Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν προφήτην Ἠλίαν

Ἐφραίμ ὁ Σύρος

Ο ζήλος του προφήτη Ηλία και η επιβολή της ανομβρίας

Η οργή του προφήτη για την ειδωλολατρία του λαού, η σφράγιση των ουρανών, η δοκιμασία στον χείμαρρο και οι ολέθριες συνέπειες της ξηρασίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Λόγος εἰς τὸν ἅγιον Ἠλίαν, τὸν προφήτην Ἡσυχίαν δότε μοι, κλίνατε τὰς ἀκοὰς ἐκφράσαι διήγησιν τοῦ ἁγίου καὶ ἐνδόξου Ἠλιού, ὅσπερ τῆς θερμότητος ζῆλον ἐπεδείξατο, ἀεὶ πάντας σπεύδων Θεῷ μόνῳ προσκυνεῖν. Ὡς εἶδε λαὸν πολλὰ ἀθέμιτα πράττοντα, ἐκνεύσαντας ἐκ Θεοῦ εἴδωλα προσκυνοῦντας, θυμοῦ πλησθεὶς καὶ ζήλου, ὄμμα τείνας, οὐρανὸν γλώσσῃ τοξεύσας, λόγῳ τὸν οὐρανὸν ἔφθασεν. Ἰδών τε οὕτω λαὸν πλανώμενον ὑπὸ δαίμονος, παρῄνει πειρώμενος ἐκ τῆς πλάνης ἀποσπᾶν.

Ἰδὼν Ἠλίας ταπεινωθέντα λαὸν πλήθει εἰδώλων, καὶ πάντας τοὺς προφήτας ἐξ ἀνόμων κτανθέντας, ζήλου πλησθεὶς καὶ πολλοῦ θυμοῦ, ἐπὶ λαὸν ἄνομον λόγον ὅρκου ἐκπέμψας τὸν οὐρανὸν ἔδησε, τὰ νέφη ἐσφράγισε τοῦ μὴ βρέχειν, τὸν εὔσπλαγχνον Θεὸν ἔπεισε λόγον δούλου τελέσαι. Βουλόμενος ἐνδεῖξαι τοῖς πταίσασι τὴν ἰσχὺν τοῦ ἀγαθοῦ Δεσπότου, κατ᾽ αὐτοῦ αὐτοῖς ὀμνύει λέγων· ζῇ γάρ, φησί, Κύριος, οὗ ἐνώπιόν εἰμι, οὐ μὴ ἔλθῃ ὑετὸς ἢ δρόσος ἐπὶ τὴν γῆν, εἰ μὴ διὰ στόματος λόγων ἐμῶν χειλέων.

Θαῦμα γὰρ παράδοξον ἐγένετο παρ᾽ αὐτῷ! Ὁ γὰρ εὔσπλαγχνος Θεὸς λόγον εὐθὺς ἀκούσας δούλου ζῆλον ἔχοντος, κατ᾽ αὐτοῦ ὀμόσαντος, εὐθὺς ἀνεπλήρωσε τὴν ἐκείνου κατ᾽ αὐτῶν ἐν τῷ θεϊκῷ ζήλῳ γενομένην πρόρρησιν. Κλεισθέντος δὲ οὐρανοῦ καὶ σφραγισθέντων νεφῶν, ἅπαντα ἐξηράνθη ἀπὸ προσώπου τῆς γῆς. Ἄμπελος ἐξηράνθη, σῖτος οὐκ ἐβλάστησε, πᾶν δένδρον καρποφόρον ἀπέκρυψε τοὺς καρπούς.

