Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν τίμιον καὶ ζωοποιὸν σταυρόν, καὶ εἰς τὴν δευτέραν παρουσίαν, καὶ περὶ ἀγάπης καὶ ἐλεημοσύνης

Ἐφραίμ ὁ Σύρος

Η τελική κρίση, ο έλεγχος και η απόφαση του Δικαίου Κριτού

Η εξέταση της τηρήσεως των βαπτισματικών υποσχέσεων, ο διαχωρισμός των δικαίων από τους αμαρτωλούς και η εκφώνηση της τελικής καταδικαστικής ή σωτηριώδους αποφάσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 5

Καὶ θεωρεῖ ἕκαστος τὰ ἴδια ἔργα αὐτοῦ, κἄν τε ἀγαθὰ κἄν τε φαῦλα. Καὶ οἱ μὲν τὰ καλὰ ἔργα ἔχοντες μετὰ χαρᾶς προσεγγίσουσι τῷ βήματι, ὡς μέλλοντες ἀπολαμβάνειν τὸν στέφανον. Ἐὰν δέ τις χαλεπὰς ἔχων ἁμαρτίας ἀμετανόητος ἐξέλθῃ τοῦ βίου, τότε θεωρῶν αὐτὰς ἔμπροσθεν αὐτοῦ παρισταμένας καὶ κατακρινούσας καὶ ἐλεγχούσας, ὀδυνώμενος λέγει· ὤ, πῶς οὐκ ἠγωνισάμην ὁ ἄθλιος, ἀλλὰ τὸν καιρὸν ἀπώλεσα, παίζων καὶ παιζόμενος; Πῶς οὐ μετενόησα;

Διατί οὐκ ἠλέησα; Διατί ἐφθόνησα τῷ ἀδελφῷ μου, ἐμίσησα, ἐλοιδόρησα, καὶ οὐ διηλλάγην; Ναί, ναί, ἔπραξα ὡς ἄφρων. Ἤκουον δὲ καὶ τὰς κολάσεις. Ἤκουον δὲ περὶ ταύτης τῆς φοβερᾶς ἡμέρας. Διατί οὐ μετενόησα πρὸς τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀλλὰ παιζόμενος ἐτέλεσά μου τὰ ἔτη; Τοὺς νηστεύοντας καὶ προσευχομένους θεωρῶν ἐχλεύαζον· οἵτινες φαιδροὶ παρίστανται τῷ Κριτῇ, ἀπαιτοῦντες τοὺς μισθούς. Ἆρα τί ποιήσω; Ὅτι ὁ καιρὸς τῆς μετανοίας παρῆλθεν.

Ταῦτα δὲ αὐτῶν διαλογιζομένων, ἀκούσουσι τῆς φωνῆς τοῦ Κριτοῦ τῆς φοβερᾶς, κεκραγότος καὶ λέγοντος· δείξατε τὰ ἔργα καὶ λάβετε τὸν μισθόν. Ἐν δὲ τῇ ὥρᾳ ἐκείνῃ σαλευθήσονται πάντα τὰ τάγματα τῶν ἀνθρώπων, ἀρχιερεῖς καὶ ἱερεῖς καὶ διάκονοι καὶ πάντα τῆς Ἐκκλησίας τὰ τάγματα, καθὼς εἶπεν ὁ Ἀπόστολος· ἐγείρεται ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι δοῦναι δόξαν τῷ Θεῷ. Τότε σαλευθήσονται φόβῳ δυνάσται σοφοὶ καὶ πλούσιοι, διότι ἐπέστη ἡ ὥρα, ἵνα ἑκάστου τὸ ἔργον ἐπὶ Ἀγγέλων καὶ ἀνθρώπων ἐπιγνωσθῇ, καὶ ἕκαστος θερίσῃ, ὡς ἔσπειρεν.

Οἴμοι, ἀδελφοί μου φιλόχριστοι! Θέλω εἰπεῖν τὰ μετὰ ταῦτα, καὶ ἐκ τοῦ φόβου ἀνακόπτομαι, καὶ τὰ δάκρυά μου προτρέχουσι, καὶ ἰλιγγιῶ· φρικτὸν γὰρ τὸ διήγημα. Τότε, φιλόχριστοι, ἐρευνᾶται ἑνὸς ἑκάστου ἡ σφραγὶς τοῦ Χριστιανισμοῦ, ἣν ἔλαβεν ἐν τῇ ἁγίᾳ καὶ καθολικῇ Ἐκκλησίᾳ διὰ τοῦ βαπτίσματος, καὶ ἀπαιτεῖται ἕκαστος πῶς τὴν πίστιν ἐφύλαξεν ἀμίαντον καὶ τὴν σφραγῖδα ἄθραυστον καὶ τὸν χιτῶνα ἀμόλυντον, καὶ τὴν καλὴν ὁμολογίαν ἣν ὡμολόγησεν ἐπὶ πολλῶν μαρτύρων, λέγοντες· ἀποτασσόμεθα τῷ Σατανᾷ καὶ πᾶσι τοῖς ἔργοις αὐτοῦ.

