Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν βίον τοῦ ὁσίου Ἀβρααμίου καὶ τῆς ἀνεψιᾶς αὐτοῦ Μαρίας

Ἐφραίμ ὁ Σύρος

Αποκάλυψη της ταυτότητας του οσίου και μετάνοια της Μαρίας

Η φανέρωση του οσίου Αβρααμίου, η παραίνεσή του για επιστροφή και η απόφαση της Μαρίας να ακολουθήσει τον δρόμο της έμπρακτης μετάνοιας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 6 από 7

Καθημένου τοιγαροῦν ἐπὶ τῆς κλίνης, ἔφη πρὸς αὐτόν· δεῦρο, κύρι, ἐπάρω τὰ ὑποδήματά σου. Ὁ δὲ πρὸς αὐτὴν εἶπεν· ἀσφάλιζε τὴν θύραν, καὶ δεῦρο, λαβὲ αὐτά. Ἡ δὲ ἰσχυρίζετο πρότερον ὑπολύσασθαι αὐτόν. Ὁ δὲ οὐκ ἠνέσχετο. Τότε ἀσφαλισαμένη τὴν θύραν ἦλθε πρὸς αὐτόν. Καὶ λέγει πρὸς αὐτὴν ὁ μακάριος· κυρία μου Μαρία, ἔγγισόν μοι. Τῆς δὲ ἐγγισάσης ἐκράτησεν αὐτήν, ὡς μὴ δύνασθαι αὐτὴν ἀποδρᾶσαι· καὶ ἐπάρας τὸ καμηλαύκιον ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ συνδακρυόμενος εἶπε πρὸς αὐτήν· τέκνον μου Μαρία, οὐ γινώσκεις με; Οὐκ ἐγώ εἰμι ὁ πατήρ σου Ἀβραάμιος; Τέκνον μου, οὐ γνωρίζεις με; Οὐκ ἐγώ εἰμι ὁ ἀναθρέψας σε; Τί σοι ἐγένετο, ὦ τέκνον μου; Ποῦ τὸ σχῆμα τὸ ἀγγελικόν, ὅπερ ἔσχες, ὦ τέκνον μου;

Ποῦ τὰ δάκρυα; Ποῦ ἡ ἀγρυπνία ἡ μετὰ πόνου ψυχῆς καὶ καρδίας συντετριμμένης; Ποῦ ἡ χαμαικοιτία καὶ ἡ συνεχὴς γονυκλισία; Πῶς ἀπὸ τοῦ ὕψους τοῦ οὐρανοῦ εἰς τὸν τῆς ἀπωλείας βόθρον κατηνέχθης; Διατί οὐκ ἐδήλωσάς μοι ὅτι καταιγὶς ᾅδου κατήντησέ σοι, κἀγὼ ἂν μετὰ τοῦ Ἐφραῒμ ἐβόησα πρὸς τὸν δυνάμενόν σε σῴζειν ἐκ θανάτου; Διατί τὸ καθόλου ἀπογνοῦσα παρέδωκας ἑαυτὴν τῷ Διαβόλῳ;

Διατί ἐγκατέλιπές με καὶ εἰς ἀφόρητον λύπην κατήγαγές με; Τίς γὰρ ἀναμάρτητος ἀνθρώποις, ὦ τέκνον μου, εἰ μὴ εἷς ὁ Θεός; Ἡ δὲ ἐκπλαγεῖσα ἀπηνεώθη, μὴ δυναμένη διάραι πρόσωπον, ἀλλ᾽ ἔμεινεν, ὥσπερ λίθος, ἄνους εἰς τὰς χεῖρας αὐτοῦ, αἰσχύνῃ τε καὶ φόβῳ κρατηθεῖσα. Ὁ δὲ μακάριος ἐπέμενε μετὰ δακρύων λέγων αὐτῇ· οὐ λαλεῖς μοι, τέκνον μου Μαρία;

Οὐ διὰ σὲ ὀδυνόμενος ἦλθον ἐνταῦθα, ὦ τέκνον μου; Ἐπ᾽ ἐμοὶ ἡ ἁμαρτία σου, τέκνον. Ἐγὼ ἀπολογοῦμαι τῷ Θεῷ ὑπὲρ σοῦ ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως. Ἐγὼ μετανοῶ ὑπὲρ τῆς ἁμαρτίας σου ταύτης. Μέχρι δὲ μεσονυκτίου οὕτω παρεκάλει αὐτὴν καὶ ἐνουθέτει.