Ἡ γῆ καρπὸν οὐκ ἔδωκε, χλόη οὐκ ὤφθη ἐν τῇ γῇ, καὶ ἁπλῶς ὁμοῦ πᾶν χλοερὸν ἀπὸ τῆς γῆς ἐκρύβη, καὶ τὰ ἐν αὐτῇ δένδρα ἠφανίσθη ἐξ αὐτῆς, ἐκλείψασιν ὕδασιν ἀποφάσει Ἠλιού. Οὐρανοῦ οὖν δεθέντος τοῦ μὴ βρέξαι ὑετόν, ὁ εὔσπλαγχνος ἐπλήρου τὴν ἀπόφασιν Ἠλιοῦ· καί γε μὴ βουλόμενος ἐπίορκον ἐνδεῖξαι τὸν δοῦλον ὁ Δεσπότης ὀμόσαντα κατ᾽ αὐτοῦ πληρῶσαι τὸν ὅρκον, ἐπειρᾶτο τοῦ λοιποῦ τὸν δοῦλον μεταβαλεῖν ἐξ ὀργῆς εἰς οἰκτιρμούς. Ἐπέτρεψε γὰρ αὐτῷ ἐν χειμάρρῳ καθῆσθαι καὶ τροφὴν ἀπέστειλε δι᾽ ὀρνέου τοῦ κόρακος. Ὅμως δὲ ὁ εὔσπλαγχνος θέλων τὸν κόσμον σῶσαι, μεταβαλῶν Ἠλίαν ἐξήρανε τὸ ὕδωρ, ὅπως τούτου διψήσας καὶ συχνὸς τοῖς πταίσασι λύσῃ τὴν ἀπόφασιν, ἣν ζηλώσας ἔδησεν. Ὁ δὲ θερμὸς ζηλωτὴς οὐδὲ οὕτως ἔκλινε λῦσαι ἅπερ ἔδησεν, ἀλλ᾽ ἔμεινεν ἄκαμπτος.

Ὁ δὲ Κύριος ὡς εἶδε τὸν Ἠλίαν τῇ πολλῇ μένοντα ὠμότητι καὶ ἀνένδοτον ὄντα, ἄλλην ἀφορμὴν προσφέρει τῷ δικαίῳ· ἄπελθε, φησίν, εἰς Σαραφθίαν τὴν πόλιν. Ἰδοὺ γὰρ ἐντέλλομαι 〈ἐκεῖ〉 χήρᾳ γυναικὶ ὥστε διαθρέψαι σε ἐν τοσαύτῃ ἀνάγκῃ.

Ὢ εὐσπλαγχνία Θεοῦ! Μακρᾶς ὁδοῦ προστάττει τῷ δικαίῳ βαδίσαι, ἵνα διερχόμενος διὰ τῆς οἰκουμένης θεωρήσῃ τὴν φθορὰν τῆς γῆς καὶ τὰ ἐν αὐτῇ, καὶ λύσῃ τὸν οὐρανόν. Ἦν 〈γὰρ〉 ἰδεῖν πρεσβύτας φθειρομένους ἐν λιμῷ, νεανίσκους δὲ πάλιν εὐμεγέθεις τῷ εἴδει, τοὺς τρόπαια καὶ νίκας ἐν πολέμοις στήσαντας, ἄφνω πίπτοντας χαμαὶ καὶ τὸ ζῆν ἐκλείποντας. Ὁμοίως δὲ καὶ βρέφη μασθοὺς ἕλκοντα μητέρων ἔθνῃσκον οὐκ ἔχοντα γάλα εἰς διατροφήν. Ἐξεδίδου ἡ μήτηρ τὸν 〈μασθὸν ἴδιον〉, τὸ δὲ γάλα οὐκέτι ἠδύνατο παρασχεῖν, διὰ τὸ ξηρανθῆναι τὴν θηλὴν ἐκ τοῦ λιμοῦ καὶ διὰ τὸ τὴν σάρκα ἐκ τῆς δίψης τηχθῆναι· λαμβάνον τε τὸ βρέφος τὸν μασθὸν κατέτεινεν ἐν τῷ στόματι ἕλκον, τροφὴν δὲ οὐχ εὕρισκε. Συνέβαινε πολλάκις ἐν τῷ εἶναι τὸν μασθὸν ἐν τῷ στόματι τοῦ βρέφους ἐκλείπειν τὸ νήπιον· συνέκλεισε δὲ ἐν τάφῳ καὶ τὴν τούτου μητέρα. Συνεῖχε δὲ ἅπαντας συμφορὰ ἀνείκαστος· νύμφη γὰρ καὶ νυμφίος ἐν παστῷ ἀπέθνῃσκον καὶ ἀντὶ εὐφροσύνης σφοδρὸν πένθος ἤγειραν· καὶ ὁρῶντος τοῦ πατρὸς τελευτᾷ ὁ υἱός· ὁ δὲ τοῦτον γεννήσας προσκομίσας ἔθαψεν. Ἐν δὲ τῷ ὑποστρέφειν αὐτὸν εἰς τὴν οἰκίαν εὗρε τὴν θυγατέρα ἐκπνεύσασαν ἐκ λιμοῦ· καὶ νομίσας εὑρεῖν ἐν τῷ οἴκῳ ἄνεσιν εὗρε διπλῆν συμφοράν, τεθνηκυίας τῆς παιδός. Ὁ δὲ καὶ ἐπὶ ταύτην δείξας σφοδρὸν κοπετόν, κατέθετο ἐν τῇ γῇ καθὰ καὶ τὸ πρότερον.

