Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν τίμιον καὶ ζωοποιὸν σταυρόν, καὶ εἰς τὴν δευτέραν παρουσίαν, καὶ περὶ ἀγάπης καὶ ἐλεημοσύνης

Ἐφραίμ ὁ Σύρος

Οι τιμωρίες, ο οδυνηρός χωρισμός και ο θρήνος των καταδικασμένων

Αναφορά στους διαφορετικούς τόπους κολάσεως, τη θλίψη του αποχωρισμού από τα επίγεια δεσμά και τον τελικό, μάταιο θρήνο όσων στερούνται τη βασιλεία των ουρανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 5

Δηλώσω δὲ ὑμῖν, ἀδελφοί μου, καὶ περὶ τῆς διαφορᾶς τῶν κολάσεων, καθὼς ἐν τῷ Εὐαγγελίῳ ἠκούσαμεν. Ἔστιν οὖν σκότος ἐξώτερον· δῆλον δὲ ὅτι καὶ ἐσώτερόν ἐστι. Γέεννα τοῦ πυρὸς τόπος ἄλλος· βρυγμὸς ὀδόντων τόπος ἴδιος· σκώληξ ὁ ἀκοίμητος τόπος ἄλλος· ἡ λίμνη τοῦ πυρὸς τόπος ἕτερος· τὸ ἄσβεστον πῦρ ἰδία χώρα· ὁ πύρινος ποταμὸς τόπος ἕτερος. Ἐν ταύταις ταῖς κολάσεσι καταμερίζονται οἱ ἐλεεινοί, ἕκαστος πρὸς ἀναλογίαν τῶν πταισμάτων αὐτοῦ. Καὶ ὥσπερ εἰσὶ διαφοραὶ ἁμαρτιῶν, οὕτως καὶ διαφοραὶ κολάσεων.

Τουτέστιν, ἄλλως κολάζεται ὁ μοιχός, ἄλλως ὁ πόρνος, καὶ ἄλλως ὁ φονεύς, καὶ ἄλλως ὁ κλέπτης καὶ 〈ὁ〉 μέθυσος. Ὅσοι δὲ ἐν αἱρέσει ἐμολύνθησαν, ἀκούσονται τό, ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Οἱ δὲ ἔχοντες μετ᾽ ἀλλήλων ἔχθραν καὶ οὐ διηλλάγησαν ἐν τῷ βίῳ, ἀπαραίτητον κρῖμα εὑρήσουσι.

Καὶ οἱ μισάδελφοι εἰς τὸ σκότος τὸ ἐξώτερον πεμφθήσονται, ὡς μισήσαντες Χριστόν, τὸν εἰπόντα· ἀγαπᾶτε ἀλλήλους, καὶ συγχωρεῖτε ἀλλήλων τὰ παραπτώματα. Οὐαὶ τῷ φιλοπόρνῳ, τῷ μοιχῷ, τῷ μεθύσῳ. Οὐαὶ τοῖς φαρμακοῖς καὶ τοῖς μάνταις καὶ τοῖς πίνουσι τὸν οἶνον μετὰ τυμπάνων καὶ χορῶν. Οὐαὶ τοῖς συνομολογοῦσι μετὰ τῶν βλασφήμων αἱρετικῶν. Οὐαὶ τοῖς ὑβρίζουσι τὰς θείας καὶ ἱερὰς Γραφάς. Οὐαὶ τοῖς ἀπολλύουσι τὸν καιρὸν τῆς μετανοίας εἰς μετεωρισμοὺς καὶ γέλωτας· ζητήσουσι γὰρ καὶ οὐχ εὑρήσουσι τὸν καιρόν, ὃν κακῶς ἐδαπάνησαν· καὶ βοήσουσι μετὰ δακρύων καὶ ὀδυρμῶν πολλῶν, καὶ οὐ μὴ εὕρωσιν ἔλεος. Οὐαὶ τοῖς δικαιοῦσι τὸν ἀσεβῆ ἕνεκα δώρων. Οὐαὶ τοῖς ἁρπάζουσι τὰ ἀλλότρια. Καὶ ἵνα συντόμως εἴπω· οὐαὶ πᾶσι τοῖς ἐξ ἀριστερῶν λαχοῦσιν, ὅτι σκοτισθήσονται καὶ τρομάξουσι καὶ τοὺς ὀδόντας τρίξουσι, ὅταν ἀκούσωσι τό, οὐκ οἶδα ὑμᾶς. Τότε λοιπὸν ἀπελαύνονται μετὰ μεγάλου φόβου ἀπὸ τοῦ βήματος τοῦ φρικτοῦ καὶ παραδίδονται εἰς τὰς τοῦ θανάτου χεῖρας, ἵνα ποιμάνῃ αὐτούς, καθὼς γέγραπται.

Ὀδυνηρὰ ἡ διήγησις, ἀδελφοί μου φιλόχριστοι, τῆς φρικτῆς καὶ φοβερᾶς ὥρας ἐκείνης. Οἴμοι, ἀδελφοί, τίς τολμήσει διηγήσασθαι, ἢ τίς βαστάσει ἀκοῦσαι τὴν φοβερὰν ἐκείνην διήγησιν! Ὅσοι δάκρυα βούλεσθε ἐκχέειν, δεῦτε, ἀκούσατε τί ἡμᾶς περιμένει. Καὶ μὴ ἀμελήσωμεν τῆς σωτηρίας ἡμῶν.

Τότε χωρίζονται ἀπ᾽ ἀλλήλων ἐπίσκοποι ἀπὸ συνεπισκόπων, πρεσβύτεροι ἀπὸ συμπρεσβυτέρων· τότε χωρίζονται τὸν ἐλεεινὸν ἐκεῖνον χωρισμὸν ἱερεῖς ἀπὸ ἱερέων καὶ διάκονοι ἀπὸ συνδιακόνων, καὶ ὑποδιάκονοι καὶ ἀναγνῶσται ἀπὸ τῶν ὁμοίων αὐτῶν. Τότε διαχωρίζονται οἱ ποτὲ βασιλεῖς καὶ κλαύσουσιν ὡς νήπια καὶ στήσονται ὡς ἀνδράποδα. Τότε στενάξουσιν ὕπαρχοι, καὶ ἀποβλέψουσιν ἔνθεν κἀκεῖθεν, καὶ τὸν βοηθοῦντα οὐχ εὑρήσουσιν. Οὔτε γὰρ πλοῦτος φαίνεται ἐκεῖ, οὔτε κόλακες παρίστανται. Τότε διαχωρίζονται οἱ ἐν ἀμελείᾳ ζήσαντες μοναχοί, οἱ τὸν κόσμον τάχα μισήσαντες καὶ κοσμικὰ φρονήσαντες. Τότε διαχωρισθήσονται γονεῖς ἀπὸ τέκνων, πατὴρ καὶ υἱός, μήτηρ καὶ θυγάτηρ, φίλοι ἀπὸ φίλων καὶ συγγενεῖς ἀπὸ συγγενῶν. Τότε ἀποχωρισθήσονται ἀνδρόγυνα ἐλεεινά, τὰ μὴ φυλάξαντα τὴν κοίτην ἀμίαντον. Ἀλλὰ παρεάσω τὰ πολλὰ διηγεῖσθαι· καὶ γὰρ συνέχει με φόβος ἐν ταύτῃ τῇ διηγήσει. Τότε ἐλαυνόμενοι καὶ τυπτόμενοι ὑπὸ ἀγρίων Ἀγγέλων, ὠθούμενοι καὶ τοὺς ὀδόντας τρίζοντες καὶ πυκνῶς στρεφόμενοι εἰς τὰ ὀπίσω, προσεγγίζουσι τῷ χαλεπῷ τόπῳ ἐκείνῳ, ὅπου πάλιν διαχωρίζονται εἰς ὅλας τὰς κολάσεις.

