Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν βίον τοῦ ὁσίου Ἀβρααμίου καὶ τῆς ἀνεψιᾶς αὐτοῦ Μαρίας

Ἐφραίμ ὁ Σύρος

Ιεραποστολική δράση σε ειδωλολατρικό χωριό

Η χειροτονία του οσίου, οι διωγμοί από τους ειδωλολάτρες, η υπομονή του που οδήγησε στη μαζική μεταστροφή τους και η κρυφή επιστροφή του στην έρημο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 7

Ἦν δὲ ἐν τῇ περιοχῇ ὑπὸ τὴν πόλιν χωρίον μέγα σφόδρα, ἐν ᾧ ὑπῆρχον πάντες Ἕλληνες ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν. Οὐδεὶς δὲ ἴσχυσεν ἐπιστρέψαι αὐτούς· καίτοι πολλῶν καταστάντων πρεσβυτέρων καὶ διακόνων ὑπὸ τοῦ ἐπισκόπου τοῦ ἐκεῖσε, ὅμως οὐδεὶς ἴσχυσεν αὐτοὺς ἐπιστρέψαι ἀπὸ τῆς εἰδωλομανίας. Ἀνεχώρουν δὲ πάντες ἄπρακτοι, μὴ δυνάμενοι ὑπενεγκεῖν τὴν θλῖψιν τοῦ ὑπ᾽ αὐτῶν ἐπερχομένου διωγμοῦ. Καὶ μοναχῶν δὲ πλῆθος καὶ ἅπαξ καὶ δὶς ἐπέρριψαν αὐτοῖς, μηδὲν ἀνύσαντες πλέον εἰς τὴν τούτων ἐπιστροφήν.

Μιᾷ δὲ τῶν ἡμερῶν καθεζομένου τοῦ ἐπισκόπου, παρόντος τοῦ κλήρου, εἶπε πρὸς αὐτοὺς τοῦ μακαρίου μνησθεὶς ὁ ἐπίσκοπος· οὐκ ἔγνων ἐγὼ ἐν τοῖς χρόνοις μου τοιοῦτον ἄνδρα τετελειωμένον εἰς πᾶν ἔργον ἀγαθόν, κεκοσμημένον ἐν πᾶσιν οἷσπερ ἀγαπᾷ ὁ Θεός, ὡς τὸν κύριν Ἀβραάμιον. Ἀπεκρίθησαν δὲ οἱ κληρικοὶ καὶ εἶπον αὐτῷ· ὄντως δοῦλός ἐστι τοῦ Χριστοῦ καὶ τέλειος ἀσκητής. Ἔφη δὲ πρὸς αὐτοὺς ὁ ἐπίσκοπος· βούλομαι χειροτονῆσαι αὐτὸν εἰς τὸ τῶν Ἑλλήνων χωρίον· διὰ γὰρ τῆς ὑπομονῆς αὐτοῦ καὶ ἀγάπης δυνήσεται αὐτοὺς ἐπιστρέψαι πρὸς τὸν Θεόν.

Καὶ ἀναστὰς παραχρῆμα σὺν τῷ κλήρῳ παραγίνεται πρὸς αὐτόν. Ἐλθόντων δὲ καὶ ἀσπασαμένων αὐτόν, ἤρξατο πρὸς αὐτὸν ὁ ἐπίσκοπος περὶ τῆς κώμης λέγειν καὶ παρακαλεῖν αὐτόν, ὅπως ἀπέλθῃ ἐκεῖ. Ὁ δὲ ἀκούσας, περίλυπος ἐγένετο σφόδρα, καί φησι πρὸς τὸν ἐπίσκοπον· συγχώρησόν μοι, πάτερ, κλαῦσαι τὰς ἀνομίας μου· ἐγὼ γὰρ ἀτελὴς καὶ ἀσθενὴς τῷ πράγματι ὑπάρχω. Καὶ πάλιν πρὸς αὐτὸν ὁ ἐπίσκοπος· διὰ τὴν χάριν τοῦ Χριστοῦ δυνατὸς εἶ, καὶ μὴ ὀκνήσῃς ταύτην τὴν ὑπακοὴν ποιῆσαι. Καὶ ἀποκριθεὶς ὁ μακάριος ἔφη· ἐλέησον τὴν ἐμὴν ἀτέλειαν, παρακαλῶ τὴν σὴν ὁσιότητα, ὅπως πενθήσω τὰ ἐμαυτοῦ κακά. Λέγει πρὸς αὐτὸν ὁ ἐπίσκοπος· ἰδοὺ τὰ πάντα ἐγκατέλιπες, τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ πάντα ἐμίσησας, καὶ ἑαυτὸν ἐσταύρωσας· ἀλλ᾽ ὅμως ταῦτα πάντα κατορθώσας, ὑπακοὴν οὐκ ἔχεις.

Ἀκούσας δὲ ταῦτα ἐδάκρυσε καὶ εἶπε· τίς εἰμι ἐγὼ ὁ κύων ὁ τεθνηκώς, καὶ τίς ἡ ζωή μου, ὅτι τοιαῦτα ἐλογίσω περὶ ἐμοῦ; Ἔφη δὲ αὐτῷ ὁ ἐπίσκοπος· ἰδοὺ ὧδε καθήμενος ἑαυτὸν μόνον σῴζεις, ἐκεῖ δὲ διὰ τῆς χάριτος τοῦ Θεοῦ πολλοὺς ἔχεις σῶσαι καὶ ἐπιστρέψαι πρὸς τὸν Θεόν. Λόγισαι οὖν παρ᾽ ἑαυτῷ ποῖος μισθὸς πλείων, οὗτος ἢ ἐκεῖνος· τὸ σῶσαι ἑαυτὸν μόνον, ἢ τὸ μεθ᾽ ἑαυτοῦ καὶ πολλοὺς ἑτέρους; Ὁ δὲ μακάριος κλαίων εἶπε· τὸ θέλημα τοῦ Κυρίου γενέσθω· πλὴν διὰ τὴν ὑπακοὴν ἐγὼ ἀπέρχομαι.

Καὶ ἐξαγαγόντες αὐτὸν ἀπὸ τοῦ κελλίου, ἤγαγον εἰς τὴν πόλιν· καὶ χειροτονήσας αὐτὸν προέπεμψε μετὰ χαρᾶς σὺν τῷ κλήρῳ. Ὁ δὲ μακάριος ηὔχετο ἐν τῇ ὁδῷ πρὸς τὸν Θεόν, λέγων· φιλάνθρωπε, ἀγαθέ, ἴδε τὴν ἀσθένειάν μου, καὶ πέμψον τὴν χάριν σου εἰς τὴν βοήθειάν μου, ἵνα δοξασθῇ τὸ ὄνομά σου τὸ ἅγιον.

Καὶ ἐλθὼν εἰς τὸ χωρίον εἶδεν αὐτοὺς κατεχομένους τῇ μανίᾳ τῆς εἰδωλολατρίας, καὶ στενάξας ἔκλαυσεν. Ἐπάρας δὲ τὸ ὄμμα αὐτοῦ εἰς τὸν οὐρανόν, εἶπεν· ὁ μόνος ἀναμάρτητος, ὁ μόνος εὔσπλαγχνος, ὁ μόνος φιλάνθρωπος, μὴ ὑπερίδῃς τὰ ἔργα τῶν χειρῶν σου. Καὶ σπεύσας ἔπεμψεν εἰς τὴν πόλιν πρὸς τὸν γνήσιον αὐτοῦ φίλον, ἵνα τὰ καταλειφθέντα τῶν χρημάτων ἀποστείλῃ αὐτῷ. Καὶ ταῦτα δεξάμενος, εἰς ὀλίγας ἡμέρας ᾠκοδόμησεν ἐκκλησίαν καὶ ἀνήνεγκεν ἐν αὐτῇ εὐχὴν τῷ Θεῷ, μετὰ πολλῶν δακρύων παρακαλῶν καὶ λέγων· Κύριε, ἐπισύναξον τὸν λαόν σου τὸν ἐσκορπισμένον, καὶ εἰσάγαγε αὐτὸν εἰς τὸν ναόν σου τοῦτον, καὶ φώτισον τοὺς ὀφθαλμοὺς τῆς διανοίας αὐτῶν, τοῦ γινώσκειν σε τὸν μόνον ἀληθινὸν Θεόν.

