Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν προφήτην Ἠλίαν

Ἐφραίμ ὁ Σύρος

Ο θάνατος και η ανάσταση του υιού της χήρας

Η αιφνίδια απώλεια του παιδιού ως θεία παιδαγωγία, ο θρήνος της μητέρας, η μεσιτική προσευχή του προφήτη και ο διάλογός του με τον Θεό που καταλήγει στην ανάσταση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Ἡ δὲ χήρα ὅτε εἶδε θάνατον τοῦ υἱοῦ αὐτῆς, προσελθοῦσα τῷ Προφήτῃ μετὰ δακρύων εἶπεν αὐτῷ· οἴμοι, Θεοῦ προφῆτα, ὑπὲρ πάντας ζηλωτά, 〈τί〉 ταύτην μοι τὴν ὀδύνην τῇ ψυχῇ συνέβαλες, καὶ θρῆνον ἀνίατον! Τί ζῶ ἐγὼ ἐν τῇ γῇ ἡ ἀθλία 〈μήτηρ〉, ἐπεὶ τέκνον, ὃ εἶχον, παρέδωκας εἰς θάνατον; Ἔγνων ἐγὼ διὰ σὲ τοῦτο θανεῖν· πρὶν γὰρ ἔλθῃς ἐνταῦθα, εὐρώστει μου ὁ υἱός· ἐν γὰρ λιμῷ χαλεπῷ καὶ δίψῃ ἀνεικάστῳ, σοῦ ἄξαντος ἐν τῇ γῇ, τραφέντες ἐζήσαμεν· νῦν δὲ σὺ ἐλθὼν πρός με τροφεὺς ὤφθης βρωμάτων, ὄλεθρος δὲ τέκνου οὗ εἶχον μονογενοῦς. Ἀναψύξασα λιμοῦ, ἐκλιμπάνω τοῖς θρήνοις· νομίζουσα βοηθεῖσθαι, καὶ ἔσχον προδότην· σύνοικόν σε λαβοῦσα, ἐσυλήθην τὸν υἱόν. Θρέψας ἡμᾶς ἐν λιμῷ, ἐξέδωκας θανάτῳ· ἔθρεψας θανατώσας μονογενῆ, ὃν εἶχον. Ἣν γὰρ εἶχον ἐλπίδα, ἐμὲ σὺ ἐστέρησας· ὅνπερ εἶχον ὀφθαλμὸν τῷ θανάτῳ ἔσβεσας. Ἐμὴν παραμυθίαν, σοῦ ἐλθόντος, ἀπόλλω. Εἰς τὴν σὴν συνάντησιν τὸν υἱόν μου ἐστερήθην· σοῦ γὰρ ἐλθόντος πρός με τέθνηκέ μου τὸ τέκνον. Πικρᾷ πτώσει πέπτωκα στερηθεῖσα υἱοῦ ποθητοῦ!

Τί γάρ μοι ὄφελος τοῦ λοιποῦ ἄλευρα καὶ ἔλαιον εἰς πλησμονὴν βρωμάτων, τοῦ υἱοῦ μου θανέντος; Συνέφερέ μοι μᾶλλον ἅμα πάντων φθείρεσθαι, καὶ μὴ ἐν τῇ πλησμονῇ στερηθῆναι τοῦ υἱοῦ μου. Τίς γὰρ ταῦτα τοῦ λοιποῦ φάγῃ, ἅπερ ἔδωκας;

Ἢ ποῖά μοι τὰ κέρδη ἔχειν τροφὰς εἰς πλησμονήν, στερηθεῖσα τῆς δόξης τοῦ μονογενοῦς μου υἱοῦ, οὗ εἶχον; Ἀπόλλυμαι θρηνοῦσα καὶ στενάζουσα δι᾽ αὐτόν. Ὡς εἴθε μὴ εἶδόν σε, μηδὲ συντυχίαν σου εἶχον ἀκοῦσαι· οὐ γὰρ ἤθελον στερηθῆναι τοῦ φιλτάτου μου τέκνου.

Ἦν 〈γὰρ〉 ἰδεῖν τὴν χήραν ταύτην καταλέγουσαν ὀδυρμὸν καὶ δάκρυα πρὸς τοῖς ποσὶν Ἠλίᾳ. Ὡς δὲ ταῦτα ἤκουσεν ὁ ζηλωτὴς Ἠλίας, ἀθυμήσας τῇ ψυχῇ εἰς προσευχὴν ἔσπευσε, καὶ στὰς τὸν Θεὸν παρεκάλει λέγων· λῦσον, Δέσποτα, δεσμὰ θανάτου ἐκ τοῦ υἱοῦ τῆς χήρας, καὶ ἀνάστησον αὐτόν. Ὁ δὲ εὔσπλαγχνος Θεὸς φωνῇ ἔφη πρὸς αὐτόν· λῦσον σὺ τὸν οὐρανόν, ὃν τῇ γλώττῃ ἔδησας, καὶ τότε κἀγὼ λύω θανάτου δεσμά, ἅπερ οἰκονομικῶς χάριν σοῦ ἐπήγαγον· βλέψον καὶ ἴδε, Ἠλία, πόσα πλήθη ἐφθάρη πρεσβυτῶν τε καὶ νέων, βρεφῶν ἅμα μητέρων. Ὅρα 〈καὶ〉 ἴδε δάκρυα πάσης τῆς οἰκουμένης· πῶς θρηνοῦντες πίπτουσι δεόμενοι ὑετοῦ!

Μίαν μόνην γυναῖκα ὁρῶν δακρύουσαν χάριν τοῦ υἱοῦ αὐτῆς δοκεῖς εἶναι εὔσπλαγχνος, πᾶσα δὲ οἰκουμένη ὀλοφυρομένη δακρύει, καὶ ὁρῶν παραβλέπεις, ἕως πάντα ἐκλίπῃ; Οἶδα ὅτι ζηλώσας τὴν παιδείαν ἐπήνεγκας· ἐπίσταμαι, Ἠλία, μὴ εἶναί σοι ὅμοιον. Τότε λέγει Ἠλίας πρὸς τὸν Δεσπότην αὐτοῦ· δὸς ζωὴν τῷ παιδίῳ καὶ λύω τὸν οὐρανόν. Μόνον ἀπάλλαξόν με ἐκ τῶν θρήνων τῆς χήρας, ἵνα μὴ ἐπὶ πλεῖον κλαίουσα ἐκθλίβῃ με.

Ζήσαντος δὲ τοῦ παιδός, καὶ λαβὼν αὐτὸν Ἠλίας, ἔδωκε τῇ ἰδίᾳ μητρί. Ἡ δὲ χήρα λαβοῦσα τὸν ἑαυτῆς υἱὸν μετὰ χαρᾶς μεγάλης λέγει πρὸς τὸν Ἠλίαν· νῦν ἔγνων σε ἀληθῶς ὄντα ἄνθρωπον τοῦ Θεοῦ, καὶ ῥῆμα ἀληθινὸν εἶναι ἐν τῷ στόματί σου.