Οὐχὶ ἑνὶ ἢ δύο ἢ πέντε, ἀλλὰ πᾶσι τοῖς ἔργοις αὐτοῦ [Διαβόλου]. Ταύτην οὖν τὴν καλὴν ἀποταγὴν ἀπαιτούμεθα ἐν τῇ ὥρᾳ ἐκείνῃ· καὶ μακάριος ὅστις ἐφύλαξε, καθὼς καὶ συνετέθη. Δι᾽ ἑνὸς γὰρ ῥήματος ἀπετάξατο πᾶν ἔργον φαῦλον τοῦ Διαβόλου· μοιχείαν, πορνείαν, φόνον, ἀκαθαρσίαν, ψευδολογίαν, φθόνον, κλοπήν, θυμόν, μνησικακίαν, ἔχθραν, ἔριν, ἀργολογίαν, αἰσχρολογίαν, ὑπερηφανίαν, βλακείαν, γέλωτας, κιθαρισμούς, χοραυλίας, ὀρχησμούς, ὀργήν, πλεονεξίαν, μισαδελφίαν, τὸ πάντων ἔσχατον τῶν κακῶν καὶ πρῶτον, εἰδωλολατρίαν καὶ φαρμακείαν. Ταῦτα καὶ τὰ τούτων ὅμοια ἀποτάσσεται πᾶς Χριστιανὸς ἐν τῇ ἁγίᾳ κολυμβήθρᾳ. Ταύτην τὴν ἀποταγὴν ἀπαιτούμεθα ἐν τῇ ὥρᾳ ἐκείνῃ, ἀδελφοί.

Ἀλλὰ λαλῆσαι καὶ ἕτερα βούλομαι· πλὴν δὲ κατέχει με φόβος καὶ ὀδύνη, καὶ πῶς εἰπεῖν ταῦτα οὐκ ἔχω. Εἴπω δὲ ταῦτα ἐν στεναγμοῖς μετὰ δακρύων, ὅτι ἔσχατά εἰσιν· οὐ γάρ ἐστι χωρὶς δακρύων διηγήσασθαι ταῦτα. Τότε μετὰ τὸ ἐρευνηθῆναι ἕκαστον ἐπὶ Ἀγγέλων καὶ ἀνθρώπων καὶ καταργηθῆναι πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν, καὶ πάντες οἱ ἐχθροὶ τοῦ Θεοῦ τεθῶσιν ὑπὸ τοὺς πόδας αὐτοῦ· τότε λοιπόν, καθὼς εἶπεν ὁ Κύριος, ἀφοριεῖ αὐτοὺς ἀπ᾽ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων· καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. Καὶ τὰ μὲν πρόβατα τὰ ἔχοντα τοὺς καλοὺς καρπούς· τὰ ἐπιγινώσκοντα τὸν καλὸν Ποιμένα· τὰ φυλάξαντα τὴν σφραγῖδα αὐτῶν ἄθραυστον· τὰ ἀκολουθήσαντα τῷ Ποιμένι αὐτῶν τῷ εἰπόντι, δεῦτε ὀπίσω μου· τὰ μὴ μιάναντα τὴν πίστιν μετὰ τῶν αἱρετικῶν. Ταῦτα τὰ πρόβατα στήσει ἐκ δεξιῶν αὐτοῦ. Τὰ δὲ ἐρίφια τὰ ἄκαρπα· ὅσα τὸν Ποιμένα παρώξυναν· τὰ νεμόμενα μετὰ τῶν αἱρετικῶν καὶ τὴν ἁγίαν πίστιν μιάναντα· οἵτινες ἐσκίρτησαν ἀτάκτως, ἐτρύφησαν, ἐχόρευσαν, καὶ σωρεύσαντες τὸ οὐαί, ἐξῆλθον τοῦ βίου, παντὸς ἔργου ἀγαθοῦ ἔρημοι, πάσης δὲ ἁμαρτίας πεπληρωμένοι.

Οὓς ἰδὼν ὁ Κύριος ἐν τῇ ὥρᾳ ἐκείνῃ, ἀποστρέψει τοὺς ὀφθαλμοὺς αὑτοῦ ἀπ᾽ αὐτῶν. Τότε λέγει τοῖς ἐκ δεξιῶν αὑτοῦ· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Δεῦτε οἱ υἱοὶ τοῦ φωτός.

Δεῦτε οἱ τῆς ἐμῆς βασιλείας κληρονόμοι. Δεῦτε οἱ δι᾽ ἐμὲ πεινάσαντες καὶ διψήσαντες· οἱ μὴ ἀγαπήσαντες τὸν κόσμον, μηδὲ τὰ ἐν κόσμῳ. Δεῦτε οἱ δι᾽ ἐμὲ καταλιπόντες τὸν κόσμον, συγγενεῖς καὶ φίλους, γονεῖς καὶ τέκνα. Δεῦτε οἱ ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς οἰκήσαντες· νῦν οἰκήσατε μετὰ τῶν Ἀγγέλων ἐν οὐρανοῖς. Τότε λέγει καὶ τοῖς ἐξ ἀριστερῶν· πορεύεσθε ἀπ᾽ ἐμοῦ οἱ κατηραμένοι, οἱ μεμισημένοι, οἱ ἀνελεήμονες καὶ μισάδελφοι καὶ μισόχριστοι. Οὐκ ἠλεήσατε, οὐκ ἐλεηθήσεσθε. Οὐκ ἠκούσατέ μου τῶν ἀχράντων Εὐαγγελίων καὶ τῶν μακαρίων μαθητῶν, οὐδὲ ἐγὼ ἀκούσομαι ὑμῶν.

Ἐτρυφήσατε ἐπὶ τῆς γῆς· ἀπελάβετε τὰ ἀγαθὰ ἐν τῇ ζωῇ ὑμῶν. Ἐγὼ δὲ καθ᾽ ἑκάστην ἡμέραν διὰ τῶν ἁγίων μου Γραφῶν ἐβόων, καὶ ἀκούοντες ὑμεῖς ἐχλευάζετε τοὺς ἀναγινώσκοντας. Καὶ νῦν λέγω λοιπόν· οὐκ οἶδα ὑμᾶς. Πορεύεσθε ἀπ᾽ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ Διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον.