Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν τίμιον καὶ ζωοποιὸν σταυρόν, καὶ εἰς τὴν δευτέραν παρουσίαν, καὶ περὶ ἀγάπης καὶ ἐλεημοσύνης

Ἐφραίμ ὁ Σύρος

Επίλογος και τριαδική δοξολογία

Καταληκτήρια προτροπή προς μετάνοια με βάση τα ευαγγελικά ρητά και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 5

Καὶ λοιπὸν ἀπέρχεται ἕκαστος εἰς τὸν ἡτοιμασμένον αὑτῷ τόπον, ὃν ἡτοίμασεν ἑαυτῷ ἕκαστος, μὴ θελήσας μετανοῆσαι καὶ λυτρωθῆναι ἐκ τῆς ὀργῆς καὶ τῆς ἀνάγκης ἐκείνης. Ἠκούσατε, ἀδελφοί, τί μέλλουσιν εὑρεῖν οἱ σπουδάσαντες καὶ ἀγωνισάμενοι ἐν τῇ ζωῇ αὐτῶν· οἱ ἀμελοῦντες δὲ καὶ μὴ μετανοοῦντες, πῶς μέλλουσιν ἀποπεμφθῆναι εἰς τὰς δεινὰς καὶ ἀφορήτους κολάσεις. Ἠκούσατε περὶ τῆς φοβερᾶς ὥρας ἐκείνης καὶ περὶ ταύτης τῆς ὥρας. Ἡ ἁγία Γραφὴ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν ἐν ταῖς ἐκκλησίαις βοᾷ καὶ λέγει· δεῦτε οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Καὶ πάλιν λέγει· ἐγώ εἰμι ἡ ζωή, ἡ ἀνάστασις καὶ ἡ ἀλήθεια. Ταύτην οὖν τὴν ὁδὸν καὶ τὴν ἀλήθειαν ἀγαπήσωμεν, ἀδελφοί, ἵνα ζωὴν αἰώνιον κληρονομήσωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.