Ἡ δὲ λαβοῦσα μικρὰν παρρησίαν, ἔφη πρὸς αὐτὸν λέγουσα· εἰς σὲ ἀτενίζειν οὐ δύναμαι διὰ τὴν αἰσχύνην τοῦ προσώπου μου. Πῶς ἐπικαλέσομαι τὸ ἄχραντον ὄνομα τοῦ Χριστοῦ μου, ὅτι ἐν τῇ ἀκαθαρσίᾳ τοῦ βορβόρου ἐμιάνθην; Λέγει πρὸς αὐτὴν ὁ μακάριος· ἐπ᾽ ἐμὲ ἡ ἁμαρτία σου, τέκνον μου· ἐκ τῶν χειρῶν μου ἐκζητήσῃ ὁ Θεὸς ταύτην τὴν ἁμαρτίαν σου. Μόνον σὺ ἄκουσόν μου, καὶ δεῦρο, ἀπέλθωμεν εἰς τὸν τόπον ἡμῶν. Ἰδοὺ γὰρ καὶ ὁ ἀγαπητὸς ἡμῶν Ἐφραῒμ κλαίει περὶ σοῦ, καὶ παρακαλεῖ τὸν Θεὸν ὑπὲρ σοῦ, τέκνον. Παρακαλῶ σε, ἐλέησον τὸ γῆράς μου καὶ κατοικτείρησον τὰς πολιάς μου, τέκνον μου ἀγαπητόν. Δέομαί σου, ἀναστᾶσα ἀκολούθει μοι. Ἡ δὲ ἔφη πρὸς αὐτόν· ἐὰν τὴν μετάνοιάν μου δέχηται ὁ Θεός, ἔρχομαι. Προσπίπτω δὲ καὶ παρακαλῶ τὴν σὴν ὁσιότητα, καὶ καταφιλῶ τὰ ἴχνη σου τὰ ἅγια, ὅτι οὕτως εὐσπλαγχνίσθης εἰς ἐμέ, καὶ ἦλθες ἐνταῦθα, ἵνα ἐκσπάσῃς με ἐκ τῆς τοῦ Διαβόλου παγίδος. Καὶ θεῖσα τὴν κεφαλὴν αὐτῆς ἐπὶ τοὺς πόδας αὐτοῦ, ἔκλαυσεν ὅλην τὴν νύκτα, λέγουσα· τί ἀνταποδώσω σοι περὶ πάντων τούτων, Δέσποτα;

Ὄρθρου δὲ γενομένου, λέγει πρὸς αὐτὴν ὁ μακάριος· τέκνον μου, ἀνάστα, ἀπέλθωμεν. Ἡ δὲ ἀποκριθεῖσα ἔφη πρὸς αὐτόν· ἔχω ἐνταῦθα ὀλίγον χρυσίον καὶ ἱμάτια· τί κελεύεις περὶ τούτων; Ἔφη πρὸς αὐτὴν ὁ μακάριος· ἔασον αὐτὰ ἐνταῦθα· πάντα γὰρ ταῦτα μερίς ἐστι τοῦ Πονηροῦ. Καὶ ἀναστάντες ἐξῆλθον παραχρῆμα.

Ἀνεβίβασεν αὐτὴν ἐπὶ τὸν ἵππον, αὐτὸς δὲ εἶλκεν ἔμπροσθεν αὐτῆς ἀγαλλόμενος· καὶ καθάπερ ποιμήν, ὅταν εὕρῃ πρόβατον ἀπολωλός, αἴρει αὐτὸ ἐπὶ τῶν ὤμων αὐτοῦ, οὕτως ὁ μακάριος χαίρων τῇ καρδίᾳ ἐβάδιζε. Καὶ ὡς ἦλθον ἐπὶ τὸν τόπον, αὐτὴν μὲν ἐνέκλεισεν εἰς τὸ ἐσώτερον κελλίον, ἔμεινε δὲ αὐτὸς εἰς τὸ ἐξώτερον. Ἡ δὲ μετὰ σάκκου καὶ ταπεινώσεως καὶ δακρύων πολλῶν καὶ ἀγρυπνίας καὶ ἐγκρατείας, ἀκριβῶς καὶ προθύμως τὸν τῆς μετανοίας σκοπὸν ἐξήνυσεν, ἀναιδῶς δεομένη καὶ προσπίπτουσα τῷ Θεῷ.

Ὄντως τοιαύτη ἀληθὴς μετάνοια. Ὄντως θεραπεία καὶ ἀνακαίνισις ψυχῆς. Διὰ τοιούτου ἀγῶνος ἔδει πάντας ἐξομολογεῖσθαι τῷ Θεῷ. Τίς γὰρ τοσοῦτο λίθινος ἦν καὶ σκληρὸς τὴν καρδίαν, ἀκούσας τὴν φωνὴν τοῦ κλαυθμοῦ αὐτῆς, καὶ οὐ κατενύγετο δοξάζων τὸν Θεόν; Πρὸς γὰρ τὴν ἐκείνης μετάνοιαν, σκιὰ καὶ φάντασμά ἐστιν ἡ ἡμετέρα· τοιαύτῃ γὰρ ὑπομονῇ καὶ σπουδῇ καὶ ἀγωνίᾳ ἀπαραλείπτως προσῄει τῷ Θεῷ, αἰτουμένη τεκμήριον, εἴπερ προσδεκτὴ γέγονεν ἡ μετάνοια αὐτῆς.