Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν βίον τοῦ ὁσίου Ἀβρααμίου καὶ τῆς ἀνεψιᾶς αὐτοῦ Μαρίας

Ἐφραίμ ὁ Σύρος

Οσιακή τελευτή των αγίων και επιλογικός θρήνος του συγγραφέα

Τα ειρηνικά τέλη του οσίου Αβρααμίου και της Μαρίας, τα σημεία της χάριτος στα λείψανά τους και η καταληκτική προσευχή του συγγραφέα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 7 από 7

Ὁ τοίνυν ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς χάρισμα ἰαμάτων ἐδωρήσατο αὐτῇ πρὸς πληροφορίαν τῆς εὐπροσδέκτου αὐτῆς μετανοίας. Ἔζησε δὲ ὁ μακάριος ἄλλα ἔτη δέκα, θεωρῶν αὐτῆς τὴν εἰλικρινῆ μετάνοιαν καὶ τὴν ἐξαίρετον αὐτῆς προθυμίαν, καὶ δοξάζων τὸν Θεὸν καὶ μεγαλύνων. Οὕτως ἀνέπαυεν ἐν γήρει καλῷ ὁ ὄντως ὅσιος καὶ δοῦλος τοῦ Θεοῦ. Ἐτελειώθη δὲ ὢν ἐτῶν οʹ, ἀσκήσας ἔτη νʹ, μετὰ προθυμίας μεγάλης καὶ ἀγῶνος θαυμαστοῦ. Ἐν ταπεινοφροσύνῃ καὶ ἀγάπῃ ἐπλούτει, μὴ λαβὼν πρόσωπον ἀνθρώπου, ὃ πέφυκε παρὰ τοῖς πολλοῖς γίνεσθαι· τὸν μὲν προτιμᾶν, τὸν δὲ εὐτελίζειν. Ἐν δὲ τοσούτῳ χρόνῳ τῆς ἀσκήσεως, μὴ ῥᾳθυμήσας ποτὲ τὸ παράπαν, μηδὲ ἀλλάξας τὸν κανόνα τοῦ ἀρίστου βίου, ἀλλὰ οὕτω διέκειτο, ὡς καθ᾽ ἡμέραν ἀποθνῄσκων.

Αὕτη ἡ διαγωγὴ τοῦ μακαρίου Ἀβρααμίου, καὶ αὕτη ἡ πολιτεία ὑπερθεάρεστος, καὶ τὰ ἆθλα τῆς ὑπομονῆς· καὶ ὥσπερ δορκὰς ἐκ βρόχων, ἐξῆλθε τοῦ φθαρτοῦ νυμφῶνος. Μηδόλως εἴασεν ἐξιέναι τὸν στερρὸν αὐτοῦ καὶ ἀδάμαντον λογισμόν, μετεωρισθῆναι εἰς τὰ ὀπίσω, ἢ ἐν τοῖς τῆς κώμης πειρασμοῖς, αὐτῷ παρὰ τοῦ Ἐχθροῦ ἐπενεχθεῖσι, παρείσδυσιν εὗρεν ἡ ἀπερίστατος ἀκηδία, οὐδὲ ἐν τῷ συνεχεῖ πολέμῳ, ἐν ταῖς τῶν δαιμόνων φαντασίαις, πτόησιν ὑπέμεινε πώποτε. Ἐπετελεῖτο τὸ κατὰ μακαρίαν ἐκείνην ἆθλον, ὅπως διὰ τῆς πνευματικῆς σοφίας καὶ ἀφάτου συνέσεως, τῆς νομιζομένης μὲν ἰδιωτείας, νοουμένης δὲ πραγματείας, πατήσας τοῦ Δράκοντος, ἐκ μέσου ὀδόντων ἐξείλετο τὴν περιπόθητον αὐτοῦ περιστεράν, καὶ προσήνεγκε τῷ ἀληθινῷ νυμφίῳ Ἰησοῦ Χριστῷ. Οὗτοι οἱ ἀγῶνες καὶ ἱδρῶτες τοῦ μακαρίου Ἀβρααμίου.