Τότε θεωροῦντες τὴν παντελῆ ἀπόφασιν, οὐδενὸς ὄντος τοῦ παρακαλοῦντος ὑπὲρ αὐτῶν, οὐκ ἄνεσιν ἐχόντων, οὐδὲ ἐλπίδα ἀνακάμψαι. Τότε ὀλολύζοντες λέγουσιν· ὤ, πόσον καιρὸν ἀπωλέσαμεν ἐν ἀμελείᾳ ζήσαντες! Πῶς ἐνέπαιξεν ἡμᾶς ὁ μάταιος βίος! Πῶς ἄλλους θεωροῦντες ἀγωνιζομένους ἡμεῖς οὐκ ἠγωνισάμεθα! Πῶς τῶν ἁγίων Γραφῶν ἠκούομεν καὶ ἐγελῶμεν καὶ ἐχλευάζομεν τοὺς ἀναγινώσκοντας αὐτάς! Ἐκεῖ ὁ Θεὸς ἐλάλει διὰ τῶν ἁγίων αὑτοῦ Γραφῶν, καὶ οὐ προσείχομεν· νῦν δὲ ἡμεῖς βοῶμεν, καὶ αὐτὸς ἀποστρέφει τὸ πρόσωπον αὑτοῦ ἀφ᾽ ἡμῶν. Τί ὠφέλησαν ἡμᾶς τὰ τερπνὰ τοῦ κόσμου; Ποῦ ὁ πατήρ, ὁ γεννήσας ἡμᾶς; Ποῦ ἡ μήτηρ, ἡ ὠδινήσασα; Ποῦ τὰ τέκνα; Ποῦ οἱ φίλοι; Ποῦ ὁ πλοῦτος; Ποῦ οἱ θόρυβοι καὶ τὰ ἄριστα; Ποῦ ὁ πολὺς καὶ ἄκαιρος δρόμος; Ποῦ οἱ συγγενεῖς καὶ οἱ γνώριμοι; Ποῦ οἱ βασιλεῖς καὶ οἱ δυνάσται;

Ποῦ οἱ σοφοὶ καὶ οἱ ῥήτορες; Πῶς ἐκ τούτων οὐδεμίαν ἔχομεν ὠφέλειαν ἡμεῖς οἱ ἐλεεινοί; Τότε θεωροῦντες τὴν παντελῆ ἐγκατάλειψιν, τὴν ἀπὸ τοῦ Θεοῦ καὶ τῶν Ἁγίων, μετὰ στεναγμοῦ καὶ πικρῶν δακρύων λέγουσι· σῴζεσθε, ἅγιοι καὶ δίκαιοι, ἐξ ὧν ἡμεῖς ἐχωρίσθημεν· σῴζεσθε, φίλοι καὶ συγγενεῖς· σῴζεσθε, πατέρες καὶ μητέρες· σῴζεσθε, υἱοὶ καὶ θυγατέρες· σῴζεσθε, Ἀπόστολοι καὶ Μάρτυρες καὶ Προφῆται Κυρίου. Σῴζου, τὸ τάγμα τῶν μοναχῶν. Σῴζου καὶ σύ, Δέσποινα Θεοτόκε, ἡ πολλὰ παρακαλοῦσα ὑπὲρ ἡμῶν, ἵνα σωθῶμεν, ἀλλ᾽ ἡμεῖς οὐκ ἠθελήσαμεν μετανοῆσαι καὶ σωθῆναι. Σῴζου καὶ σύ, τίμιε καὶ ζωοποιὲ Σταυρέ. Σῴζου, ὁ παράδεισος τῆς τρυφῆς, ὃν ἐφύτευσεν ὁ Κύριος. Σῴζου, ἡ ἄνω Ἱερουσαλήμ, ἡ μήτηρ τῶν πρωτοτόκων. Σῴζου, ἡ βασιλεία τῶν οὐρανῶν, ἡ μὴ ἔχουσα τέλος. Σῴζεσθε, πάντες ὁμοῦ. Οὐκέτι γὰρ ἀπὸ τοῦ νῦν θεασόμεθά τινα ἐξ ὑμῶν. Εἰς κρίσιν γὰρ κολάσεως ἀπερχόμεθα, μὴ ἔχουσαν τέλος ἢ ἄνεσιν.