Ἐγὼ γὰρ ἐνόμιζον ὅτι φθόνῳ φερόμενοι ἀπέκτειναν καὶ τὸν φίλτατον υἱόν σου τὸν μικρότερον, Βενιαμίν, καὶ πλεῖον ἔβαλον τὴν ψυχήν σου εἰς ᾅδην ἐν ὀδύνῃ, καθ᾽ ὃν τρόπον καὶ ἐμὲ ἀπέκτειναν τῇ προθέσει αὐτῶν. Ἐμίσησαν γὰρ τοὺς δύο ἡμῶν, ὅτι ὁμομήτριοι ὑπάρχομεν, ἐγώ τε καὶ Βενιαμίν. Οἶδα, πάτερ, ὅτι σφόδρα λυπήσῃ περὶ ἡμῶν, καὶ νῦν μάλιστα περισσῶς καταπεπόθηται τὸ γῆράς σου διὰ τὸν ἀδελφόν μου τὸν Βενιαμίν. Καὶ ἰδοὺ κἀγὼ σφοδρῶς ἀλγῶ κατανοῶν τὴν θλῖψίν σου, ὅτι οὐδεὶς ἐξ ἡμῶν παρειστήκει τῷ γήρᾳ σου.

Οὐκ ἤρκεσε τὸ ἐμὸν πένθος τὸ πρότερον, ἀλλὰ καὶ ἄλλο ἐπ᾽ ἄλλο πένθος προσετέθη σοι, πάτερ. Ἐγώ εἰμι ὁ αἴτιος τῶν κλαυθμῶν τῶν σῶν καὶ τῶν ὀδυρμῶν. Ἀποτόμως γὰρ ἔπραξα κατενέγκας τὸν Βενιαμίν· ἀλλ᾽ ἡ ἀκοὴ ἡ περὶ σοῦ ἠνάγκασέ με τοῦτο πρᾶξαι, βουλόμενος μαθεῖν εἰ ἀληθῶς ζῇ ὁ πατήρ μου. Τίς δώσει μοι πάλιν ἰδεῖν τὸν ἅγιόν σου χαρακτῆρα, καὶ ἐμπλησθῆναι τοῦ προσώπου σου τοῦ ἀγγελικοῦ;

Εἶτα κλαύσας πικρῶς ἐν τῷ κοιτῶνι, νιψάμενος τὸ πρόσωπον, ἐξέρχεται ἱλαρῶς. Κελεύει πάντας εἰσαχθῆναι εἰς τὸν οἶκον τοῦ συνεστιάσαι αὐτῷ. Ἀκούσατε, ἀδελφοί μου, πῶς πάντοθεν εἰς δειλίαν αὐτοὺς ἄγει ὁ Ἰωσήφ· ἕνα γὰρ ἕκαστον ἐκέλευσεν ἀνακλιθῆναι κατ᾽ ὄνομα καλῶν καὶ κατὰ τάξιν, ὡς ἐτέχθησαν. Καὶ ἐκέχρητο ἑκάστῳ σχήματι μαντευόμενος εἰς τὸ κόνδυ· ποτήριόν ἐστιν ἀργυροῦν ὃ ἐκράτει ἐν τῇ χειρὶ αὐτοῦ. Τίθησι μὲν τὸ κόνδυ καὶ ἔκρουε τῷ δακτύλῳ τῆς δεξιᾶς αὐτοῦ, καὶ τὸ κόνδυ κρουόμενον ἦχον μέγαν ἀνέπεμπεν εἰς τὰς ἀκοὰς τῶν παρεστηκότων τῇ οἰκίᾳ. Εἶτα κρούσας ἅπαξ, ἔφη· πρῶτός ἐστι Ῥουβήμ, πρῶτος ἀνακλιθήτω κατὰ τιμήν. Κρούσας δὲ πάλιν, ἀνέδειξε τὸ ὄνομα τοῦ δευτέρου, λέγων· οὗτος Συμεὼν ὁ δεύτερος· ἀνακλιθήτω κατὰ τὴν γέννησιν. Κρούσας δὲ πάλιν τὸ τρίτον, ἔφη· Λευῒ ἀνακλιθήτω καὶ τιμηθήτω. Καὶ οὕτω πάντας ἀνέκλινε κατ᾽ ὄνομα καλῶν αὐτοὺς καὶ κατὰ τάξιν. Εἰς ἔκστασιν οὖν αὐτοὺς ἤνεγκε περὶ τούτου καὶ πλείονα δειλίαν, ὥστε αὐτοὺς λογίζεσθαι ὅτι οὗτος πάντας οἶδε, μήτι γε ἄρα ἐπίσταται ἐκ τούτου. Καὶ πλείονα δειλίαν εἶχον διὰ τὸ κόνδυ μᾶλλον, καὶ πρὸς ἀλλήλους ἐνενόουν λέγοντες ἕκαστος ὅτι ἡμεῖς τὸ πρότερον εἴπομεν ψευδόμενοι ἐκ θηρίου πονηροῦ τὸν Ἰωσὴφ ἀναιρεῖσθαι. Καὶ ἦσαν χειμαζόμενοι ἱκανῶς περὶ αὐτοῦ.