Ἐνταῦθα μὲν οὕτως ἐγράψαμεν εἰς παράκλησιν καὶ προθυμίαν τῶν βουλομένων ἐπιλαβέσθαι τῆς αἰωνίου ζωῆς εἰς ἔπαινον καὶ δόξαν τοῦ Θεοῦ τοῦ παρέχοντος πᾶσιν ἡμῖν τὰ συμφέροντα. Τὰς δὲ λοιπὰς ἀρετὰς αὐτοῦ ἐν ἄλλοις ἀπεγραψάμεθα.

Ἐν δὲ τῇ ὥρᾳ τῆς τελειώσεως αὐτοῦ, συνήχθη σχεδὸν πᾶσα ἡ πόλις καὶ αἱ παρακείμεναι κῶμαι. Καὶ ἕκαστος αὐτῶν ἐγγίζων μετὰ σπουδῆς τῷ σεμνῷ αὐτοῦ καὶ ἁγίῳ σώματι, ἥρπαζεν ἀπὸ τῶν ἐνδυμάτων αὐτοῦ ἑαυτῷ εὐλογίαν, καὶ οἵᾳ νόσῳ τὸ ἁρπαγὲν ἤγγιζεν, εὐθέως ἴασιν μετεδίδου.

Ἔζησε δὲ ἡ μακαρία ἐκείνη ἄλλα ἔτη εʹ, ὑπερβαλλόντως ἀσκήσασα, καὶ μετὰ δακρύων ἡμέρας καὶ νυκτὸς οὐ διέλειπε παρακαλοῦσα τὸν Θεόν, ὡς πλειστάκις τοὺς παρερχομένους διὰ τοῦ τόπου ἐκείνου ἡμέρας καὶ νυκτός, καὶ ἀκούοντας τὸν κλαυθμὸν αὐτῆς, συμπαθοῦντας ἱστάναι καὶ κλαίειν, καὶ εἰς ὑπόμνησιν οἰκείων ἁμαρτημάτων ἐλθόντας δέεσθαι καὶ δοξάζειν τὸν Θεόν. Ἐν δὲ τῇ ὥρᾳ τῆς τελειώσεως αὐτῆς ἐφάνη τὸ πρόσωπον αὐτῆς τοῖς ὁρῶσιν αὐτὴν χάριτος ἀπαστράπτον, ὡς εἰδέναι ἡμᾶς τὴν τῶν ἁγίων Ἀγγέλων εὐμενῆ καὶ ἔνδοξον παρουσίαν, καὶ δοξάζειν τὸν Θεόν, ἀφάτῳ φιλανθρωπίᾳ σῴζοντα τοὺς εἰς αὐτὸν ἐλπίζοντας, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Οἴμοι, ἀγαπητοί μου, ὅτι οὗτοι μὲν καλῇ τελειώσει ἐτελειώθησαν, καὶ μετὰ παρρησίας ἀπὸ τῶν γηΐνων πραγμάτων ἀπερράγησαν, καὶ συνεδέθησαν τῇ πρὸς τὸν Θεὸν ἀγάπῃ. Ἐγὼ δὲ ἀπαρασκεύαστος ὤν, ἀπρόθυμος τῇ προαιρέσει τυγχάνω.