Ἐν δὲ τῷ εἶναι αὐτὸν ἐν θύραις τοῦ μνημείου ἦλθεν ἐπαγγελία καὶ αὐτὴ ἐλεεινή· ὅτι ἐτελεύτησεν ἀδελφὸς ἢ ἀδελφή, ἤ τις ἐκ τῶν συγγενῶν ἢ τῶν γνησίων φίλων. Ἐκεῖνος δὲ ἀκούσας καὶ μὴ φέρων τὴν θλῖψιν τῆς λύπης καὶ τοῦ λιμοῦ ἀπέπνευσεν ἐκεῖσε. Καὶ γέγονεν ὁ τόπος τάφος ὁμοῦ καὶ θάπτης· ἐν γὰρ τῷ θάπτειν ἄλλον εὑρέθη θαπτόμενος. Συνέβη δὲ πολλάκις τὸν κηδεύσαντα, ἵνα ὑφ᾽ ἑτέρου κηδευθῇ ἐν αὐτῇ τῇ ἡμέρᾳ. Ὥσπερ γὰρ τὰ κύματα τῆς θαλάσσης εἰσέρχονται συνεχῆ ἐπάλληλα ἀνέμοις κινούμενα, οὕτως ἤρχοντο τότε συμφοραὶ τοῖς ἀνθρώποις ἐξ ἀνάγκης τοῦ λιμοῦ καὶ τῆς δίψης τῆς πολλῆς. Ἧν γὰρ ἰδεῖν θέαμα χαλεπὸν καὶ σφόδρα ὀδυνηρὸν ναυάγιον ἐν τῇ γῇ, ὡς ἐν ταῖς ἡμέραις Νῶε· οὐ μόνον γὰρ ἄνθρωποι ἀπέθνῃσκον, ἀλλὰ καὶ τὰ κτήνη καὶ τὰ θηρία καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.

Ὦ ζηλωτὰ Ἠλία, νόμιζον ὅτι ἄνθρωποι ἥμαρτον τῷ Κυρίῳ, πλανηθέντες ὑπὸ τοῦ Ἐχθροῦ. Τὰ βρέφη τί ἥμαρτον; Τὰ κτήνη καὶ θηρία καὶ πετεινὰ τί ἥμαρτον; Ὅτι καὶ ταῦτα πάντα ἐξέδωκας τῷ θανάτῳ. Κἂν τούτους ἀναιτίους ὄντας ἐλέησον καὶ δὸς ὑετὸν ἐν τῇ γῇ!

Τῷ δὲ θερμῷ Ἠλίᾳ οὐδὲν τῶν τοιούτων ἔμελλεν. Οἱ πλούσιοι χρημάτων ἐφθάρησαν ἐν λιμῷ, ὁμοίως καὶ ἐν δίψῃ, μὴ ὀφθέντος ὑετοῦ. Ἀλλ᾽ ὁ πάντων Δεσπότης ἀεὶ θέλων οἰκτειρῆσαι τὸ γένος τῶν ἀνθρώπων, πάντα μηχανεύεται ἐφέλκων τὸν Ἠλίαν εὐσπλαγχνίαν ἐνδεῖξαι. Ὡς δὲ οὐκ ἔπεισε διαλλάξαι τὴν ὀργήν, τότε ἐπιπέμπεται δεηθῆναι τῆς χήρας, καὶ αὐτῆς ἐλεεινῆς καὶ πενομένης σφόδρα.