Ἵνα δὲ τὴν ὑπόνοιαν αὐτῶν ἀφέλῃ, ἐκ τῆς ἰδίας τραπέζης μερίδας αὐτοῖς δίδωσι, πλείονας δὲ τῷ ἰδίῳ ἀδελφῷ· τῷ Βενιαμὶν δεκαπλασίονα δέδωκεν ὑπὲρ τοὺς ἄλλους. Τί δήποτε τοῦτο ποιῶν τοῖς ἀδελφοῖς καὶ ἐκ τοῦ κόνδυ δεικνύει τὸ ὄνομα ἑκάστου; Ἵνα μεῖζον τὸ ἔγκλημα ποιήσῃ αὐτοῖς.

Τότε ἐκέλευσε τῷ ἰδίῳ ἐπιτρόπῳ, ἵνα δώσῃ αὐτοῖς σῖτον εἰς πλησμονὴν ἄνευ τιμῆς, καὶ ἐν τῷ μαρσίππῳ Βενιαμὶν ἀποθεῖναι λάθρα τὸ κόνδυ, καὶ ἐν τάχει ἀπολύει αὐτοὺς μετὰ χαρᾶς. Ὡς δὲ μικρὸν ἀπέστησαν τῆς πόλεως χαιρόμενοι, κατέλαβεν αὐτοὺς δρόμῳ ὁ ἐπίτροπος τοῦ Ἰωσήφ, βαρέα ῥήματα λέγων αὐτοῖς, καὶ ὑβρίζων ἐν ἀπειλαῖς, κλέπτας αὐτοὺς ἀποκαλῶν, καὶ ἀναξίους τῆς τιμῆς γενέσθαι.

Οἱ δὲ ἀπεκρίναντο τῷ ἐπιτρόπῳ, ὅτι γε καὶ τὸ πρότερον χρυσίον εὕρομεν ἐν τοῖς μαρσίπποις ἡμῶν, καὶ ἐνέγκαμεν τῷ κυρίῳ ἡμῶν. Νῦν δὲ τὸ κόνδυ εἴχομεν κλέψαι τοῦ κυρίου σου; Μὴ γένοιτο! Ὁ δὲ ἔφη αὐτοῖς· τοὺς μαρσίππους ὑμῶν ῥίψατε, ἵνα ἐρευνήσω. Καὶ σπεύσαντες κατήνεγκαν τοὺς μαρσίππους ἐκ τῶν ζώων· καὶ εὑρέθη τὸ κόνδυ ἐν τῷ μαρσίππῳ Βενιαμίν. Ἰδόντες δὲ διέρρηξαν τὰ ἱμάτια αὐτῶν, καὶ ἤρξαντο μετὰ πολλῆς ἀπειλῆς ἐγκαλεῖν καὶ ὑβρίζειν καὶ τὴν Ῥαχὴλ ἅμα καὶ τὸν Ἰωσὴφ σὺν μητρὶ καὶ ἀδελφῷ λέγοντες· ὑμεῖς σκάνδαλον ἐγενήθητε τῷ πατρὶ ἡμῶν· σὺ καὶ Ἰωσήφ, τὰ τέκνα τῆς Ῥαχήλ. Ἰωσὴφ βασιλεῦσαι ἐφ᾽ ἡμᾶς ἐβούλετο, σὺ δὲ πάλιν, ὁ ἀδελφὸς αὐτοῦ, ἐν αἰσχύνῃ καὶ ὀνειδισμῷ κατέστησας ἡμᾶς. Οὐχ ὑμεῖς ἐστε τὰ τέκνα τῆς Ῥαχὴλ τῆς κλεψάσης τὰ εἴδωλα τοῦ πατρὸς αὐτῆς, καὶ εἰπούσης ὅτι οὐκ ἔκλεψα;