Καὶ πληρώσας τὴν εὐχὴν ἐξῆλθεν ἀπὸ τῆς ἐκκλησίας, καὶ ἐπιλαβόμενος τὸν τῶν Ἑλλήνων ναὸν κατέστρεψε τὰ βδελύγματα, καὶ τοὺς βωμοὺς αὐτῶν κατέσπασεν. Οἱ δὲ θεασάμενοι τὸ γεγονός, ὥσπερ θῆρες ἄγριοι, ὥρμησαν ἐπ᾽ αὐτόν, καὶ μετὰ μαστίγων ἐδίωξαν αὐτὸν τῆς κώμης. Αὐτὸς δὲ ὑποστρέψας ἦλθεν εἰς τὸν ἴδιον τόπον, καὶ ἀπελθὼν εἰς τὴν ἐκκλησίαν, μετὰ κλαυθμοῦ καὶ ὀδυρμοῦ παρεκάλει τὸν Θεὸν ὑπὲρ αὐτῶν ἵνα σωθῶσι. Πρωΐας δὲ γενομένης, ἐλθόντες εὗρον αὐτὸν εὐχόμενον, καὶ ἐξέστησαν, ἄνεοι γενόμενοι.

Ἤρχοντο δὲ καθ᾽ ἡμέραν εἰς τὴν ἐκκλησίαν, οὐχὶ προσεύξασθαι, ἀλλὰ θεάσασθαι τὰ κάλλη τῆς οἰκοδομῆς καὶ τὸν ἐπ᾽ αὐτῆς κόσμον. Ἤρξατο δὲ αὐτοὺς παρακαλεῖν ἐπιγνῶναι τὸν ἀληθινὸν Θεόν. Αὐτοὶ δὲ μετὰ βάκλων, ὥσπερ λίθον ἄψυχον, ἐτύπτησαν αὐτόν· νομίσαντες αὐτὸν τεθνηκέναι, ἀφῆκαν οὖν αὐτὸν σχεδὸν ἡμιθανῆ, καὶ ἀνεχώρησαν. Μεσονυκτίου οὖν γενομένου, ἦλθεν εἰς ἑαυτόν, καὶ στενάξας ἔκλαυσε σφοδρῶς, καὶ εἶπεν· ἱνατί, Δέσποτα, ὑπερεῖδες τὴν ταπείνωσίν μου, καὶ ἱνατί τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ ἀποστρέφεις, καὶ ἱνατί ἀπωθεῖς τὴν ψυχήν μου καὶ παρορᾷς τὰ ἔργα τῶν χειρῶν σου; Καὶ νῦν, Δέσποτα φιλάνθρωπε, ἐπίβλεψον ἐπὶ τοὺς δούλους σου, καὶ δὸς αὐτοῖς τὸ γινώσκειν σε, ὅτι οὐκ ἔστι πλήν σου Θεός. Καὶ ἀναστὰς μετὰ τὴν εὐχήν, εἰσῆλθεν εἰς τὴν κώμην· καὶ εἰσελθὼν εἰς τὴν ἐκκλησίαν, ἔψαλλεν ἑστώς. Γενομένης δὲ ἡμέρας, ἐλθόντες πάλιν εἶδον αὐτόν, καὶ ἔκθαμβοι ἐγένοντο, εἰς μανίαν τραπέντες οἱ ὠμοὶ καὶ ἄσπλαγχνοι· καὶ μὴ ἔχοντες οἰκτιρμούς, ἐβασάνισαν αὐτὸν ἀνελεῶς· καὶ περιθέντες αὐτῷ πάλιν σχοινία, ἔσυραν αὐτὸν καθὰ καὶ πρῴην.