Καὶ ἰδοὺ ἐγκατέλαβέ με ὁ ἀτελεύτητος χειμών, κἀγὼ γυμνός εἰμι καὶ ἀνέτοιμος, θαυμάζων τὰ εἰς ἐμαυτόν· ὅπως καθ᾽ ἡμέραν ἁμαρτάνω, καὶ καθ᾽ ἡμέραν μετανοῶ· καθ᾽ ὥραν τε οἰκοδομῶ, καὶ καθ᾽ ὥραν καταλύω. Ἑσπέρας λέγω, αὔριον μετανοῶ· πρωΐας δὲ γενομένης, διαδέχεται ἡ ῥᾳθυμία· καὶ παρέρχομαι μετεωριζόμενος τὴν ἡμέραν. Πάλιν δὲ μεσημβρίας λέγω, τῇ προσιούσῃ νυκτὶ νήφω, καὶ μετὰ δακρύων παρακαλῶ τὸν Θεόν, ἵνα καὶ ἵλεως γένηται ταῖς ἁμαρτίαις μου· φθασάσης δὲ τῆς νυκτός, ὕπνῳ καταφέρομαι. Οἱ λαβόντες μετ᾽ ἐμοῦ τὸ ἀργύριον ἀγωνίζονται ἡμέρας καὶ νυκτός· πραγματεύονται μετὰ δόξης ἄρχειν τῶν δέκα πόλεων· ἐγὼ δὲ διὰ τὴν ἐμὴν ὀκνηρίαν ἔκρυψα αὐτὸ εἰς γῆν, καὶ ὁ Κύριός μου ἤγγισε τοῦ ἐλθεῖν· καὶ ἰδοὺ τρέμει ἡ καρδία μου, καὶ κλαίω τὰς ἡμέρας τῆς ῥᾳθυμίας μου, μὴ ἔχων τί αὐτῷ ἀπολογήσομαι.

Ὁ μόνος ἀναμάρτητος, οἰκτείρησον· ὁ μόνος φιλάνθρωπος, σῶσόν με· ὅτι πλήν σου τοῦ εὐλογημένου Πατρός, καὶ τοῦ μονογενοῦς σου Υἱοῦ τοῦ σαρκωθέντος δι᾽ ἡμᾶς, καὶ τοῦ ἁγίου σου Πνεύματος τοῦ ζωοποιοῦντος τὰ πάντα, ἄλλον οὐκ οἶδα, οὐδὲ εἰς ἄλλον ἐπίστευσα. Καὶ νῦν μνήσθητί μου, Δέσποτα, καὶ ἐξάγαγέ με ἐκ τῆς φυλακῆς τῶν ἀνομιῶν μου· σοῦ γάρ ἐστι τὰ ἑκάτερα, Δέσποτα· τὸ πότε μὲν εἰσελθεῖν εἰς τὸν αἰῶνα τοῦτον, καὶ τὸ πότε μεταβῆναι ἀπ᾽ αὐτοῦ. Μνήσθητί μου τοῦ ἀναπολογήτου, καὶ σῶσόν με τὸν ἁμαρτωλόν. Ἡ χάρις σου, ἡ γενομένη μοι ἐν τῷ αἰῶνι τούτῳ ἀντίληψίς μου καὶ καταφυγή μου, καύχημά τε καὶ ἔπαινος, αὕτη με σκεπάσει ὑπὸ τὰς πτέρυγας αὐτῆς ἐν ἐκείνῃ τῇ φοβερᾷ καὶ φρικτῇ ἡμέρᾳ· σὺ γὰρ γινώσκεις, ὁ ἐτάζων καρδίας καὶ νεφρούς, ὅτι ἀπὸ πολλῶν τρίβων σκολιῶν καὶ πλήθους σκανδάλων ἐξέκλινα· σκολιὰς δὲ λέγω τρίβους τῶν φρονημάτων τῶν αἱρετικῶν καὶ τὴν ἐξήγησιν τὴν περίεργον· καὶ τοῦτο οὐκ ἐξ ἐμοῦ, ἀλλ᾽ ἐκ τῆς χάριτός σου· ἐφώτισε γάρ μου τὴν διάνοιαν.

Δέομαί σου, ἅγιε Δέσποτα, σῶσον τὴν ψυχήν μου ἐν τῇ βασιλείᾳ σου, καὶ καταξίωσόν με εὐλογῆσαί σε μετὰ πάντων τῶν εὐαρεστησάντων σοι. Ὅτι σοὶ πρέπει δόξα, προσκύνησις, μεγαλωσύνη, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.