Καὶ ὑψώσας τὴν φωνὴν αὐτοῦ Βενιαμὶν μετὰ κλαυθμοῦ καὶ ὀδυρμοῦ ἤρξατο ἕνα ἕκαστον πληροφορεῖν αὐτοὺς καὶ λέγειν· ἰδού, αὐτὸς ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἐπίσταται, ὁ παραλαβὼν τὴν Ῥαχήλ, καθὼς αὐτὸς ἠθέλησεν, ὁ γινώσκων τὸν θάνατον τοῦ παγκάλου Ἰωσήφ, ὃς τηρεῖ τὸν Ἰακὼβ εἰς παραμυθίαν διὰ τὸν χωρισμὸν Ἰωσήφ, νῦν δὲ πάλιν παρακαλεῖ αὐτὸν ἀοράτως, καθὼς οἶδεν, ὁ βλέπων πάντα ἡμῶν πάντων καὶ ἐτάζων καρδίας καὶ νεφρούς, αὐτὸς γινώσκει τὸ κόνδυ τοῦτο, ὥς φατε, οὐκ ἔκλεψα αὐτό, οὐδὲ πάλιν τοιαύτην ἐνθύμησιν ἔσχον περὶ αὐτοῦ. Οὕτως ἴδω τὰς ὁσίας πολιὰς τοῦ Ἰακώβ, ὅπως φιλήσω τὰ γόνατα αὐτοῦ μετὰ χαρᾶς. Οὐκ ἔκλεψα τὸ κόνδυ τοῦτο. Οἴμοι, οἴμοι, Ῥαχήλ, τί γέγονε τὰ τέκνα σου! Ἰωσὴφ ὁ πάγκαλος, καθὼς λέγουσιν, ἐκ θηρίων ἀνῃρέθη. Ἰδοὺ πάλιν ἐγώ, μῆτερ, ἄφνω κλέπτης ἐγενόμην, καὶ οὐκ οἶδα πῶς. Ἐν γῇ ἀλλοτρίᾳ κατέχομαι εἰς δουλείαν.

Ἰωσήφ, ἐν ἐρήμῳ ἐκ τοῦ θηρίου βιβρωσκόμενος, ἐβόησεν ἵνα εὕρῃ τὸν ῥυόμενον, καὶ οὐχ εὗρεν. Ἰδοὺ πάλιν ἐγώ, ὧ μῆτερ καλή, τοὺς ἀδελφούς μου πληροφορῶ, καὶ οὐκ ἔστιν ὁ ἀκούων καὶ πιστεύων με τὸ σὸν τέκνον.

Καὶ λαβόντες ὑπέστρεψαν εἰς τὴν πόλιν πρὸς Ἰωσήφ, μὴ ἔχοντες ἀπολογίαν περὶ τούτου. Ὑπολαβὼν δὲ Ἰωσὴφ ἔφη αὐτοῖς μετὰ θυμοῦ· τοῦτό ἐστι τὸ ἀνταπόδομα τῶν ἐμῶν εὐεργεσιῶν; Διὰ τοῦτο ἐγὼ ὑμᾶς ἐτίμησα, ἵνα ὑμεῖς τὸ κόνδυ μου ἀφέλησθε ἐν ᾧ οἰωνίζομαι; Οὐκ εἶπον ὑμῖν, ὅτι οὐκ εἰρηνικοὶ ἀλλὰ κατάσκοποί ἐστε; Διὰ δὲ τὸν φόβον τοῦ Θεοῦ τοῦτο ἐγὼ πράττω, τὸν κλέψαντα τὸ κόνδυ μου τοῦτον ἐγὼ κρατῶ εἰς δουλείαν ἐμοί. Ὑμεῖς δὲ πορεύεσθε μετὰ σωτηρίας.

Καὶ προσελθὼν εἷς ἐξ αὐτῶν, ὀνόματι Ἰούδας, ἐγονυπέτει καὶ παρεκάλει λέγων· μὴ ὀργισθῇς, κύριε, ἵνα λαλήσω. Αὐτὸς ἡμᾶς ἠρώτησας παῖδάς σου λέγων, εἰ ἔχετε πατέρα ἢ ἀδελφόν· καὶ εἴπομεν· ὅτι ἐστὶν ὁ πατὴρ ἡμῶν δοῦλος σός, ἐσχηκὼς δύο τέκνα παμφίλτατα, ὑπὲρ πάντας ἡμᾶς· καὶ τὸν μὲν ἕνα θηρίον ἐσπάραξεν ἐν ὄρεσι, καὶ ὁ πατὴρ πενθεῖ αὐτὸν καθ᾽ ἑκάστην ὥραν, καὶ ἐν ὀδύνῃ καὶ στεναγμῷ ὑπάρχει ἄχρι τοῦ νῦν, καὶ σχεδὸν εἰπεῖν ὅτι καὶ ἡ γῆ πενθεῖ εἰς τὴν φωνὴν αὐτοῦ· τὸν δὲ ἄλλον μεθ᾽ ἑαυτοῦ κρατεῖ εἰς παρηγορίαν ἀντὶ τοῦ πρώτου τέκνου· νῦν δὲ καθὼς ἐκέλευσας, ἠγάγομεν τὸν ἀδελφόν, καὶ εὑρέθημεν οἱ παῖδές σου ἐν δεινῇ ἀδικίᾳ. Ἐγὼ ἱκετεύω, ἵνα ἔσομαί σοι οἰκέτης ἀντὶ τοῦ παιδὸς τούτου. Μόνον ἀπελθέτω ὁ παῖς σὺν τοῖς ἀδελφοῖς πρὸς τὸν πατέρα, ὅτι αὐτὸν ἐγὼ ἐκδέδεγμαι ἐκ τοῦ πατρός μου, καὶ ἀπελθεῖν χωρὶς αὐτοῦ πρὸς τὸν πατέρα οὐ δύναμαι, ἵνα μὴ ἴδω τὸν τοῦ πατρός μου πικρὸν θάνατον.