Ταῦτα δὲ πάσχων, ὡς ἀδάμας, ἕως τριετοῦς χρόνου ὑπέμεινεν ἐν ταύταις ταῖς μεγάλαις θλίψεσι καὶ ἀνάγκαις· τυπτόμενος, ὑβριζόμενος, συρόμενος, θλιβόμενος, πεινῶν τε καὶ διψῶν. Ἐπὶ δὲ πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐκ ἀπεστράφη αὐτούς, οὐκ ἠγανάκτησεν, ἀλλ᾽ ὑπομένων μᾶλλον ἐπλεόνασε τὴν εἰς αὐτοὺς ἀγάπην. Καὶ ὥσπερ πυρκαϊὰν τῇ ἐπιεικείᾳ κατέσβησε τὴν ὀργὴν αὐτῶν, παρακαλῶν, νουθετῶν, κολακεύων· καὶ τοὺς μὲν πρεσβύτας ὡς πατέρας παρεκάλει, τοὺς δὲ νεωτέρους ὡς ἀδελφούς· τοὺς παῖδας ὥσπερ τέκνα, μυκτηριζόμενος παρ᾽ αὐτῶν.

Μιᾷ δὲ τῶν ἡμερῶν, συναχθέντες ἐπὶ τὸ αὐτὸ οἱ τῆς κώμης ἀπὸ μικροῦ ἕως μεγάλου, θαυμάζοντες πρὸς ἀλλήλους ἤρξαντο λέγειν· ἴδετε ἀνδρὸς ὑπομονήν, καὶ τὴν ἄφατον αὐτοῦ πρὸς ἡμᾶς φιλοστοργίαν· ὅπως ἐν ταῖς τοσαύταις θλίψεσι καὶ τοῖς κακοῖς, οἷς ἐνεδειξάμεθα αὐτῷ, οὐκ ἀπέστη ἐντεῦθεν, οὐδέ τινι ἡμῶν εἶπε λόγον κακόν, οὐδὲ ἀπεστράφη ἡμᾶς, ἀλλὰ μετὰ χαρᾶς μεγάλης ὑπήνεγκε ταῦτα πάντα.

Εἰ μὴ ἦν Θεὸς ζῶν μετ᾽ αὐτοῦ, καθὼς λέγει, καὶ βασιλεία καὶ παράδεισος, ἐκδίκησίς τε καὶ ἀνταπόδοσις, οὐκ ἂν ταῦτα ἁπλῶς ὑπέμεινε παρ᾽ ἡμῶν, ἀλλὰ καὶ τοὺς θεοὺς ἅπαντας πῶς μόνος κατέστρεψε καὶ οὐκ ἴσχυσαν αὐτὸν ἀδικῆσαι; Ἀληθῶς Θεοῦ δοῦλος οὗτός ἐστι, καὶ πάντα τὰ ὑπ᾽ αὐτοῦ εἰρημένα θεῖα ὑπάρχει καὶ ἀληθῆ ἐστι. Δεῦτε οὖν, πιστεύσωμεν εἰς τὸν ὑπ᾽ αὐτοῦ κηρυττόμενον Θεόν.

