Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν προφήτην Ἠλίαν
Η μετάβαση στα Σαράφθα και το θαύμα της διατροφής
Η υπακοή στη θεία εντολή για μετάβαση στα Σαράφθα, ο διάλογος με τη φτωχή χήρα και η θαυματουργική αστείρευτη παροχή του αλεύρου και του ελαίου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η μετάβαση στα Σαράφθα και το θαύμα της διατροφής
Η υπακοή στη θεία εντολή για μετάβαση στα Σαράφθα, ο διάλογος με τη φτωχή χήρα και η θαυματουργική αστείρευτη παροχή του αλεύρου και του ελαίου.
Ἐπιστὰς δὲ ὁ Ἠλίας ἔνθα ἐπετρέπετο, ἐθεάσατο τὴν χήραν ξυλάρια συλλέγουσαν. Ἐπιγνοὺς οὖν τὴν ἐσχάτην πενίαν, τὴν οὖσαν ἐν αὐτῇ, ᾐσχύνετο τοῦ λαλῆσαι ἢ φθέγξασθαι πρὸς αὐτήν· ἅμα δὲ καὶ ἐρυθριῶν ἐπλήρου τὸ πρόσταγμα, καὶ οἱονεὶ ἀποτολμῶν μετὰ αἰδοῦς ἐφώνησε λέγων· γύναι, λήψῃ δή μοι μικρὸν ὕδωρ, ὅπως πίω· τοῦτο γὰρ ἦν ὃ ἔδησε μὴ δροσίσαι ἐπὶ τὴν γῆν. Καὶ ἡ χήρα πρὸς Ἠλίαν ἐβόησεν· ὦ ζηλωτά, ὅτι ὅρκῳ σῆς γλώττης ἔκλεισας τοὺς οὐρανοὺς τοῦ μὴ δοῦναι ὑετόν, ἐμοὶ ὕδωρ πῶς σὺ ζητεῖς; Ὅπερ τῇ γλώττῃ ἐχαλίνωσας καὶ κατέχεις ξηράνας τὴν γῆν, καὶ θανατοῖς πάντα τὰ ἐν αὐτῇ, πόθεν σοι ὕδωρ δώσω; Ὁ δὲ εὐθὺς κατενύγη ἐπὶ τῷ λόγῳ τῆς χήρας, καὶ ἐκινήθη ἐν αὐτῷ ἐκ μέρους τι ἡ εὐσπλαγχνία.
Ἡ χήρα δὲ ἀκούσασα τὴν φωνὴν τοῦ Προφήτου ὑπέσχετο δοῦναι αὐτῷ ὕδωρ, ὅπερ ᾔτησεν. Ὡς δὲ ἀπῄει ἐκβαλεῖν, ἔτι ἔφησεν Ἠλίας πρὸς αὐτήν· λήψῃ δή μοι ἐν τῇ χειρί σου καὶ ψωμόν, ἵνα φάγωμαι. Ἡ δὲ εὐθέως ἐβόησε πρὸς Ἠλίαν· ζῇ Κύριος ὁ Θεός, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλ᾽ ἢ ὅσον δρὰξ ἀλεύρου τῷ ὄντι ἐν τῇ ὑδρίᾳ μου, ὡσαύτως δὲ καὶ ἔλαιον ὀλίγον ἐν τῷ καμψάκῃ· διὸ ταῦτα συνελεξάμην τὰ ξυλάρια τοῦ ποιῆσαι ἐμοὶ καὶ τῷ τέκνῳ μου, καὶ φαγόμεθα, καὶ ἀποθανοῦμεν.
Ὡς δὲ ταῦτα ἀκηκοώς, καὶ τῇ πείνῃ ἀγχόμενος, ἐν ἑαυτῷ ἐμελέτα λύσιν δεσμῶν ἐπαγαγεῖν· ἀκούσας γὰρ τὰ ῥήματα τῆς χήρας τὰ ἐλεεινά, εὐθὺς φθέγγεται πρὸς αὐτὴν λόγον γέμοντα οἰκτιρμῶν· εἴσελθε οὖν καὶ ποίησον πρῶτον ἐμοὶ ἐγκρυφίαν, καὶ εἶθ᾽ οὕτω ποίησον καὶ τῷ υἱῷ σου. Τάδε λέγει Κύριος· οὐκ ἐκλείψει ἡ ὑδρία τοῦ ἀλεύρου, οὔτε τὸ ἔλαιον ἐν τῷ καμψάκῃ, ἕως ἂν δῴη Κύριος ὑετὸν ἐπὶ τὴν γῆν, καὶ βλαστήσῃ, ὡς καὶ πρῴην, τροφὴν πᾶσι τοῖς ἐν αὐτῇ. Ὡς καὶ μὴ θέλων ἔγραφε λύσιν τῶν δεσμῶν τοῦ οὐρανοῦ· ὁ κόπος γὰρ τῆς πείνης τοῦτο ἑαυτὸν πράττειν ἠνάγκαζεν. Εὐθὺς δὲ εἰσδραμοῦσα ἐσπούδασε τοῦ τελέσαι τὸν λόγον αὐτοῦ, ὅνπερ ἔφησε πρὸς αὐτήν, νοήσασα ἐν Πνεύματι αὐτὸν εἶναι τὸν προφήτην Ἠλίαν, τὸν δήσαντα οὐρανὸν ἐν λόγῳ τῆς αὑτοῦ γλώττης, ἅμα δὲ καὶ πιστεύσασα τοῦ ἐκτελέσαι ἅπαντα, ὅσα πρὸς αὐτὴν ἔφησεν ὁ δίκαιος. Ὡς δὲ λοιπὸν ὁ Ἠλίας κατῴκησε σὺν τῇ χήρᾳ, καὶ ἐμπλησθεὶς ἐνέμεινεν ὠμότητι τῇ προτέρᾳ, πέμπει ὁ Θεὸς θάνατον τῷ παιδαρίῳ τῆς χήρας, ἐφέλκων δὲ τὸν Ἠλίαν τοῦ προστάξαι λύσιν δεσμῶν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.