Καὶ ταῦτα εἰπόντες ὁμοθυμαδὸν ἅπαντες ὥρμησαν πρὸς αὐτὸν εἰς τὴν ἐκκλησίαν, κράζοντες καὶ λέγοντες· δόξα τῷ ἐπουρανίῳ Θεῷ τῷ πέμψαντι τὸν δοῦλον αὐτοῦ, ἵνα ῥυσάμενος ἐκ πλάνης σώσῃ ἡμᾶς. Ὁ δὲ μακάριος θεασάμενος αὐτοὺς ἐχάρη χαρὰν μεγάλην, καὶ τὸ πρόσωπον αὐτοῦ ἐγένετο εὐθαλές, ὡς καλλίχροον ἄνθος. Ἀνοίξας δὲ τὸ στόμα αὐτοῦ ἔφη πρὸς αὐτούς· πατέρες καὶ ἀδελφοὶ καὶ τέκνα, εὐλογημένοι ὑμεῖς εἰσελθόντες ἐν ὀνόματι Κυρίου. Δεῦτε, συμφώνως δῶμεν δόξαν τῷ Θεῷ, τῷ φωτίσαντι τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν, τοῦ γνῶναι αὐτόν. Καὶ λάβετε τὴν σφραγίδα τῆς ζωῆς, ἵνα καθαρισθῆτε ἀπὸ τῆς εἰδώλων ἀκαθαρσίας, καὶ πιστεύσητε ἐξ ὅλης τῆς ψυχῆς, ὅτι ἔστι Θεὸς ποιητὴς οὐρανοῦ τε καὶ γῆς καὶ πάντων τῶν ὄντων ἐν αὐτοῖς· ἄναρχος, ἀκατάληπτος, ἀνεκδιήγητος, ἀχώρητος, ἀναλλοίωτος, ἀτελεύτητος, φωτοδότης, φιλάνθρωπος, μέγας καὶ θαυμαστός, φοβερός τε καὶ κραταιός, χρηστός τε καὶ ἀγαθός· καὶ εἰς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ, ὅστις ἐστὶ δύναμις τοῦ Πατρὸς καὶ σοφία, τῆς δόξης αὐτοῦ ἀπαύγασμα, δι᾽ οὗ τὰ πάντα ἐγένετο· καὶ εἰς τὸ ἅγιον αὐτοῦ Πνεῦμα, τὸ ὁμοούσιον καὶ συμβασιλεῦον εἰς ἀπεράντους καὶ ἀτελευτήτους αἰῶνας, τὸ ζωοποιοῦν τὰ πάντα· καὶ πιστεύσαντες τύχητε τῆς αἰωνίου ζωῆς.

Ἀποκριθέντες δὲ πάντες εἶπον· ναί, πάτερ ἡμῶν, ναί, ὁδηγὲ τῆς ζωῆς ἡμῶν· οὕτως ἔσται καθὼς λέγεις καὶ διδάσκεις ἡμᾶς· οὕτω πιστεύομεν, καὶ οὕτω δοξάζομεν.

Καὶ παραχρῆμα ἐπιλαβόμενος ὁ μακάριος ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ἕως χιλίων ψυχῶν. Καθ᾽ ἑκάστην τε ἡμέραν οὐ διέλειπεν ἀναγινώσκων αὐτοῖς τὰς θείας Γραφάς, διδάσκων καὶ λέγων αὐτοῖς τὰ περὶ τῆς βασιλείας τῶν οὐρανῶν, τὰ περὶ τῆς πίστεως καὶ δικαιοσύνης, τὰ περὶ τῆς ἀναστάσεως νεκρῶν καὶ φοβερᾶς κρίσεως. Ὥσπερ δὲ γῆ καλὴ καὶ ἐμφιλόπονος δεχομένη σπόρον, καλὸν δίδωσι καρπόν, ὁ μὲν ρʹ, ὁ δὲ ξʹ, ὁ δὲ λʹ, οὕτω καὶ αὐτοὶ μεγάλῃ προθυμίᾳ ἐδέχοντο τοὺς λόγους αὐτοῦ, ἡδέως ἀκούοντες τῆς διδασκαλίας, καὶ ὥσπερ ἄγγελος Θεοῦ ἦν ἐνώπιον αὐτῶν. Καὶ ὡς δέσις ἀσφαλοῦς καὶ καλλίστης οἰκοδομῆς, οὕτω τῇ ἀγάπῃ καὶ τῷ πόθῳ πᾶσα ψυχὴ συνεδέθη πρὸς αὐτόν, καὶ ἡ διάνοια αὐτῶν ἐφωτίσθη τῇ παρακλήσει τῆς πίστεως καὶ τῆς διδασκαλίας αὐτοῦ. Ἐνιαυτὸν δὲ ὅλον ἐποίησε σὺν αὐτοῖς ὁ μακάριος, μετὰ τὸ πιστεῦσαι αὐτούς, διδάσκων αὐτοὺς τὸν λόγον τοῦ Θεοῦ ἀπαραλείπτως, ἡμέρας καὶ νυκτός.

Λοιπὸν δὲ θεασάμενος τὴν περὶ τὸν Θεὸν σπουδὴν αὐτῶν καὶ στερρότητα τῆς πίστεως, τήν τε πρὸς αὐτὸν ἀγάπην καὶ σπουδὴν καὶ τιμὴν καὶ δόξαν, καὶ φοβηθεὶς μὴ ἀναγκασθῇ ὑπ᾽ αὐτῶν καταλῦσαι τὸν κανόνα τῆς ἀσκήσεως αὐτοῦ, καὶ μὴ ἔν τινι τρόπῳ δεσμευθῇ ἡ διάνοια αὐτοῦ εἰς τὴν μέριμναν τῶν γηΐνων πραγμάτων, ἀναστὰς νυκτὸς ηὔξατο τῷ Θεῷ, λέγων· ὁ μόνος ἀναμάρτητος, ὁ μόνος ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ μόνος φιλάνθρωπος καὶ εὔσπλαγχνος Δεσπότης, ὁ ἐκ σκότους ἀνακαλεσάμενος τὸν λαόν σου τοῦτον καὶ καθεδρεύσας εἰς τὸ θαυμαστόν σου φῶς τῆς γνώσεως, Δέσποτα· ὁ λύσας αὐτὸν ἐκ τῶν δεσμῶν τοῦ ἀντιπάλου· ὁ ἐπιστρέψας αὐτοὺς ἐκ τῆς πλάνης· ὁ δοὺς αὐτοῖς τὴν εἰς σὲ πίστιν· μέχρι τέλους διαφύλαξον αὐτούς, Κύριε, καὶ ἀντιλαβοῦ ταύτης σου τῆς ποίμνης, ἣν ἐκτήσω διὰ τὴν σὴν φιλανθρωπίαν, καὶ περιτείχισον αὐτοὺς τῇ παντοδυνάμῳ σου χάριτι, καὶ φώτισον διαπαντὸς τὰς καρδίας αὐτῶν, ἵνα τὰ ἀρεστά σοι ἐπιτελέσαντες, καταξιωθῶσι τῆς αἰωνίου ζωῆς· καὶ ἐμοῦ δὲ τοῦ ἀσθενοῦς ἀντιλαβοῦ, καὶ μὴ λογισθῇ ἡμῖν κρῖμα τοῦτο τὸ πρᾶγμα, ὅτι σὲ ποθῶ, καὶ σὲ καταδιώκω. Καὶ ἐπιτελέσας τὴν εὐχήν, προσελθὼν κατεσφράγισε τὴν κώμην τῷ σημείῳ τοῦ σταυροῦ τρίτον, καὶ ἀνεχώρησε λαθραίως εἰς ἕτερον τόπον.

Πρωΐας δὲ γενομένης, κατὰ τὸ εἰωθὸς αὐτῶν ἦλθον καὶ ἐπεζήτουν αὐτόν, καὶ μὴ εὑρόντες ἐξέστησαν· ὡς γὰρ πρόβατα πεπλανημένα περιερχόμενα ἀνεζήτουν τὸν ἑαυτῶν ποιμένα, καὶ μετὰ φόβου καὶ κλαυθμοῦ ἐκάλουν τὸ ὄνομα αὐτοῦ.

Ὡς δὲ πανταχοῦ ζητήσαντες οὐχ εὗρον αὐτόν, σφόδρα ἐλυπήθησαν, καὶ παραχρῆμα εἰσελθόντες πρὸς τὸν ἐπίσκοπον, ἀπήγγειλαν τὸ συμβεβηκός. Ὁ δὲ ἀκούσας καὶ περίλυπος γενόμενος, μετὰ σπουδῆς ἔπεμψεν ἀναζητῆσαι τὸν μακάριον, μάλιστα διὰ τὰ δάκρυα καὶ τὴν παράκλησιν τοῦ ποιμνίου αὐτοῦ. Ὥσπερ δὲ λίθος τίμιος πανταχοῦ ζητούμενος, καὶ μὴ εὑρισκόμενος, τῶν τε ἐπ᾽ αὐτὸν ἀποσταλέντων ἀπράκτων ἀναστραφέντων, ὁ ἐπίσκοπος σὺν παντὶ τῷ κλήρῳ παραγενόμενος ἐν τῇ κώμῃ παρεκάλεσεν αὐτοὺς διὰ τοῦ λόγου τῆς ζωῆς, καὶ ἐξ αὐτῶν καθιστᾷ πρεσβυτέρους καὶ διακόνους καὶ ἀναγνώστας· πάντες γὰρ ἐστηριγμένοι ἦσαν ἐν τῇ πίστει καὶ ἀγάπῃ τοῦ Χριστοῦ.

Ἀκούσας δὲ ὁ μακάριος τὴν προσαγωγὴν τοῦ κλήρου καὶ τὴν κατάστασιν, ἐχάρη σφόδρα, καὶ δοξάσας τὸν Θεόν, εἶπε· τί ἀνταποδώσω σοι, Δέσποτά μου ἀγαθέ, περὶ πάντων ὧν ἀνταπέδωκάς μοι; Προσκυνῶ καὶ δοξάζω σου τὴν σωτήριον οἰκονομίαν. Καὶ οὕτως ἐπευξάμενος καὶ ἀγαλλιῶν παραγίνεται εἰς τὴν προτέραν αὐτοῦ κέλλαν.

Ἐποίησε δὲ κελλίον μικρὸν ἐξώτερον τοῦ πρώτου, καὶ ἑαυτὸν ἐνέκλεισεν εἰς τὸ ἐσώτερον μετὰ χαρᾶς μεγάλης καὶ εὐφροσύνης καρδίας αὐτοῦ, ἀναφράξας τὴν θύραν. Ἀκούσαντες δὲ οἱ τῆς κώμης, παραγενόμενοι πρὸς τὸν μακάριον Ἀβραάμιον ἐχάρησαν χαρὰν μεγάλην, εὑρόντες αὐτὸν ὡς ἀληθῶς ὁδηγὸν τῆς ζωῆς· καὶ ἤρχοντο πρὸς αὐτόν, ὡς πρὸς πατέρα, διδασκόμενοι καὶ φωτιζόμενοι, καὶ τῇ ὑπὲρ λόγον αὐτοῦ πολιτείᾳ μεγίστην χάριν ὡμολόγουν τοῦ ὁρᾶν αὐτὸν καὶ ἀκούειν λόγους σωτηρίας παρ᾽ αὐτοῦ.

Ὢ τοῦ θαύματος, ἀγαπητοί! Ὄντως πλήρης ἐπαίνου καὶ δόξης ὁ τοιοῦτος, ἐν γὰρ τοσαύταις θλίψεσιν, αἷς εἶχεν ἐν τῇ κώμῃ, οὐκ ἤλλαξε τὸν κανόνα τῆς ἀσκήσεως αὐτοῦ, οὔτε ἐξέκλινεν ἀπ᾽ αὐτῆς δεξιᾷ ἢ ἀριστερᾷ. Δόξα καὶ μεγαλοπρέπεια Κυρίῳ τῷ Θεῷ ἡμῶν τῷ δόντι αὐτῷ τηλικαύτην ὑπομονήν.